401
ἀμήτωρ ἐν οὐρανῷ καὶ ἀπάτωρ ἐπὶ τῆς γῆς-δύναται γὰρ τοῦτο καὶ ἐπὶ τοῦ σωτῆρος λέγεσθαι-πῶς οὖν ἐπὶ τέλει ὁ ἀπόστολος φράζει λέγων «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραὰμ τὸν πατριάρχην». τὸ γὰρ «ἐξ αὐτῶν» ἀκριβείας ἐστὶ δηλωτικόν· ὁπότε γάρ, ἐκ τῶν υἱῶν Ἰσραὴλ μὴ γενεαλογούμενος, ἐξ ἄλλων πάντως ἐθνῶν εἶχε τὴν γενεαλογίαν. διὰ δὲ τὸ μὴ γεγράφθαι τὴν αὐτοῦ μητέρα ἢ πατέρα, ἄλλα ἀντὶ ἄλλων φαντάζονται οἱ συκοφάνται τῆς ἀληθείας. ἡμεῖς δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐν παραδόσεσιν εὕρομεν καὶ τὸν πατέρα. ἦν γὰρ οὗτος τῶν γενῶν Σιδῶνος καὶ τῶν Χαναναίων. διέπεσε τοίνυν ὁ μυθώδης αὐτοῦ λόγος· καὶ μάτην αὐτοῦ καὶ ἡ πολιτεία· οὐ γὰρ τὸ ἀψύχοις ἀρκεῖσθαι μετὰ κακοπιστίας, τοῦτο ζωῆς ἐστι καὶ ἐλπίδος διδασκαλεῖον σωτηρίας. «πάντα», γάρ φησιν, «εἰς δόξαν θεοῦ γινέσθω.» 3.140 8. Ἀλλὰ περὶ τούτων καὶ αὐτόθι ἀρκεῖσθαι ἡγοῦμαι. συνετρίψαμεν γὰρ τοῦ σκορπίου τὰς πτέρυγας, καὶ κατεσπάσαμεν αὐτοῦ τὰς δυνάμεις. ὄφις γὰρ πτερωτὸς οὗτος καὶ σκορπίος, πτέρυγας ἔχων κατὰ πολλοὺς τρόπους καὶ πετόμενος, καὶ μιμούμενος μὲν τῆς ἐκκλησίας τὴν παρθενίαν, οὐκ ἔχων δὲ καθαρὰν τὴν συνείδησιν. ἐπὶ γὰρ τούτῳ καὶ τοῖς ὁμοίοις αὐτοῦ πληροῦται τὸ «κεκαυτηριασμένων τὴν συνείδησιν, καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς εἰς μετάληψιν ἐποίησεν· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ ζῶντος καὶ ἐντεύξεως, ὅτι πάντα καλὰ καὶ ἡδέα, καὶ οὐδὲν ἀπόβλητον παρὰ θεῷ». χλευάζονται δὲ τελειότατα δι' ἃς κέκτηνται ἕκαστος συνεισάκτους γυναῖκας, δι' ἃς εἴωθαν φιλοτιμεῖσθαι ἔχειν εἰς ὑπηρεσίαν. ἀλλὰ καὶ τούτου, ὡς ἔφην, τὰς πτέρυγας κατασπάσαντες καὶ τὴν κεφαλὴν καταθλάσαντες τῷ ξύλῳ τῆς ζωῆς, τουτέστι τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἐπικαλούμενοι αὐτὸν τὸν θεὸν βοηθόν, πρὸς τὴν τῶν λοιπῶν αἱρέσεων ἀντίρρησίν τε καὶ ἀνατροπὴν τῶν παρ' αὐτοῖς ματαίως τῷ κόσμῳ ὑποβαλλομένων. - - - Κατὰ τοῦ Μελιτίου σχίσματος τοῦ Αἰγυπτίου ˉμˉη, τῆς δὲ ἀκολουθίας ˉξˉη. 1. Μελιτιανῶν τι τάγμα ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ὑπάρχει, ἀπὸ Μελιτίου τινὸς ἐπισκόπου ἐν τῇ Θηβαΐδι, γενομένου τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθῆς πίστεως· οὐ γάρ τι μετήλλαττεν ἡ πίστις αὐτοῦ ἐν καιρῷ τινι τῆς ἁγίας καθολικῆς ἐκκλησίας. οὗτος ὁ Μελίτιος σύγχρονος ἦν καὶ συνακμαστὴς τοῦ προειρημένου Ἱερακᾶ τε καὶ καθεξῆς διαδεξάμενος, ὃς ἦν καὶ τοῦ ἁγίου Πέτρου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου 3.141 σύγχρονος. καὶ οὗτοι πάντες ἐπὶ τοῦ διωγμοῦ ἦσαν τοῦ γενομένου ἐπὶ ∆ιοκλητιανοῦ καὶ Μαξιμιανοῦ. ἡ δὲ κατὰ τὸν Μελίτιον ὑπόθεσις τοῦτον ἔσχε τὸν τρόπον. Σχίσμα ἐποίησεν, οὐ μὴν μετηλλαγμένως τὴν πίστιν γεγένηται. οὗτος ἐν καιρῷ τοῦ διωγμοῦ ἅμα Πέτρῳ τῷ ἁγίῳ ἐπισκόπῳ καὶ μάρτυρι καὶ τοῖς ἄλλοις μάρτυσι συλληφθεὶς ὑπὸ τῶν ἐπὶ τούτῳ ὑπὸ τοῦ βασιλέως ἐπιτεταγμένων, τῶν κατ' ἐκεῖνο καιροῦ ἡγεμόνων τῆς Ἀλεξανδρείας καὶ Αἰγύπτου Κουλκιανὸς μὲν ἦν ἔπαρχος τῆς Θηβαΐδος, Ἀλεξανδρείας δὲ Ἱεροκλῆς· καὶ ὁ μὲν Μελίτιος ἐν τῷ δεσμωτηρίῳ καθειργμένος ἦν, αὐτός τε καὶ οἱ προειρημένοι μάρτυρες ἅμα τῷ προειρημένῳ Πέτρῳ τῷ τῆς Ἀλεξανδρείας ἀρχιεπισκόπῳ. ἐδόκει δὲ καὶ ὁ Μελίτιος τῶν τὴν κατὰ τὴν Αἴγυπτον * προήκων καὶ δευτερεύων τῷ Πέτρῳ κατὰ τὴν ἀρχιεπισκοπήν, ὡς δι' ἀντιλήψεως αὐτοῦ χάριν, ὑπ' αὐτὸν δὲ ὢν καὶ ἐπ' αὐτὸν τὰ ἐκκλησιαστικὰ ἀναφέρων. τοῦτο γὰρ ἔθος ἐστί, τὸν ἐν τῇ Ἀλεξανδρείᾳ ἀρχιεπίσκοπον πάσης τε Αἰγύπτου καὶ Θηβαΐδος, Μαρεώτου τε καὶ Λιβύης, Ἀμμωνιακῆς, Μαρμαρίδος τε καὶ Πενταπόλεως ἔχειν τὴν ἐκκλησιαστικὴν διοίκησιν. ἐπεὶ οὖν συλληφθέντες οὗτοι πάντες μαρτυρίου χάριν ἐν τῇ φυλακῇ ἔπραττον, χρόνῳ δὲ ἱκανῷ ἐπέμειναν καθειργμένοι-ἄλλοι δὲ πρὸ αὐτῶν παραδοθέντες ἐμαρτύρησαν καὶ τὸ τέλος τοῦ βραβείου ἀπείληφαν καὶ ἐκοιμήθησαν· οὗτοι δὲ ὡς ἀκραίμονες καὶ μείζους ἐς ὕστερον ἐτηροῦντο-2. καὶ ἐπειδὴ