404
τῆς ὁμολογίας, Ἰωάννης τε ἐπίσκοπος τῶν αὐτῶν, ἀνὴρ καὶ αὐτὸς τιμιώτατος, Καλλίνικός τε ὁ ἐν Πηλουσίῳ ἐπίσκοπος καὶ ἄλλοι τινὲς οἱ τοῦτο ποιησάμενοι· οἵτινες ἀπελθόντες καὶ ἐντυχόντες τῷ βασιλεῖ ἀπετρέποντο καὶ ἐξεβάλοντο. οἱ γὰρ ἐν τῷ παλατίῳ ἀκούσαντες Μελιτιανῶν ὄνομα, καὶ ἀγνοοῦντες τί ἂν εἴη τὸ τοιοῦτον, οὐ συνεχώρουν αὐτοῖς ἐντυχεῖν τῷ βασιλεῖ. 6. Καὶ ἐν τούτῳ συμβέβηκε χρονοτριβῆσαι τοὺς περὶ Παφνούτιον καὶ Ἰωάννην καὶ τοὺς λοιποὺς ἐπὶ τὰ μέρη τῆς Κωνσταντινουπόλεως καὶ Νικομηδείας. τότε δὲ φιλιοῦνται ἐπισκόπῳ Νικομηδείας τῷ Εὐσεβίῳ καὶ ἀναφέρουσιν αὐτῷ τὰ κατὰ τὴν αὐτὴν ὑπόθεσιν ᾔδεισαν γὰρ αὐτὸν 3.146 πρὸς τὸν βασιλέα Κωνσταντῖνον παρρησίαν ἔχειν ἀξιοῦσί τε αὐτὸν δι' αὐτοῦ τῷ βασιλεῖ γνωρισθῆναι. ὁ δὲ μετὰ τὸ ὑποσχέσθαι αὐτοὺς ἀνοίσειν τῷ βασιλεῖ καὶ ποιῆσαι αὐτοῖς τὸ πρᾶγμα τῆς δεήσεως, αἰτεῖται παρ' αὐτῶν τὸ αἴτημα τοῦτο, ὅπως δέξωνται Ἄρειον μετ' αὐτῶν εἰς κοινωνίαν, δῆθεν προσποιητῶς αὐτὸν καὶ εἰρωνείᾳ μετανοοῦντα. οἱ δὲ ὑπισχνοῦνται αὐτῷ· καὶ ἐντεῦθεν προσφέρει αὐτοὺς τῷ βασιλεῖ, καὶ τὰ κατ' αὐτοὺς Εὐσέβιος ἀναδιδάσκει καὶ συγχωρεῖται τοῖς Μελιτιανοῖς ἔκτοτε καθ' ἑαυτοὺς συνάγειν καὶ μὴ ὑπό τινων ὀχλεῖσθαι. ὡς εἴθε μᾶλλον οἱ αὐτοὶ οἱ τὴν ἀκροδικαιοσύνην τῆς ἀληθείας ἀναδεδεγμένοι Μελιτιανοὶ μετὰ τῶν παραπεσόντων μετὰ μετάνοιαν ἐκοινώνησαν ἤπερ Ἀρείῳ καὶ τοῖς ἀπ' αὐτοῦ. γέγονε γὰρ αὐτοῖς τοῦτο κατὰ τὴν παροιμίαν ὅτι φεύγοντες τὸν καπνὸν εἰς πῦρ ἐνέπεσον. οὔτε γὰρ Ἄρειος ἠδύνατο ἔχειν στάσιν καὶ παρρησίαν, εἰ μὴ διὰ τῆς τοιαύτης ὑποθέσεως, ἥτις γέγονεν αὐτοῖς καὶ εἰς δεῦρο κακὴ συνάφεια. συνεμίγησαν γὰρ οἱ καθαρεύοντές ποτε καὶ ἀκροδίκαιοι τῇ πίστει Μελιτιανοὶ μετὰ τῶν τοῦ Ἀρείου μαθητῶν. καὶ οἱ πλείους μὲν ἤδη ἐχράνθησαν τῇ τοῦ Ἀρείου κακοπιστίᾳ, ἀπὸ τῆς πίστεως ἐκτραπέντες ἐν τούτοις τοῖς χρόνοις· τινὲς δὲ εἰ καὶ ἔμειναν ἔχοντες τὴν ἀληθινὴν πίστιν, ἔχουσι μέν, οὐ μὴν δέ εἰσιν ἀπηλλαγμένοι τῆς βορβορώδους ῥυπαρίας διὰ τὴν πρὸς τὸν Ἄρειον καὶ Ἀρειανοὺς κοινωνίαν. ἀπὸ δὲ τῆς προειρημένης ὑποθέσεως ἔσχεν ἡ πρὸς τούτους συνάφεια Μελιτίου τε καὶ Μελιτιανῶν προφάσεις. Ἀλλὰ μεταξὺ ὀλίγου χρόνου καθὼς γὰρ ὑπεσχόμην εἰπεῖν τὴν ὑπόθεσιν ἐνταῦθα διηγήσομαι ἀναγκαζομένου Ἀλεξάνδρου τοῦ τῆς Κωνσταντινουπόλεως ἐπισκόπου συνάξαι τὸν Ἄρειον καὶ αὐτοῦ εὐχομένου καὶ στενάξαντος καὶ κλίναντος τὰ γόνατα περὶ ὥραν ἐνάτην τῷ σαββάτῳ ἐνώπιον τοῦ θυσιαστηρίου, τοῦ Εὐσεβίου λέγοντος ὅτι εἰ μὴ βουληθείης ἑκὼν τοῦτον αὐτὸς συνάξαι, ἄκοντός σου σὺν ἐμοὶ εἰσελεύσεται τῇ αὔριον ἡμέρᾳ, κυριακὴ δὲ ἐπέφωσκεν-ὡς δὲ ἔφην εὐξαμένου τοῦ Ἀλεξάνδρου καὶ δεηθέντος τοῦ κυρίου ἡμῶν ἢ αὐτὸν ἐπᾶραι, ἵνα μὴ συμμολυνθῇ τῷ Ἀρείῳ τῷ κατὰ τοῦ κυρίου βλασφημήσαντι, ἢ ποιῆσαι παράδοξόν τι, ὡς εἴωθεν ἐν γενεᾷ καὶ γενεᾷ παραδοξοποιεῖν, οὐκ εἰς μακρὰν ἡ εὐχὴ τοῦ ἁγίου ἐπληροῦτο. κατὰ τὰς νύκτας εἰσελθὼν ὁ Ἄρειος εἰς θᾶκον πρὸς τὸ 3.147 τὰς αὐτοῦ χρείας παρασκευασθῆναι, ἐλάκησε, καθάπερ καὶ Ἰούδας ποτέ. καὶ οὕτως τὸ τέλος αὐτοῦ γέγονεν ἐν τόπῳ δυσώδει τῆς ἀκαθαρσίας. 7. Μετὰ δὲ τοῦτον τὸν χρόνον λοιπὸν ἐκαττύετο παρὰ τῶν τούτου μαθητῶν τὰ κατὰ τὴν συσκευὴν τῆς ἐκκλησίας. ἐτελεύτα δὲ Ἀλέξανδρος ὁ Ἀλεξανδρείας μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον. οὐ παρῆν δὲ Ἀθανάσιος μετὰ τὸν θάνατον Ἀλεξάνδρου· διάκονος γὰρ ἦν κατ' ἐκεῖνο καιροῦ ὑπὸ Ἀλέξανδρον καὶ ἀπεστάλη ὑπ' αὐτοῦ εἰς τὸ κομητάτον. Ἀλεξάνδρου δὲ ἐντειλαμένου μηδένα κατασταθῆναι, εἰ μὴ Ἀθανάσιον, ὡς αὐτός τε καὶ οἱ τοῦ κανόνος ἐμαρτύρουν καὶ πᾶσα ἡ ἐκκλησία, λαβόμενοι καιροῦ οἱ κατὰ Μελίτιον ἐπίσκοπον τῆς Αἰγύπτου, ἐπισκόπου μὴ παρόντος τῆς Ἀλεξανδρείας οὐ γάρ ποτε ἡ Ἀλεξάνδρεια δύο ἐπισκόπους ἔσχεν, ὡς αἱ ἄλλαι πόλεις, καθιστῶσι τοίνυν ἀντὶ Ἀλεξάνδρου Θεωνᾶν τινα ὀνόματι, ὃς μῆνας τρεῖς