406
καὶ τῶν ἄλλων πραγμάτων τῆς μάχης. οἱ δὲ ἀπελθόντες οὐκ ἐκεῖνα ἀνήνεγκαν ὅσα ἦν ἀληθῆ, ἀλλ' ἕτερα ἀνθ' ἑτέρων † παραχωρήσαντες ἐψεύσαντο καὶ ἐσυκοφάντησαν τὸν μακαρίτην πάπαν Ἀθανάσιον. κἀκεῖνα δὲ ὡς ἀληθῆ ὄντα πλασάμενοι ἐγγράφως ἐνέγκαντες ἀνέφερον ἐπὶ τὴν σύνοδον τῶν περὶ Εὐσέβιον καὶ τοὺς ἄλλους, ὡς εἰσύστερον ἔδειξαν μετανοοῦντες Οὐρσάκιος καὶ Οὐάλης μετὰ λιβέλλων προσελθόντες τῷ μακαρίτῃ Ἰουλίῳ τῷ ἐπισκόπῳ Ῥώμης, ὑπεραπολογούμενοι τοῦ αὐτῶν σφάλματος· ὅτι ἐσυκοφαντήσαμεν τὸν πάπαν Ἀθανάσιον, ἀλλὰ δέξαι ἡμᾶς εἰς κοινωνίαν καὶ εἰς μετάνοιαν. καὶ πρὸς αὐτὸν δὲ τὸν Ἀθανάσιον ταῖς αὐτῶν ἐχρήσαντο ἐγγράφοις διὰ μετανοίας συστάσεσιν. ὁρῶντος δὲ τοῦ πάπα Ἀθανασίου ὄντος ἐν τῇ Τύρῳ βαρεῖαν τὴν τότε συσκευὴν ἐκ πανταχόθεν, πρὶν ἢ εἰσελθεῖν εἰς τὸ δικαστήριον ἢ εἰς πρόσωπον τὰ συκοφαντούμενα ἐξ ἀντικαταστάσεως γένηται, νύκτωρ ἀναχωρήσας ἀνέρχεται πρὸς Κωνσταντῖνον εἰς τὸ κομητάτον καὶ προσφέρει αὐτῷ τὰ κατ' αὐτὸν ἀναδιδάσκων. ὁ δὲ ἔτι 3.150 λύπῃ φερόμενος καὶ νομίζων μή πη ἄρα ἀληθεύουσιν οἱ κατηγορήσαντες, ψεύδεται δὲ ὁ ἀπολογούμενος, ἔτι ἐχαλέπαινε. χαλεπαίνοντος δὲ αὐτοῦ ὁ πάπας Ἀθανάσιος λόγον βαρὺν τῷ βασιλεῖ ἐπετείνετο· ὡς ὅτι δικάσει κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὁποῖα καὶ αὐτὸς συμφωνεῖς τοῖς συκοφαντοῦσι τὴν ἡμετέραν μετριότητα. ἐντεῦθεν συμβαίνει αὐτὸν ἐξορίᾳ ὑποπεσεῖν, ἀπό τε τῶν γραφέντων ἀπὸ τῆς συνόδου τῷ βασιλεῖ ἀπόντος γὰρ αὐτοῦ καθαίρεσιν ποιοῦνται αὐτοῦ, καὶ ἐξ ὧν ὁ βασιλεὺς παροξυνθεὶς πρὸς αὐτὸν ἐλυπεῖτο, καὶ μένει ἐν τοῖς μέρεσι τῆς Ἰταλίας ἐπὶ ἔτεσι πλείω δώδεκα ἢ δεκατέσσαρα. 10. Πολὺς δὲ μετέπειτα ᾄδεται λόγος ὡς Ἀρσένιος, ὁ πάλαι ἐν τεθνεῶσι παρὰ τῶν συκοφαντῶν καταγγελλόμενος καὶ τὴν χεῖρα τετμῆσθαι λεγόμενος, εὕρηται ἐν τοῖς μέρεσι τῆς Ἀραβίας, καὶ ὡς ἀνήγγειλεν ἑαυτὸν ὅλως ὁ Ἀρσένιος τῷ πάπᾳ Ἀθανασίῳ ὄντι ἐν τῇ ἐξορίᾳ· καὶ τοῦ πάπα Ἀθανασίου λεληθότως αὐτὸν μεταστειλαμένου, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα φήμη περιέχει, καὶ αὐτοῦ Ἀρσενίου πρὸς τὸν αὐτὸν μακαρίτην Ἀθανάσιον γενομένου, ὁμοῦ τε ἐπὶ τοῖς περὶ Κώνσταν καὶ Κωνστάντιον τοὺς υἱοὺς Κωνσταντίνου γενομένοις ἅμα ἐλθόντων αὐτῶν. ὁ μὲν Ἀθανάσιος τὸν Ἀρσένιον ἐδείκνυε ζῶντά τε καὶ δύο χεῖρας ἔχοντα, συκοφαντίας τε λοιπὸν οἱ κατήγοροι αἴτιοι οὐ μόνον ηὑρίσκοντο, ἀλλὰ καὶ τυμβωρυχίας, διὰ τήν ποτε περιφερομένην νεκρὰν χεῖρα. ἐντεῦθεν τὸ μὲν πᾶν γελοῖον ἦν καὶ ἔκπληξις τοῦ τοιούτου καὶ τοσούτου δραματουργήματος καὶ ἀπορία τὸ τί ἄν τις εἴποι περί τε τῶν κατηγορησάντων περί τε τοῦ κατηγορουμένου καὶ περὶ τε τῶν ἄλλων πάντων, ἃ κατὰ μέρος βουλόμενος εἰπεῖν πολὺν ἀναλώσω χρόνον. τελευτήσαντος δὲ Κωνσταντίνου, τοῦ πάπα Ἀθανασίου ἐν πολλῇ παρρησίᾳ γενομένου καὶ εὐδοκιμήσει καὶ δεξιώσει ἐπὶ Ῥώμης τε καὶ πάσης Ἰταλίας καὶ πρὸς αὐτὸν τὸν βασιλέα καὶ τοὺς αὐτοῦ παῖδας Κωνστάντιον καὶ Κώνσταν, ἀποστέλλεται ἐκ τῶν δύο βασιλέων, μετὰ τὴν τοῦ μεγάλου Κωνσταντίνου τελευτήν, Κωνσταντίου ὄντος ἐπὶ τῆς Ἀντιοχείας καὶ συνευδοκοῦντος δι' ἰδίων τε καὶ ἐγγράφων ἐπιστολῶν, * παρὰ τῶν τριῶν βασιλέων ἔγνωμεν γρα3.151 φεισῶν τοῖς Ἀλεξανδρεῦσι καὶ αὐτῷ τῷ πάπᾳ Ἀθανασίῳ· καὶ καθέζεται πάλιν εἰς τὸν θρόνον μετὰ τὸν διαδεξάμενον αὐτὸν τὸν ὑπὸ τῶν Ἀρειανῶν πεμφθέντα Γρηγόριον, ὅτε ἦν ἐν τῇ ἐξορίᾳ Ἀθανάσιος. 11. Πάλιν δὲ συνεσκευάσθη πρὸς Κωνστάντιον ἀπὸ τῶν περὶ Στέφανον καὶ ἐξεώθη. καὶ μετέπειτα πάλιν συνεσκευάσθη ἀπὸ τῶν περὶ Λεόντιον τὸν ἀπόκοπον καὶ τῶν ἅμα αὐτοῖς. ἔνθεν ἐγίνετο αὐτὸν ἐκβάλλεσθαι καὶ πάλιν εἰσφέρεσθαι· Γεώργιος γὰρ ὑπὸ Κωνσταντίου ἀποστέλλεται καὶ ὑποχωρεῖ Ἀθανάσιος, κρυβεὶς χρόνον τινά, ἕως ὅτε ὁ Γεώργιος ἀνῃρέθη, ἐν ᾧ χρόνῳ ἐβασίλευσεν Ἰουλιανὸς καὶ εἰς Ἑλληνισμὸν ἐτράπη μετὰ τὴν τελευτὴν Κωνσταντίου. Ἀλεξανδρέων γὰρ μῆνιν