396
ἐργάσεται πορνείαν, ἡ σὰρξ ἐργάζεται· ἐὰν δὲ κτήσηται ἐγκράτειαν, οὐκέτι ἡ σὰρξ σάρξ ἐστιν, ἀλλὰ ἡ σὰρξ μεταβέβληται εἰς πνεῦμα, ὡς καὶ ὁ ἀπόστολος λέγει ὅτι «ὁ ἀπ' ἀρχῆς συζεύξας τὰ ἀμφότερα» εἶπεν, «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὡς ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι καὶ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». ἄρα οὖν ὁ τὴν πορνείαν ἐργαζόμενος σὰρξ γεγένηται· οὐ μόνον αὐτὴ ἡ σάρξ, ἀλλὰ καὶ πάντα, καὶ ψυχὴ καὶ τὰ ἄλλα, σὰρξ γίνεται. κολληθεὶς γὰρ τῇ πόρνῃ σὰρξ ἐγένετο, καὶ ὢν σαρκικὸς σὰρξ ὅλως καλεῖται. «ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι», τουτέστι σῶμα καὶ ψυχὴ καὶ πάντα εἴ τι ἔστιν ἐν τῷ ἀνθρώπῳ, ἓν πνεῦμα ἐν τῷ κυρίῳ. καὶ περὶ τούτου νομοθετῶν ὁ αὐτὸς ἀπόστολός φησιν «ὁ θεὸς ἔθετο ἐν σώματι πάντα τὰ μέλη, ἕκαστον καθὼς ἠθέλησε». καὶ ὅρα πῶς ὁμολογεῖ τὸν θεὸν ποιητὴν τοῦ σώματος καὶ θέτην τῶν ἐν ἡμῖν μελῶν, καὶ καθὼς ἠθέλησε τῇ ἰδίᾳ σοφίᾳ καὶ ἀγαθότητι. εἶτα πάλιν ἀντὶ τοῦ παραδείγματος τοῦ ἡμετέρου σώματος * τοῦ Χριστοῦ λέγων «ὡς καὶ ἡμεῖς σῶμα Χριστοῦ ἐσμεν καὶ μέλη ἐκ μέλους», καὶ «ἡ ἐκκλησία τοῦ θεοῦ, ἥτις ἐστὶ σῶμα Χριστοῦ». εἰ σῶμα τοίνυν θεοῦ ἡ ἐκκλησία, κεκολλη3.130 μένη δὲ τῷ πνεύματι τουτέστι τῷ κυρίῳ, ἓν πνεῦμά ἐστιν, ὁ ἀπ' αὐτῆς τοίνυν ἁμαρτάνων πνεύματος ἐκπεσὼν σὰρξ γεγένηται ὅλως, ψυχῇ καὶ σώματι καὶ εἴ τι ἔστιν ἐν αὐτῷ. ἐπεὶ πῶς ἐδύνατο μέρος παραδοθῆναι τῷ σατανᾷ καὶ μέρος μὴ παραδοθῆναι; οὐ γὰρ εἶπε παραδοθῆναι τὴν σάρκα τῷ σατανᾷ, ἀλλὰ παραδοῦναι «τὸν τοιοῦτον». ὁ δὲ λέγων «τὸν τοιοῦτον», ὁλοσχερῆ ἄνθρωπον σὺν ψυχῇ καὶ παντὶ τῷ ἀνθρώπῳ παραδέδωκεν. εἰ δὲ ὅλον παραδέδωκεν, ὅλον σάρκα ἀπεφήνατο· τὸ πνεῦμα δὲ ἐδήλου σῴζεσθαι εἰς τὴν ἡμέραν κυρίου, ἵνα μὴ ὑπὸ αἰτίαν γένηται ἡ ἐκκλησία τοῦ σφάλματος τοῦ σφαλέντος ἀνθρώπου καὶ μολυνθῇ ὅλη ἡ ἐκκλησία τῷ παραπτώματι τοῦ ἑνός· διὸ λέγει «παράδοτε τὸν σφαλέντα. ἵνα τὸ πνεῦμα, τουτέστιν ὅλη ἡ ἐκκλησία, σωθῇ.» 87. Ἀλλά, φησί, γέγραπται, «σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι», καὶ νομίζει ἐν τούτῳ λέγειν τι. καὶ γὰρ τῷ ὄντι οὐ δύναται πορνεία κληρονομεῖν βασιλείαν οὐρανῶν, οὐδὲ μοιχεία οὐδὲ ἀσέλγεια οὐδὲ εἰδωλολατρεία, τουτέστι σὰρξ καὶ αἷμα. εἰ δὲ περὶ σαρκὸς καὶ αἵματος τοῦτο νομίζεις, εἶναι αὐτὴν τὴν σάρκα, πῶς ἔτι πληροῦται τὸ εἰρημένον «καὶ ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ σαρκὸς ἐγεννήθησαν, ἀλλ' ἐκ θεοῦ»; τίς ἐν κόσμῳ γεγέννηται ἄνευ σαρκός; ἀλλ' ἐπειδὴ μετεβλήθησαν αἱ γνῶμαι, οὐ γὰρ αἱ φύσεις τῶν γεννωμένων ἀπὸ μητέρων καὶ πατέρων σαρκὸς καὶ αἵματος καὶ ἐγεννήθησαν τὴν δευτέραν γέννησιν τὴν τῆς ἀπὸ τοῦ κυρίου γεννήσεως διὰ πνεύματος καὶ πυρός, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. ὡς οὖν ἐνταῦθα ἐκ σαρκὸς ἐγεννήθησαν καὶ ἐξ αἵματος, * καὶ οὐκέτι λογίζεται ἐκ σαρκὸς καὶ αἵματος ἡ γέννησις διὰ τὴν μεταβολὴν τῆς δικαιοσύνης, καίτοι γε ἐν σαρκὶ καὶ αἵματι * ὡς λέγει «ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα»· ἄρα οὖν ἔνι 3.131 σὰρξ οὐ κατὰ σάρκα στρατευομένη· καὶ διὰ τοῦτο λέγει σάρκα καὶ αἷμα μὴ κληρονομεῖν βασιλείαν οὐρανῶν, οὐ περὶ τῆς σαρκὸς ταύτης λέγων τῆς καμούσης, τῆς ἁγιασθείσης, τῆς τῷ θεῷ εὐαρεστησάσης, ἀλλὰ περὶ τῆς ἐν ἁμαρτίαις ἐξετασθείσης· ἐπεὶ πῶς ἂν πληροῦται τὸ εἰρημένον «δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν»; τηλαυγέστερον δὲ περὶ τούτου ὁ αὐτὸς ἀπόστολος σημαίνων. ἵνα μή τινες πλανηθῶσι καὶ ἀντὶ τῶν φαύλων ἔργων τὴν τοῦ σώματος πλάσιν ἀπελπίσωσιν ἐκ τῆς ἀναστάσεως, λέγει «νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, ἅτινά ἐστι πορνεία μοιχεία ἀσέλγεια» καὶ τὰ ἑξῆς * ἀλλ' ἄκουε καὶ τοὺς ὀφθέντας τοῖς Γαλιλαίοις καὶ λέγοντας ὅτι «τοῦτον τὸν Ἰησοῦν ὃν ἑωράκατε ἀφ' ὑμῶν