405
ποιήσας ἐτελεύτα. καὶ παρεγένετο Ἀθανάσιος μετ' οὐ πολὺ μετὰ τὴν τελευτὴν Θεωνᾶ. καὶ ἐκ πανταχόθεν συνεκροτήθη ὀρθοδόξων σύνοδος. καὶ οὕτως κατάστασις γέγονεν αὐτοῦ καὶ ἀπεδόθη αὐτῷ ὁ θρόνος τῷ ἀξίῳ καὶ ᾧ ἦν ἡτοιμασμένος κατὰ τὴν θεοῦ βούλησιν καὶ κατὰ τὴν τοῦ μακαρίου Ἀλεξάνδρου μαρτυρίαν τε καὶ ἐντολήν. Ἐντεῦθεν ἄρχεται Ἀθανάσιος βιοφορεῖσθαί τε καὶ λυπεῖσθαι διὰ τὸν μερισμὸν τῆς ἐκκλησίας, τῶν τε Μελιτιανῶν καὶ τῆς καθολικῆς ἐκκλησίας. ἔπειθε, παρεκάλει, καὶ οὐκ ἠνείχοντο· ἠνάγκαζεν, ἐβιάζετο *. ἐπισκεπτόμενος δὲ πολλάκις ἐγίνετο τὰς σύνεγγυς ἐκκλησίας, μάλιστα τὰς κατὰ τὸν Μαρεώτην. καὶ ποτὲ Μελιτιανῶν συναγόντων γέγονεν ἐκ τοῦ πλήθους τοῦ μετὰ Ἀθανασίου διάκονόν τινα ἐπεισελθόντα, μετὰ καί τινων τῶν ἀπὸ τοῦ λαοῦ, κατεᾶξαι κανδήλαν ὡς ἔχει ὁ λόγος καὶ μάχην γενέσθαι. ἐντεῦθεν ἡ κατὰ Ἀθανασίου συσκευὴ γέγονε, τῶν Μελιτιανῶν κατηγορησάντων καὶ συκοφαντησάντων αὐτόν, ἕτερα ἀνθ' ἑτέρων 3.148 λέγοντες, Ἀρειανῶν δὲ συσκευαζομένων καὶ συνεπιδόντων ἑαυτοὺς διὰ τὸν πρὸς τὴν ἁγίαν θεοῦ πίστιν καὶ ὀρθοδοξίαν φθόνον. καὶ ἀνακοινοῦνται τῷ βασιλεῖ Κωνσταντίνῳ. Εὐσέβιος δὲ ἦν, ὁ προειρημένος τῆς Νικομηδείας, ὁ ὑπουργὸς τοῦ παντὸς αὐτῶν συστήματος καὶ συσκευαστὴς τῆς κατὰ τὴν ἐκκλησίαν τε καὶ τὸν πάπαν Ἀθανάσιον βλάβης. οἱ κατήγοροι οὖν προσῆλθον τῷ βασιλεῖ, σκεῦός τι μυστηρίων λέγοντες εἶναι, ὅπερ κανδήλαν τινὲς ἔφασαν ὡς προεῖπον. ἄλλα τέ τινα κατηγόρουν, φάσκοντες πρεσβύτερόν τινα τοῦ Μαρεώτου Ἀρσένιον τετυπτῆσθαι, τούτου τε τὴν χεῖρα μαχαίρᾳ ὑπὸ τῶν τοῦ Ἀθανασίου λαῶν εἴτ' οὖν αὐτοῦ Ἀθανασίου τετμῆσθαι. ἐπεφέροντο γὰρ καὶ χεῖρα ἐν τῷ κομητάτῳ καὶ ἐπεδείκνυον, ἥτις ἦν ἐν γλωσσοκόμῳ. 8. Ταῦτα ὁ βασιλεὺς ἀκούσας αἴρεται μὲν θυμῷ. εἶχε γὰρ ζῆλον θεϊκὸν ὁ μακαρίτης· οὐ μὴν ᾔδει ὅτι συκοφάνται ἦσαν, δι' ὃν προεῖπον ζῆλον τῶν Ἀρειανῶν κατὰ τῆς ὀρθοδοξίας. κελεύει δὲ συγκροτηθῆναι σύνοδον κατὰ τὴν Φοινίκην ἐν Τύρῳ τῇ πόλει. ἐκέλευσε δὲ δικάζειν Εὐσέβιον τὸν Καισαρείας καὶ ἄλλους τινάς· ἦσαν δὲ προσκεκλιμένοι οὗτοι ποσῶς μᾶλλον τῇ τῶν Ἀρειανῶν χυδαιολογίᾳ· καὶ ἐκλήθησαν ἐπίσκοποι τῆς Αἰγύπτου τῆς καθολικῆς καὶ ὑπὸ Ἀθανάσιον ὄντες, ἀκραίμονές τινες ἄνδρες καὶ μείζους καὶ ἐν θεῷ ἔχοντες διαφανῆ τὸν βίον, ἐν οἷς ἦν ὁ μακαρίτης Ποτάμων ὁ μέγας, ὁ τῆς Ἡρακλέους ἐπίσκοπος καὶ ὁμολογητής· ἀλλὰ καὶ οἱ τῶν Μελιτιανῶν, μάλιστα οἱ τοῦ Ἀθανασίου κατηγοροῦντες. ζηλωτὴς δὲ ὢν ὑπὲρ ἀληθείας καὶ ὀρθοδοξίας ὁ προειρημένος Ποτάμων ὁ μακαρίτης, ἐλευθεροστομῶν, ὃς οὐδέποτε εἴληφε πρόσωπόν τινος τὸν ὀφθαλμὸν γὰρ ἐν τῷ διωγμῷ διὰ τὴν ἀλήθειαν ἐτυφλώθη, ἑωρακὼς τὸν Εὐσέβιον καθεζόμενον καὶ δικάζοντα καὶ Ἀθανάσιον ἑστῶτα, καταπονηθεὶς τῇ λύπῃ καὶ δακρύσας, οἷα γίνεται παρὰ τοῖς ἀληθέσιν, ἀπετεί3.149 νατο φωνῇ μεγάλῃ Εὐσεβίῳ λέγων «σὺ καθέζῃ, Εὐσέβιε, καὶ Ἀθανάσιος ἀθῷος ὢν παρὰ σοῦ κρίνεται; τίς ἐνέγκοι τὰ τοιαῦτα; λέγε δέ μοι σύ· οὐ σὺν ἐμοὶ ἦσθα ἐν τῇ φυλακῇ ἐπὶ τοῦ διωγμοῦ; κἀγὼ μὲν ὀφθαλμὸν ἀπεβαλόμην ὑπὲρ ἀληθείας, σὺ δὲ οὔτε φαίνῃ λελωβημένον τι ἔχων ἐν τῷ σώματι οὔτε ἐμαρτύρησας, ἀλλὰ ἕστηκας ζῶν μηδὲν ἠκρωτηριασμένος. πῶς ἀνεχώρησας ἀπὸ τῆς φυλακῆς, εἰ μὴ ὅτι ὑπέσχου τοῖς τὴν ἀνάγκην τοῦ διωγμοῦ ἡμῖν ἐπενέγκασι τὸ ἀθέμιτον πρᾶξαι ἢ ἔπραξας;» ταῦτα ἀκούσας Εὐσέβιος αἴρεται μὲν εἰς ἀγανάκτησιν καὶ ἀναστὰς διέλυσε τὸ δικαστήριον λέγων ὅτι «εἰ ἐνταῦθα ἤλθετε καὶ πρὸς ἡμᾶς τὰ τοιαῦτα ἀντιλέγετε, ἄρα οὖν ἀληθεύουσιν οἱ κατήγοροι ὑμῶν. εἰ γὰρ ὧδε τυραννεῖτε, πολλῷ μᾶλλον ἐν τῇ ὑμῶν πατρίδι». 9. Εἶτα ἐπεχείρησεν Εὐσέβιος καὶ οἱ μετ' αὐτοῦ, καὶ ἀποστέλλουσι δύο τινὰς τῶν ἀπὸ Παννωνίων ἐπισκόπων τὰ Ἀρείου φρονοῦντας, Οὐρσάκιόν τε καὶ Οὐάλεντα, εἴς τε τὴν Ἀλεξάνδρειαν καὶ Μαρεώτην, ἔνθα ἔλεγον γεγενῆσθαι τὰ προειρημένα, τοῦ τε σκεύους