399
προφήταις. καὶ ἦν, φησίν, ὅμοιον τῷ ἀγαπητῷ.» ἐκ τούτου βούλεται συνιστᾶν τὸ εἰρημένον «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». Πόσα τοίνυν δυνήσεται ὁ ἡμέτερος νοῦς καὶ περὶ τούτου διαλαμβάνειν πρὸς ἀντίθεσιν τῆς αὐτοῦ πολλῆς παραπεποιημένης διανοίας; οὗτος δὲ γηραλέος ἐτελεύτα. συνεγράψατο δὲ Ἑλληνικῶς τε καὶ Αἰγυπτιακῶς, ἐξηγησάμενος καὶ συντάξας περὶ τῆς ἑξαημέρου, μύθους τινὰς πλασάμενος καὶ κομπώδεις ἀλληγορίας. εἰς ἄλλα δὲ πόσα ἀπὸ τῆς γραφῆς συνέταξε, ψαλμούς τε πολλοὺς νεωτερικοὺς ἐπλάσατο. ἐμψύχων τε πολλοὶ ἐξ αὐτῶν οὐ μετέχουσι † τῶν ἀληθινῶν αὐτῶν τοῦ δόγματος. ὁ δὲ Ἱερακᾶς αὐτὸς τῷ μὲν ὄντι πολλὴν εἶχε τὴν ἄσκησιν, οἱ δὲ μετ' αὐτὸν αὐτοῦ μαθηταὶ καθ' ὑπόκρισιν· ἐκεῖνος μὲν ἀπείχετο πάντων βρωμάτων καὶ ἠσκεῖτο καὶ ἀπὸ οἴνου· φασὶ δέ τινες περὶ αὐτοῦ ὅτι ὑπὲρ ἐνενήκοντα ἔτη βιώσας ἕως τῆς ἡμέρας ἧς ἐτελεύτα ἐκαλλιγράφει καλλιγράφος γὰρ ἦν· ἔμενε γὰρ αὐτοῦ συνεστὼς ὁ ὀφθαλμός. 4. Φέρε δὲ διασκοπήσωμεν καὶ τὰ τούτου ζιζάνια· ποίᾳ διανοίᾳ λόγου θεϊκοῦ συνάψωμεν καὶ ἐξαφανίσωμεν τὸ ἰοβόλον τοῦτο ἑρπετόν, σκορπίου δίκην ἔμπροσθεν καὶ κατόπιν παῖον, ἀπὸ δύο διαθηκῶν ἑαυτῷ ἐπισωρεῦον τὰ πρὸς βλάβην, οὐχ ὡς ἔχουσιν οἱ θεῖοι λόγοι, ἀλλ' ὡς ἡ παραπεποιημένη αὐτοῦ ἔννοια τὰ φωτεινὰ σκοτεινῶς διενοεῖτο; οὐ μεμπτὸν γὰρ τὸ μέλι οὔτε πικρότατον, οὐδὲ αἱ ἐδωδαὶ ἐκ θεοῦ ἐκτισμέναι αἱ καλλίους, διδόμεναι δέ τινι πυρέττοντι πικραὶ ἐν τῷ στόματι αὐτοῦ φαίνονται, οὐ τῶν ἡδέων πεπικραμμένων, ἀλλὰ τοῦ γεύματος τοῦ πυρέττοντος πικράναντος τὰ αὐτῷ διδόμενα. οὕτω καὶ πᾶς τις ἀπὸ τῆς ἀληθείας πεσὼν οὐκ ἀπὸ τῆς ἀληθείας ἠπάτηται, ἀλλὰ τὴν ἀλήθειαν πικροῖς διανοήμασιν ἐγεύσατο, καὶ εἰς πικρίαν αὐτῷ μετεβλήθη. ἴδωμεν δέ, περὶ τῶν παίδων, τί εἴπωμεν, περὶ τῶν ἀποκτανθέντων εὐθὺς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας διὰ Χριστόν; ἆρα βασιλείας οὐρανῶν εἰσιν ἀμέτοχοι οἱ τοιοῦτοι ἢ μετέχουσι; μετέχουσι μὲν οὖν ὄντες ἄμεμπτοι. εἰ γὰρ οὐκ εἰσὶ μέτοχοι, ἄρα παραίτιος αὐτῶν ὁ κύριος γεγένηται· δι' αὐτὸν γὰρ ἀπεκτάνθησαν. 3.137 εἰ δὲ ἀπεκτάνθησαν δι' αὐτόν, μὴ φθάσαντες ἀγωνίσασθαι μήτε λαβεῖν τὸ βραβεῖον, ἄρα ἡ αὐτοῦ παρουσία γενομένη εἰς σωτηρίαν, μᾶλλον εἰς βλάβην τῷ κόσμῳ γέγονεν, ἐπειδὴ γὰρ αἰτία γέγονε τοῦ ἄωρα τὸν βίον τὰ βρέφη μεταλλάττειν, τιμωρηθέντα καὶ βασιλικῇ ἀπειλῇ ὑποπεσόντα, τοῦ μὴ φθάσαι εἰς ἀγῶνα, ὅπως κομίσωνται τὰ βραβεῖα. Ἴδωμεν δὲ καὶ ἄλλας θεωρίας. κάλει μοι Σαλομῶντα τὸν μακάριον καὶ σοφώτατον πρὸς ἔλεγχον τοῦ Ἱερακᾶ τούτου. δεῦρο, προφητῶν μακαριέστατε, «ὁ λαβὼν παρὰ κυρίου χύμα καρδίας καὶ σοφίας, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης», τί ἂν περὶ τῶν παίδων φρονοίης; καὶ φησί «γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὔτε ἀριθμῷ ἐτῶν μεμέτρηται. πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος, γενόμενος ἄμεμπτος θεῷ ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. ἡρπάγη, μὴ ἡ κακία αὐτοῦ ἀλλάξῃ σύνεσιν, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» καὶ ὅτι μὲν οὖν περὶ παίδων λέγει ἑξῆς ἐπιφέρει λέγων «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν χρόνους μακρούς», ἵνα εἴπῃ, τελευτήσας νέος ἐπλήρωσε χρόνους μακρούς. «ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας.» καὶ τῷ Ἰερεμίᾳ φησὶν ὁ κύριος «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν σε ἐκ μήτρας, ἡγίακά σε». 5. Ἴδωμεν δὲ αὐτὸν τὸν σωτῆρα, τὸ ἀψευδὲς στόμα, τὸ γινῶσκον τὰ πάντα· δεῦρο, κύριε, βοήθει τῇ διανοίᾳ ἡμῶν, ἔλεγξον δὲ τὸν Ἱερακᾶν καὶ τὴν αὐτοῦ προπέτειαν. «προσῆλθον αὐτῷ» φησι «τὰ παιδία, ἵνα θῇ χεῖρας ἐπ' αὐτὰ καὶ εὐλογήσῃ. οἱ δὲ μαθηταὶ ἀπωθοῦντο αὐτὰ καὶ ἐκώλυον. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με·