395
μαρτυρίου, καὶ καθ' ἑκάστην ἡμέραν οἱ ἑπτὰ λύχνοι ἥπτοντο ἴσως καὶ οὐδ' ὅλως ἐν μιᾷ ἡμέρᾳ ἤργει εἷς αὐτῶν, ἀλλὰ καθ' ἑκάστην ἡμέραν τὸ αὐτὸ φῶς ἦν. οὐ γέγονε γὰρ τὸ σάββατον εἰς ἀπόκλεισιν, ἀλλὰ εἰς ἔργον ἀγαθόν. μηδενὸς δὲ ὅλως ἐργαζομένου ἐν ταῖς δώδεκα φυλαῖς μόνον τὸ θυσιαστήριον οὐκ ἤργει, καθὼς λέγει ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «οἱ ἱερεῖς ὑμῶν βεβηλοῦσι τὸ σάββατον ἐν τῷ ναῷ καὶ εἰσὶν ἀναίτιοι». τὸ δὲ «βεβηλοῦσι τὸ σάββατον» τουτέστι λύουσι. λύουσι δὲ πῶς ἀλλ' ἢ θυσίαν προσφέροντες τῷ θεῷ, ἵνα μὴ ἀργήσῃ τὸ θυσιαστήριον; οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἥλιος ἀνατέλλει καὶ δύνει, καὶ σελήνη αὔξει καὶ φθίνει, καὶ ἄνεμοι πνέουσι καὶ καρποὶ βλαστάνουσι καὶ μητέρες γεννῶσι, καὶ πάντα γίνεται ἐν σαββάτῳ. διὰ τοῦτο καὶ ὁ κύριος ἐλθὼν οὐκ ἐτεκτόνευσεν ἐν σαββάτῳ, οὐκ ἐχάλκευσεν, οὔ τι 3.128 ἕτερον ἐποίησεν, ἀλλὰ θεὸς ὢν θεοῦ ἔργον εἰργάσατο. καί φησιν «ἆρον τὸν κράββατόν σου καὶ περιπάτει», ἵνα ἀπὸ τοῦ βαστάζοντος φανῇ τὸ ἔργον τὸ γινόμενον, ἵνα πάντες ἐπιγνώσονται τὸν ἀπ' οὐρανοῦ ἐλθόντα πρὸς βοήθειαν υἱοῖς τῶν ἀνθρώπων. καὶ γὰρ τῷ μὲν ὄντι ἦλθε λῦσαι τὸ σάββατον, οὐκ ἠδύνατο δὲ λῦσαι αὐτό, εἰ ἀλλότριον αὐτοῦ ὑπῆρχεν. οὐδεὶς γὰρ ἀλλότριον λύει ἔργον, εἰ μή τι ἂν ἐκλήπτωρ ἀλλοτρίων ὁ τοιοῦτος γένηται καὶ ἀλλοτριοεπίσκοπος, δίκας ἑαυτῷ ἐξαγοραζόμενος. ἐπειδὴ δὲ ἴδιον αὐτοῦ ὑπάρχει τὸ σάββατον, διὰ τοῦτο λέγει ὅτι «κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου», καί φησιν «οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον γεγένηται, ἀλλὰ τὸ σάββατον διὰ τὸν ἄνθρωπον». εἰ τοίνυν ἐποίησεν ὁ θεὸς τὸ σάββατον διὰ τὸν ἄνθρωπον καὶ προετίμησε τὸν ἄνθρωπον παρὰ τὸ σάββατον, * ἵνα ὁ ἄνθρωπος γινώσκῃ τὴν * ἀνάπαυσιν καὶ τῶν μελλόντων τὴν ἀνάπαυλαν· ἀντίτυπα γάρ ἐστι ταῦτα τῶν ἐπουρανίων. ἐνταῦθα γὰρ ἀπὸ μέρους, ἐκεῖνα δὲ ἡ πᾶσα τελειότης. τὸ σάββατον οὖν τὸ ἐν νόμῳ ἕως τῆς αὐτοῦ παρουσίας· ἔλυσε δὲ ἐκεῖνο τὸ σάββατον καὶ ἔδωκεν ἡμῖν τὸ μέγα σάββατον, ὅπερ ἐστὶν αὐτὸς ὁ κύριος, ἡ ἀνάπαυσις ἡμῶν καὶ ὁ σαββατισμός. Οὐδὲν οὖν διοίσει παλαιὰ ἀπὸ καινῆς διαθήκης οὔτε καινὴ ἀπὸ παλαιᾶς· μία γάρ ἐστι καὶ ἡ αὐτὴ συμφωνία. ὁ δὲ ἀμαθὴς καὶ ἄπειρος, ἐὰν ἴδῃ δύο ἀντλητῆρας ἀπὸ μιᾶς πηγῆς ἀντλοῦντας, νομίσῃ δὲ διὰ τὴν διαφορὰν τῶν ἀντλητήρων διάφορα εἶναι καὶ τὰ ὕδατα, ἀκούσει δὲ παρὰ τῶν συνετῶν τὴν ἀλήθειαν, «ὅτι γεῦσαι τῶν δύο ἀντλητήρων καὶ ἴδε ὅτι δύο μὲν οἱ ἀντλητῆρες, μία δὲ ἡ πηγὴ ὑπάρχει». οὕτως εἷς κύριος, εἷς θεός, ἓν πνεῦμα λαλῆσαν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίῳ. διὰ τοῦτο γὰρ οὐ δύο παλαιαὶ διαθῆκαι καὶ οὔτε δύο καιναὶ διαθῆκαι, ἐπειδὴ οὐκ εἰσὶ δύο οἱ διαθέμενοι, ἀλλ' εἷς ὁ τὴν παλαιὰν τῶν παλαιῶν καὶ τὴν καινὴν ἀνακαινίζων, οὐ τὴν παλαιὰν καταργῶν εἰς ἀφανισμόν, ἀλλὰ τὴν παλαιὰν καταπαύων καὶ τῇ δευτέρᾳ προστιθέμενος περιουσίας κληρονομίαν. 3.129 86. Ἄλλην δὲ πάλιν λέξιν ὁ αὐτὸς Μάνης παρεισφέρει λέγων ὅτι «οἶδα πνεῦμα σῳζόμενον ἄνευ σώματος. τοῦτο γάρ, φησί, διδάσκει ὁ ἀπόστολος λέγων ὅτι· "3ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας. ἐγὼ μὲν ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα τὸν τὸ ἔργον τοῦτο κατεργασάμενον, συνελθόντων ὑμῶν καὶ τοῦ κυρίου μετὰ τοῦ ἐμοῦ πνεύματος, παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου."3 ὄλεθρος δὲ ἐπὶ σαρκὸς ὁ παντάπασίν ἐστιν ἀφανισμός. πῶς οὖν ἀφανιζομένης τῆς σαρκὸς ἐν χειρὶ τοῦ διαβόλου καὶ σῳζομένου τοῦ πνεύματος, ἔτι ἔσται ἀνάστασις σωμάτων ἢ σαρκός;» καὶ οὐκ οἶδεν ὁ ἄπειρος κατὰ πάντα ὅτι «τὰ ἔργα τῆς σαρκὸς πορνεία μοιχεία ἀσέλγεια» καὶ τὰ τούτοις ὅμοια καὶ ὅτι οὐ περὶ αὐτῆς τῆς σαρκὸς λέγει, ἀλλὰ τῶν ἔργων τῆς σαρκός. ὅτε μὲν