400
τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» καὶ ἵνα μὴ μόνον παιδαρίων νοηθῇ ἡ βασιλεία τῶν οὐρανῶν καὶ οὐχὶ ἐπὶ πᾶσαν ἡλικίαν *, ἀπ' αὐτῶν μὲν τὴν ἀρχὴν ποιεῖται, τοῖς δὲ ὁμοίοις αὐτῶν δεδώρηται μετ' αὐτῶν ἔχειν τὴν κληρονομίαν. εἰ γὰρ οἱ κατ' αὐτοὺς βασιλεύειν ἔχουσι, πόσῳ γε μᾶλλον οἱ ἀρχέτυποι τῶν κατ' αὐτοὺς ὑπαρχόντων; καὶ πέπτωκεν αὐτοῦ ὁ μυθώδης λόγος. πάντας γὰρ ἐλεᾷ ὁ κύριος. «φυλάσσων γὰρ τὰ νήπια ὁ κύριος», καὶ «αἰνεῖτε, παῖδες, κύριον», 3.138 καὶ τὰ παιδία ἐκήρυξαν «ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», καὶ «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον». καὶ πόσα ἐστὶ τὰ τοιαῦτα. 6. Περὶ δὲ σαρκὸς ἀναστάσεως, πῶς οὐχὶ σαρκὸς ἔσται ἀνάστασις, ὦ ἐθελόσοφε Ἱερακᾶ; αὐτὴ γὰρ ἡ ὀνομασία τῆς φράσεως δείκνυσι τὴν δύναμιν. ἀνάστασις γὰρ οὐ καλεῖται τοῦ μὴ πεπτωκότος. ποῖον δέ ἐστι τὸ πεσόν; ποῖον τὸ ταφέν; ποῖον τὸ λυθὲν ἀλλ' ἢ τὸ σῶμα, καὶ οὐχ ἡ ψυχή; ψυχὴ τοίνυν οὐ πίπτει, οὔτε θάπτεται. καὶ πόσα ἔστι περὶ τούτου λέγειν; ψυχῆς γὰρ οὐ καλεῖται ἀνάστασις, ἀλλὰ σῶμά ἐστι τὸ ἐγειρόμενον. περὶ δὲ τῆς ἀναλογῆς, ἧς ἦλθεν ὁ σωτὴρ ἀναλέξασθαι παρθενίαν καὶ ἐγκράτειαν καὶ ἁγνείαν, τίνι οὐκ ἔστι δῆλον ὅτι ἔστιν ἐκλογὴ καὶ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καύχημα * καὶ τοὺς ἐν σεμνῷ γάμῳ· «ἕκαστον γὰρ κατὰ τὸ ἴδιον τάγμα» σῴζειν εἴωθε. πῶς γὰρ οὐκ ἔσται «τίμιος ὁ γάμος» καὶ ἐν θεῷ ἔχων τὴν τῶν οὐρανῶν βασιλείαν, ὁπότε κέκληται ὁ σωτὴρ εἰς γάμους, ἵνα εὐλογήσῃ γάμον; εἰ μὲν γὰρ παρῃτήσατο εἰς γάμον εἰσιέναι, ἄρα γάμου ἦν καταλύτης καὶ οὐκ ἀποδεχόμενος ἕκαστον κατὰ συγγνώμην τῆς αὐτοῦ ἀσθενείας. τίμιος τοίνυν ὁ γάμος, ὅτι αὐτὸς αὐτὸν ὥρισε. διὸ παραγίνεται εἰς γάμον, ἵνα φράξῃ τὰ στόματα τῶν λεγόντων κατὰ τῆς ἀληθείας. ἐκεῖ γὰρ πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας τὸ ὕδωρ οἶνον ποιήσας. ὡς γὰρ ἀνέτειλεν ἀπὸ παρθένου, ἵνα δείξῃ τὸ φῶς ἀπὸ παρθένου ἀνατεῖλαν τῇ οἰκουμένῃ, οὕτω καὶ τὸ πρῶτον σημεῖον εἰς γάμους πεποίηκεν ἐν Κανᾷ τῆς Γαλιλαίας, ἵνα τὴν μὲν παρθενίαν τιμήσῃ διὰ τῆς ἀποκυήσεως καὶ φωτὸς βολῆς τῆς δι' αὐτῆς ἀνατειλάσης, τὸν δὲ σεμνὸν γάμον τιμήσῃ διὰ τῶν θεοσημείων, ἐν τοῖς γάμοις πρῶτον ἐπιτελέσας, τὸ ὕδωρ εἰς ἄκρατον μεταβαλών. ὡσαύτως δὲ εἰ ἀλλότριος ἦν ὁ γάμος, πῶς παραγγέλλει ὁ τῶν ἐθνῶν διδάσκαλος, ὡς λέγει «νεωτέρας χήρας παραιτοῦ. μετὰ γὰρ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ γαμεῖν ἐθέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». τί οὖν φησιν; «ἀλλὰ γαμείτωσαν τεκνογονείτωσαν οἰκοδεσποτείτωσαν». εἰ τοίνυν ταῦτα παραδέχεται, πῶς παρὰ σοί, 3.139 Ἱερακᾶ, ὁ γάμος ἐστὶν ἐκβαλλόμενος μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν; 7. Περὶ δὲ τοῦ Μελχισεδὲκ ὅτι φάσκεις ὅτι αὐτός ἐστι τὸ πνεῦμα· τοίνυν ἦλθε τὸ πνεῦμα καὶ ἔλαβε σάρκα. οὐκέτι οὖν ὁ μονογενὴς μόνος γεγέννηται κατὰ σάρκα, ἀλλὰ καὶ τὸ πνεῦμα. εἰ δὲ γεγέννηται κατὰ σάρκα τὸ πνεῦμα, ἰδού, ἡ Μαρία ἡ γεννήσασα τὸν σωτῆρα· λεγέτω Ἱερακᾶς ποῦ ἐστιν ἡ γεννήσασα τὸ πνεῦμα. καὶ τῷ εἰπεῖν «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές» οὐκέτι περὶ πνεύματος ἁγίου ὁ λόγος. οὐ γὰρ εἶπεν ὅμοιον τῷ υἱῷ τοῦ θεοῦ, ἀλλ' ἀφωμοιωμένον. τὸ δὲ ἀφωμοιωμένον μετέπειτα ἔχει τὴν ἀγωγήν. εἰ δὲ μετὰ τὸν χρόνον τοῦ Ἀβραὰμ τὸ πνεῦμα ἀφομοιοῦται τῷ Χριστῷ, ἄρα οὐκ ἦν ποτε καὶ διὰ τοῦτο ἀφομοιοῦται τῷ υἱῷ τοῦ θεοῦ. καὶ ἀπάτωρ πῶς δύναται εἶναι; εἰ μὲν γὰρ αὐτουπάρχον ἐστὶ τὸ πνεῦμα καὶ οὐκ ἔστιν ἐκ τῆς οἰκείας οὐσίας τῆς θεότητος, εἰκότως ἀπάτωρ δειχθείη. καὶ γὰρ τῷ μὲν ὄντι μονογενὴς ὁ υἱὸς καὶ ἀδελφὸν οὐκ ἔχει, υἱὸς δὲ θεοῦ· ἀλλὰ κἄν τε οὐ λέγομεν τὸ πνεῦμα γεννητόν, ἐπειδὴ μονογενὴς ὁ υἱός, ἀλλὰ πνεῦμα «τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον», φησὶν ὁ Χριστός. τὸ γοῦν ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον, ἀπάτωρ οὐ δύναται εἶναι. κἄν τε εἴπῃ·