398
αὐτὸν κληρονομεῖν βασιλείαν οὐρανῶν. τί γάρ, φησίν, ἦλθε ποιεῖν καινὸν ὁ λόγος; ἢ τί καινὸν ἦλθε κηρῦξαι ὁ μονογενὴς καὶ κατορθῶσαι; εἰ μὲν γὰρ περὶ φόβου θεοῦ, τοῦτο εἶχεν ὁ νόμος· εἰ δὲ περὶ τοῦ γάμου, κεκηρύχασιν αἱ γραφαί· εἰ δὲ περὶ φθόνου καὶ πλεονεξίας καὶ ἀδικίας, ταῦτα πάντα περιεῖχεν ἡ παλαιὰ διαθήκη. ἓν δὲ μόνον τοῦτο κατορθῶσαι ἦλθε, τὸ τὴν ἐγκράτειαν κηρῦξαι ἐν τῷ κόσμῳ καὶ ἑαυτῷ ἀναλέξασθαι ἁγνείαν καὶ ἐγκράτειαν· ἄνευ δὲ τούτου μὴ δύνασθαί τινα ζῆν. 2. Τὰς δὲ προφάσεις τούτων πανταχόθεν ἀναλέγεται, ὡς ὅταν εἴπῃ ὅτι «καὶ τὸν ἁγιασμὸν ὑμῶν, οὗ χωρὶς τὸν θεὸν οὐδεὶς ὄψεται». ἐὰν δὲ εἴπωσιν αὐτῷ· πῶς ὁ ἀπόστολος ἔφη «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός», * καὶ εὐθὺς ἐπιφέρει αὖθις λέγων *, ὑπερβὰς δὲ ὀλίγον λέγει ὅτι «ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου πῶς ἀρέσει τῷ κυρίῳ καὶ ἡ παρθένος· ἡ δὲ γαμήσασα μεριμνᾷ πῶς ἀρέσει τῷ ἀνδρί, καὶ μεμέρισται». εἰ τοίνυν ἔστι μερισμός, πῶς δύναται ὅπου μερισμὸς ἐπὶ τὸ αὐτὸ κοινωνῆσαι; καὶ εἰ θεῷ οὐκ ἀρέσκει, ἀλλὰ τῷ ἀνδρί, πῶς δύναται παρὰ θεῷ κεκτῆσθαι τὴν κληρονομίαν; «διὰ γὰρ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω», φησὶν ὁ ἀπόστολος οὐκ ἐπαινῶν, φησί, γάμον μετὰ τὴν παρουσίαν, ἀλλὰ συμβαστάζων, ἵνα μὴ εἰς περιττὸν ὄλεθρον ἐμπέσωσιν. «εἰσὶ γὰρ εὐνοῦχοι οἱ ἑαυτοὺς εὐνουχίσαντες διὰ τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ «θέλω, φησί, πάντας εἶναι ὡς ἐμαυτόν», καὶ «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, πέντε μωραῖς καὶ πέντε φρονίμοις»· φρόνιμοι παρθένοι, μωραὶ παρθένοι, πλὴν παρθένοι, βασιλείᾳ οὐρανῶν ἀπεικάζονται, καὶ οὐκ εἶπεν ἔγγαμοι. πολλὰ δὲ τοιαῦτα ἑαυτῷ ἐπισωρεύει, ἵνα δῆθεν παρεκβάλῃ γάμον. Οὐ δέχεται δὲ τοὺς παῖδας τοὺς τελευτῶντας πρὸ γνώσεως, ἀλλ' ἀποβάλλει αὐτοὺς τῆς νομιζομένης ἐλπίδος. φάσκει γὰρ τούτους μὴ κλη3.135 ρονομεῖν βασιλείαν οὐρανῶν, ἐπειδή, φησίν, οὐκ ἠγωνίσαντο. «ἐὰν γὰρ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ·» εἰ γὰρ καὶ ὁ ἀθλῶν οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως, πόσῳ γε μᾶλλον οἱ μηδέπω εἰς ἀγῶνα κεκλημένοι; οὐ πιστεύει δὲ πάλιν οὗτος παράδεισον εἶναι αἰσθητόν, ὥσπερ ἀμέλει καὶ Ὠριγένης, οὐδέ, ὡς ἔφην, νεκρῶν ἀνάστασιν τὴν διὰ σαρκός, ἀλλ' ἀνάστασιν μὲν νεκρῶν λέγει, ἀνάστασιν δὲ τὴν τῶν ψυχῶν καὶ πνευματικήν τινα φάσκων μυθολογίαν. οὐδεὶς δὲ μετ' αὐτῶν συνάγεται, ἀλλὰ εἰ εἴη παρθένος ἢ μονάζων ἢ ἐγκρατὴς ἢ χήρα. περὶ δὲ τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οὐ φάσκει κατὰ τὸν Ὠριγένην, ἀλλὰ πιστεύει ὄντως τὸν υἱὸν ἐκ πατρὸς γεγεννημένον, 3. καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐκ πατρὸς εἶναι δέχεται. φάσκει δὲ οὗτος, ὡς ἄνω μοι ἐν τῇ τῶν Μελχισεδεκιανῶν αἱρέσει δεδήλωται, περὶ τοῦ ἁγίου πνεύματος ὅτι αὐτός ἐστιν ὁ Μελχισεδέκ, διὰ τό, φησίν, εἰρηκέναι τὸν ἀπόστολον ὅτι «ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις ὑπὲρ ἡμῶν». καὶ τίς ἐστιν οὗτος, ἀλλὰ ὁ «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ, ὃς μένει ἱερεὺς εἰς τὸ διηνεκές»; τὸ δὲ «ἱερεὺς εἰς τὸ διηνεκές» διὰ τὸ ὑπερεντυγχάνειν. τοῦτο δὲ τὸ πνεῦμα συνηντηκέναι τῷ Ἀβραὰμ κατ' ἐκεῖνο καιροῦ, ἐπειδὴ γὰρ ὅμοιόν ἐστι τῷ υἱῷ. καὶ διὰ τοῦτο, φησίν, λέγει ὁ ἀπόστολος «ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος»· ἀμήτωρ, φησίν, ὅτι οὐκ ἔχει μητέρα· ἀπάτωρ, φησίν, ὅτι ἐπὶ γῆς οὐκ ἔσχε πατέρα, «ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». καὶ πολλὰ φλυαρῶν περὶ τοῦ ἁγίου πνεύματος διεξῆλθε περὶ τούτου πολλὴν πραγματείαν. βούλεται δὲ τὴν τελείαν αὐτοῦ σύστασιν ποιεῖσθαι ἀπὸ τοῦ Ἀναβατικοῦ Ἠσαΐου, δῆθεν ὡς ἐν τῷ Ἀναβατικῷ λεγομένῳ ἔλεγεν ἐκεῖσε ὅτι «ἔδειξέ μοι ὁ ἄγγελος περιπατῶν ἔμπροσθέν μου, καὶ ἔδειξέ μοι καὶ 3.136 εἶπε· τίς ἐστιν ὁ ἐν δεξιᾷ τοῦ θεοῦ; καὶ εἶπα· σὺ οἶδας, κύριε· λέγει· οὗτός ἐστιν ὁ ἀγαπητός. καὶ τίς ἐστιν ὁ ἄλλος ὁ ὅμοιος αὐτῷ ἐξ ἀριστερῶν ἐλθών; καὶ εἶπα· σὺ γινώσκεις. λέγει· τοῦτό ἐστιν τὸ ἅγιον πνεῦμα τὸ λαλοῦν ἐν σοὶ καὶ ἐν τοῖς