397
ἀναλαμβανόμενον, οὕτως ἐλεύσεται ὃν τρόπον εἴδετε αὐτὸν ἀναλαμβανόμενον.» 88. Ἀπὸ δὲ τῶν εἰρημένων πάντων δύνανται οἱ νουνεχεῖς τὸν νοῦν ἐπιστῆσαι ἐπὶ πᾶσι τοῖς τῆς ἀληθείας λόγοις καὶ τοῖς ἀπὸ τοῦ ψεύσματος τοῦ προειρημένου λεγομένου Μανιχαίου, ἵνα, εἰ καί που οὐκ ἐπεμνήσθην τινὸς μαρτυρίας, ἀπὸ τῶν δύο ἢ τριῶν μαρτυριῶν ὧν εἴπομεν τὰ πάντα αὐτοῦ φωραθῇ ψευδῆ. ἡμεῖς δὲ πολλὴν ἐπιβεβηκότες ὁδὸν τραχεῖαν καὶ κινδυνώδεις τόπους μόλις ταυτησὶ τῆς ἀμφισβαίνης καὶ θηρὸς ὀλετηρίου τῆς κεγχρίτιδος, ἀπὸ πολλῶν ὁμοιωμάτων πεποικιλμένης πρὸς ἀπάτην τῶν ὁρώντων, ἐχούσης δὲ κεκρυμμένην κάτω τὴν κεντρώδη καὶ ἰοβόλον πηγὴν τῆς ἐκ πάντων ὁρμωμένης * ἐπειδὴ γὰρ μετὰ Ἑλλήνων Ἕλλην ἐστίν, ἥλιον προσκυνῶν καὶ σελήνην καὶ τὰ ἄστρα καὶ δαίμονας, * ὁ ἀνήρ, ἀγαπητοί, τυγχάνει καὶ ἡ αὐτοῦ αἵρεσις τὰ τῶν Ἑλλήνων ὑφηγεῖται, * τὰ μάγων ἐπίσταται καὶ ἐν αὐτοῖς ἐγκυλινδεῖται, ἀστρονόμους ἐπαινεῖ, τὰ αὐτῶν περιεργαζόμενος, μόνον Χριστοῦ σεμνύνεται ὄνομα 3.132 λόγῳ, ὡς καὶ αὐτὴ ἡ κεγχρῖτις κρύπτει μὲν τὸν ἰόν, ἀπατᾷ δὲ διὰ τῆς ποικιλίας, ἐν μέσῳ ὑλῶν πολλῶν γενομένη καὶ ἀφομοιουμένη μετὰ τῶν ὄντων· ἐν δὲ τῇ τοῦ θεοῦ δυνάμει τῷ ξύλῳ τῆς ἀληθείας καὶ αἵματι Χριστοῦ καὶ σώματι τῷ ἀπὸ Μαρίας, τῷ ἀληθινῶς γεγεννημένῳ, καὶ τῇ τῶν νεκρῶν ἀναστάσει καὶ τῇ ὁμολογίᾳ τῆς μιᾶς ἑνότητος συντρίψαντες τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῖς ὕδασι, τὴν πολυκέφαλον ταύτην αἵρεσιν εἰς τοὐπίσω τε στρέψαντες καὶ τὴν κεφαλὴν καταθλάσαντες, εὐχάριστοι μὲν θεῷ διατελέσωμεν, ἐπὶ δὲ τὰς ἑξῆς αἱρέσεις προελθεῖν σπεύσωμεν, θεὸν ἐπικαλούμενοι βοηθὸν τῆς ἡμῶν ἀσθενείας, ὅπως τὰ ἐπηγγελμένα ἐν θεῷ περαιώσαντες τελείως θεῷ εὐχαριστήσωμεν. - - - Κατὰ Ἱερακιτῶν ˉμˉζ, τῆς δὲ ἀκολουθίας ˉξˉζ. 1. Μετὰ τὴν μοχθηρὰν ταύτην καὶ ἰοβόλον ὑπὲρ πᾶσαν αἵρεσιν καὶ ἑρπετώδη τοῦ Μάνη βαρβαρικὴν θηριοβολίαν τῆς διδασκαλίας ἀνέστη τις 3.133 Ἱερακᾶς ὀνόματι, ἀφ' οὗπερ Ἱερακῖται. οὗτος ἐν τῇ Λεοντῷ τῇ κατ' Αἴγυπτον ὑπῆρχεν, ἐν προπαιδείᾳ οὐ μικρᾷ ὑπάρξας, Ἑλληνικῶν τε πάντων λόγων ἐπιτηδεύμασιν ἀσκηθείς, ἰατροσοφιστικῇ τε καὶ τοῖς ἄλλοις τοῖς τῶν Αἰγυπτίων καὶ Ἑλλήνων μαθήμασιν ἀκριβῶς ἐπιστάς· τάχα δὲ καὶ ἀστρονομίας καὶ μαγείας ὁ ἀνὴρ παρήψατο. ἐμπειρότατος γὰρ ὑπῆρχε πολλῶν λόγων καὶ ἐν ἐξηγήσει, ὡς ὑποφαίνουσιν οἱ αὐτοῦ λόγοι *, πάνυ δὲ τὴν τῶν Αἰγυπτίων ἐπιστάμενος γλῶσσαν Αἰγύπτιος γὰρ ὁ ἀνὴρ ἦν, ἀλλὰ καὶ τῇ τῶν Ἑλλήνων τετρανωμένος οὐ μικρῶς, ὀξὺς κατὰ πάντα τρόπον. ὑπῆρχε δῆθεν Χριστιανός, ἀλλ' οὐκ ἐνέμεινε τῇ τοῦ Χριστοῦ πολιτείᾳ· παρέπεσε γὰρ καὶ ὀλισθήσας ἐξώκειλεν. οὗτος μὲν γὰρ παλαιὰν καὶ καινὴν διαθήκην σαφῶς εἰπεῖν ἀποστηθίζων καὶ εἰς αὐτὰ ἐξηγησάμενος, ἐδογμάτισε παρ' ἑαυτῷ ἀπὸ κενοφωνίας ἑαυτοῦ, ὅπερ αὐτῷ ἔδοξε καὶ ὃ ὑπεισῆλθεν αὐτῷ. Βούλεται γὰρ καὶ οὗτος τὴν σάρκα μὴ ἀνίστασθαι τὸ παράπαν, ἀλλὰ τὴν ψυχὴν μονωτάτην. πνευματικὴν δὲ τὴν ἀνάστασιν φάσκει. καὶ ὅσα ἔστιν εὑρεῖν ἀπὸ τῶν θείων γραφῶν εἰς ἑαυτοῦ νοῦν ἀναλεξάμενος, οὕτως ἑαυτῷ ἐπεσώρευσεν, ἀτόπως πλάσματα ἄττα φαῦλα ἑαυτῷ μηχανησάμενος πρὸς σύστασιν τῆς αὐτοῦ αἱρέσεως. ἦν δὲ ὁ ἀνὴρ ἔκπληκτος τῇ αὐτοῦ ἀσκήσει καὶ δυνάμενος πεῖσαι ψυχάς· αὐτίκα πολλοὶ τῶν ἀσκητῶν τῶν Αἰγυπτίων αὐτῷ συναπήχθησαν. οἶμαι γὰρ ὅτι περὶ ἀναστάσεως νεκρῶν ὡς ἠρνήσατο τὴν τῆς σαρκὸς ἀνάστασιν, ἀπὸ Ὠριγένους τὰς προφάσεις εἰληφὼς ἢ ἀφ' ἑαυτοῦ τῆς διανοίας τοῦτο ἐξεμέσας. οὐ παραδέχεται οὗτος γάμον, φάσκων εἶναι τοῦτο παλαιᾶς διαθήκης. τοὺς μὲν γὰρ περὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωυσέα καὶἈαρὼν καὶ πάντας τοὺς ἁγίους, Ἠσαΐαν καὶ Ἰερεμίαν, ὁμοίως δέχεταικαὶ προφήτας ἡγεῖται, καὶ συγκεχωρῆσθαί φησιν ἐν τῇ παλαιᾷ διαθήκῃ 3.134 τῷ γάμῳ συνάπτεσθαι, ἀπὸ δὲ τῆς ἐνδημίας τοῦ Χριστοῦ μηκέτι δεῖν τὸν γάμον παραδέχεσθαι, μήτε δύνασθαι