403
τὰς οὔσας ἀρχαίας ἐκκλησίας, ὅτι «ἐκκλησία καθολική», οἱ δὲ ἀπὸ Μελιτίου «ἐκκλησία μαρτύρων». ὅθεν καὶ ἐν Ἐλευθεροπόλει καὶ ἐν Γάζῃ καὶ ἐν Αἰλίᾳ παρελθὼν ὁ αὐτὸς Μελίτιος πολλοὺς οὕτως ἐχειροτόνησε. καὶ γέγονεν αὐτὸν χρονοτριβῆσαι ἐν τοῖς προειρημένοις μετάλλοις· ἀλλὰ μεταξὺ ἀπολύονται τῶν μετάλλων οἱ ὁμολογηταί, οἵ τε τοῦ μέρους Πέτρου ἦσαν γὰρ ἔτι πολλοί καὶ οἱ τοῦ Μελιτίου. οὔτε γὰρ ἐν τοῖς μετάλλοις ἀλλήλοις ἐκοινώνουν ἢ συνηύχοντο. γίνεται δὲ τὸν Μελίτιον ἔτι διατρῖψαι ἐν κόσμῳ χρόνον, ὥστε συνακμάσαι καὶ Ἀλεξάνδρῳ τῷ τοῦ Πέτρου διαδόχῳ, τὰ φίλα τε ἔχειν πρὸς αὐτόν· ἐμερίμνα τε τὰ περὶ τῆς ἐκκλησίας καὶ πίστεως. ἔφην γὰρ πολλάκις ὅτι οὐδὲν εἶχεν παρηλλαγμένον. 3.144 4. Αὐτὸς γὰρ οὗτος ὁ Μελίτιος ἐν Ἀλεξανδρείᾳ γενόμενος κἀκεῖσε διατρίβων χρόνον, ἔχων ἰδίαν τὴν σύναξιν σὺν τοῖς ἰδίοις, τὸν Ἄρειον ἐφώρασεν, ἀνενέγκας ἐπὶ τὸν Ἀλέξανδρον, ὡς ἐνηχήθη δὲ τὸν Ἄρειον ἐν ταῖς αὐτοῦ ἐξηγήσεσιν ἔξω τοῦ προκειμένου τῆς πίστεως βεβηκότα. ἦν γὰρ οὗτος ἐν Βαυκάλει τῇ ἐκκλησίᾳ οὕτω καλουμένῃ Ἀλεξανδρείας πρεσβύτερος. καθ' ἑκάστην γὰρ εἷς πρεσβύτερός ἐστιν ἀποτεταγμένος ἦσαν γὰρ πολλαὶ ἐκκλησίαι, νῦν δὲ πλείους καὶ αὐτῷ ἡ ἐκκλησία ἐγκεχείριστο, κἄν τε ἄλλος σὺν αὐτῷ ἦν· ὧν ἕνεκα γενόμενοι ἐν τῷ τόπῳ λέξομεν κατὰ λεπτότητα, ὅτε χρεία περὶ τούτου ἔσται. ἐπεὶ οὖν ἐφώρασε τὸν Ἄρειον σπουδαίως Ἀλέξανδρος, συγκαλέσας ἐπισκόπους καὶ ποιήσας σύνοδον ἐζήτει ἀξιῶν περὶ πίστεως καὶ ἀπαιτῶν τὸν Ἄρειον λόγον περὶ τῆς ἐν αὐτῷ ἐγκισσηθείσης λύμης τῆς κακοδοξίας. ὁ δὲ Ἄρειος οὐ μὴν ἠρνήσατο, ἀλλὰ καὶ μετὰ τετριμμένου προσώπου ὡς εἶχεν οὕτως ἀπεκρίνατο· καὶ ἐξεοῖ μὲν Ἀλέξανδρος αὐτὸν τῆς ἐκκλησίας, ἐξεοῦται δὲ ἅμα αὐτῷ πλῆθος πολύ, οἱ ἀπ' αὐτοῦ κεχραμμένοι παρθενευουσῶν καὶ ἄλλων κληρικῶν. ὁ δὲ Ἄρειος ἀποδράσας ἐπὶ τὴν Παλαιστινῶν στέλλεται τὴν πορείαν, ἐν Νικομηδείᾳ τε ἀνελθὼν κἀκεῖθεν γράψας ἐπιστολὰς Ἀλεξάνδρῳ, οὐχ ὑπερέβαινε τῆς αὐτοῦ κακοδοξίας τὴν μανιώδη διάνοιαν. ἀλλὰ μεταξὺ ὀλίγου τοῦ χρόνου, τοῦ αὐτοῦ Ἀλεξάνδρου τοῦ ἁγίου ἐπισκόπου Ἀλεξανδρείας ἐπιμελησαμένου καὶ κινήσαντος τὸν μακάριον Κωνσταντῖνον, συνεκρότησε σύνοδον ἐν τῇ Νικαίᾳ τῇ πόλει. καὶ ἀναθεματίζεται μὲν ἡ Ἀρείου αἵρεσις· μετὰ δὲ τὸ ἀποθανεῖν αὐτὸν *. τὸ πρῶτον μὲν γὰρ ἠρνεῖτο εἰς πρόσωπον τοῦ μακαρίου βασιλέως Κωνσταντίνου καὶ δι' ὅρκων προσεποιεῖτο εἰρωνείᾳ τὰ τῆς ὀρθοδοξίας ῥήματα. φήσαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὅτι εἰ μὲν 3.145 δικαιότατα ἀπόμνυσαι, πιστωθείη ὁ σὸς ὅρκος, καὶ ἀθῷος ἔσῃ· εἰ δὲ δολίως, ὁ θεός, καθ' οὗ ὤμοσας, ποιήσαι τὴν κατὰ σοῦ ἐκδικίαν. ὅπερ οὐκ εἰς μακρὰν αὐτῷ γέγονεν, ὡς ὕστερον ἐροῦμεν. συμπράττων τοίνυν οὗτος ὁ Ἄρειος Εὐσεβίῳ τῷ ἐπισκόπῳ Νικομηδείας τὰ αὐτὰ αὐτῷ φρονοῦντι προσηνέχθη τῷ αὐτῷ βασιλεῖ ὡς δῆθεν ἀρνούμενος καὶ ἀναθεματίζων τὴν αὐτοῦ αἵρεσιν. ὅθεν κελεύει καὶ ἐπιτρέπει Εὐσεβίῳ τὸν αὐτὸν συνάξαι ἐν Κωνσταντινουπόλει ἐπὶ Ἀλεξάνδρου ἐπισκόπου, ὁμωνύμου τοῦ ἐν Ἀλεξανδρείᾳ ἐπισκόπου, ὄντος δὲ ἐπισκόπου Κωνσταντινουπόλεως. 5. Ἤδη δὲ ὁ μακαρίτης Ἀλέξανδρος ὁ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴντελευτὴν Μελιτίου τοῦ προειρημένου ὁμολογητοῦ ζῆλον ἀνειληφὼς κατὰ τοῦ σχίσματος τῆς ἐκκλησίας πάντῃ τοὺς ἰδίᾳ συνάγοντας ὑπὸ δὲ Μελιτίου καταλειφθέντας ἐδόκει ταράσσειν τε καὶ συνέχειν βιάζεσθαί τε ὅπως μὴ ἀφηνιάσωσι τῆς μιᾶς ἐκκλησίας. οἱ δὲ μὴ βουλόμενοι ἐτάραττον καὶ ταραχὰς ἐνήργουν. ἐκ τούτου πιεζόμενοι καὶ συνεχόμενοι ὑπὸ τοῦ μακαρίου Ἀλεξάνδρου ἐπιχειροῦσί τινες ἐξ αὐτῶν ἀκραίμονες καὶ τὰ πρωτεῖα ἀποφερόμενοι ἔν τε εὐσεβείᾳ καὶ ἐν βίῳ καὶ στέλλονται ἐπὶ τὸ κομητάτον ἐντυχίας ἕνεκα, τοῦ ἐντυχεῖν καὶ ἀνεθῆναι τοῦ συνάγειν ἰδίᾳ καὶ μὴ κωλύεσθαι. ἦν δὲ Παφνούτιός τις μέγας ἀνὴρ ἀναχωρητὴς καὶ αὐτὸς υἱὸς ὁμολογητρίας τυγχάνων παραψάμενός τε καὶ αὐτὸς ποσῶς