402
τινῶν μὲν μαρτυρησάντων, ἄλλων δὲ τοῦ μαρτυρίου ἐκπεσόντων, καὶ τὴν ἀθεμιτουργίαν τῆς τῶν εἰδώλων θρῃσκείας πραξάντων, οἳ κατ' ἀνάγκην καὶ θυσιῶν ἐφήψαντο, παραπεσόντες οὖν καὶ θύσαντες καὶ παραβάντες προσῆλθον τοῖς ὁμολογηταῖς τε καὶ μάρτυσιν, ὅπως τύχωσιν ἐλέους διὰ μετανοίας, οἱ μὲν ἀπὸ στρατιωτῶν ὄντες, οἱ δὲ ἀπὸ κληρικῶν ὑπάρχοντες διαφόρου κλήρου, πρεσβυτερίου τε καὶ διακονίας καὶ ἄλλων, κίνησις ἐγένετο ἀνὰ μέσον τῶν μαρτύρων καὶ τάραχος οὐχ ὁ τυχών, 3.142 τῶν μὲν λεγόντων τοὺς ἅπαξ παραπεσόντας καὶ ἀρνησαμένους καὶ ἐν ἀνδρειότητι μὴ παραμείναντας μηδὲ ἀγωνισαμένους μὴ δεῖν ἀξιοῦσθαι εἰς μετάνοιαν, ἵνα μὴ καὶ οἱ ἔτι περιλειφθέντες ἔλαττον φροντίσαντες τῆς ἐπιτιμίας διὰ τὴν τοιαύτην θᾶττον γενομένην αὐτοῖς συγχώρησιν ἐκτραπῶσι, καὶ εἰς ἐπαρνησιθεΐαν καὶ ἀθεμιτουργίαν Ἑλληνισμοῦ ἔλθωσι. καὶ ἦν εὔλογον τὸ παρ' αὐτῶν τῶν ὁμολογητῶν λεγόμενον. ἦσαν δὲ οἱ τοῦτο λέγοντες Μελίτιος καὶ Πηλεὺς καί τινες ἄλλοι πλείους τῶν μαρτύρων καὶ ὁμολογητῶν ἅμα αὐτοῖς. ζῆλον τοίνυν τὸν ὑπὲρ θεοῦ ἀναδεδειγμένοι δῆλον ὅτι † ἔπασχον ταῦτα λέγοντες. ἔφασκον δέ, εἰ ἄρα μετὰ τὸ παύσασθαι τὸν διωγμὸν μετὰ χρόνον ἱκανὸν δίδοσθαι τοῖς προειρημένοις μετάνοιαν ἐν καιρῷ γενομένης εἰρήνης, ἐὰν ἐπ' ἀληθείας μετανοήσωσι καὶ καρπὸν τῆς μετανοίας αὐτῶν ἐπιδείξωνται, οὐ μὴν ἵνα ἕκαστος δεξιωθῇ ἐν τῷ ἰδίῳ κλήρῳ, ἀλλὰ μετὰ χρόνου διάστημα συνάγεσθαι ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν τῇ κοινωνίᾳ, ἐν τῷ τάγματι δὲ τῶν λαϊκῶν καὶ οὐκ ἐν κλήροις. καὶ ἦν φιλάληθες καὶ ζήλου πλῆρες τοῦτο. 3. Ὁ δὲ ἁγιώτατος Πέτρος, εὔσπλαγχνος ὢν καὶ ὡς πατὴρ πάντων ὑπάρχων, ἐδέετο καὶ καθικέτευε λέγων· δεξώμεθα αὐτοὺς μετανοοῦντας καὶ τάξωμεν αὐτοῖς μετάνοιαν εἰς τὸ παρακαθέζεσθαι τῇ ἐκκλησίᾳ, καὶ μὴ ἀποστρέψωμεν αὐτοὺς μήτε τῶν κλήρων ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν λόγος περιέχει, μή ποτε εἰς αἰσχύνην αὐτοῖς γένηται καὶ διὰ παρολκὴν τοῦ χρόνου οἱ ἅπαξ ἀπὸ ἀνανδρίας καὶ ἀσθενείας ὑπὸ διαβόλου ἐπισεισθέντες καὶ παρασαλευόμενοι τελείως ἐκτραπῶσι καὶ μὴ ἰαθῶσιν, ὡς κατὰ τὸ γεγραμμένον «μὴ ἐκτραπῆναι τὸ χωλόν, ἰαθῆναι δὲ μᾶλλον». καὶ ἦν μὲν τοῦ Πέτρου ὁ λόγος ὑπὲρ ἐλέους καὶ φιλανθρωπίας καὶ τοῦ Μελιτίου καὶ τῶν ἅμα αὐτῷ ὑπὲρ ἀληθείας καὶ ζήλου. ἐντεῦθεν διὰ τοῦ προσώπου τῆς ἀπὸ ἀμφοτέρων δοκούσης εὐσεβοῦς ὑποθέσεως τὸ σχίσμα γεγένηται, τῶν μὲν τοῦτο φασκόντων, τῶν δὲ τοῦτο. ὅτε γὰρ εἶδεν ὁ 3.143 ἀρχιεπίσκοπος Πέτρος, ὅτι ἀντέστησαν τῇ βουλῇ τῆς αὐτοῦ φιλανθρωπίας οἱ περὶ τὸν Μελίτιον, ζήλῳ θεϊκῷ περισσοτέρως φερόμενοι, καταπέτασμα αὐτὸς ὁ Πέτρος ἐποίησε μέσον τῆς φυλακῆς, ἱμάτιον ἐκπετάσας τουτέστι λωδίκιον εἶτ' οὖν παλλίον καὶ κηρύξας διὰ διακόνου ὅτι οἵτινές εἰσι τῆς ἐμῆς γνώμης παρελθέτωσαν πρός με καὶ οἵτινες τῆς Μελιτίου γνώμης τυγχάνουσι πρὸς Μελίτιον. καὶ διῃρέθη τὸ μὲν πλῆθος ἅμα Μελιτίῳ, ἐπισκόπων τε καὶ μοναχῶν καὶ πρεσβυτέρων καὶ ἄλλων ταγμάτων· ὀλίγοι δὲ παντελῶς ἅμα Πέτρῳ τῷ ἀρχιεπισκόπῳ ἐγίνοντο, ἐπίσκοποί τε καὶ ἄλλοι ὀλίγοι. καὶ λοιπὸν οὗτοι κατ' ἰδίαν ηὔχοντο καὶ οὗτοι κατ' ἰδίαν, καὶ τὰς ἄλλας ἱερουργίας ὡσαύτως ἕκαστος ἰδίᾳ ἐπετέλει. Γίνεται δὲ Πέτρον μαρτυρῆσαι, καὶ ἐτελειώθη ὁ μακάριος, διάδοχον καταλείψας Ἀλέξανδρον ἐν τῇ Ἀλεξανδρείᾳ. αὐτὸς γὰρ διαδέχεται τὸν θρόνον μετὰ τὸν προειρημένον Πέτρον. Μελίτιος δὲ καὶ ἄλλοι πολλοὶ ἐξορισμῷ ὑπέπεσον, ὑπερορισθέντες ἐν τοῖς Φαινησίοις μετάλλοις. καὶ τότε λοιπὸν οἱ συρόμενοι ὄντες ὁμολογηταὶ * ἅμα Μελιτίῳ, καὶ αὐτὸς Μελίτιος ἐν τῇ εἱρκτῇ κατά τε τὴν ὁδοιπορίαν, καθ' ἑκάστην χώραν καὶ καθ' ἕκαστον τόπον διερχόμενος καθίστα κληρικούς, ἐπισκόπους τε καὶ πρεσβυτέρους καὶ διακόνους, καὶ ᾠκοδόμει ἐκκλησίας ἰδίας, καὶ οὔτε οὗτοι τούτοις ἐκοινώνουν οὔτε ἐκεῖνοι τούτοις. ἐπέγραφον δὲ ἕκαστος ἐν τῇ ἰδίᾳ ἐκκλησίᾳ οἱ μὲν ἀπὸ τοῦ Πέτρου διαδεξάμενοι ἔχοντες