407
τηρησάντων τῷ Γεωργίῳ τοῦτον ἀπέκτειναν, καὶ καύσαντες καὶ τέφραν ποιήσαντες εἰς ἀνέμους ἐσκόρπισαν. ἀποθανόντος δὲ τοῦ Ἰουλιανοῦ ἐν τῇ Περσίδι καὶ διαδεξαμένου τὸ βασίλειον Ἰοβιανοῦ τοῦ μακαρίτου, μετὰ πολλῆς τιμῆς καὶ ἀξιοπίστων γραμμάτων γράψαντος τῷ ἐπισκόπῳ Ἀθανασίῳ καὶ μεταστειλαμένου περιπτυξαμένου τε αὐτὸν καὶ ἀποστείλαντος εἰς τὸν ἴδιον θρόνον, πάλιν ἀπολαβούσης τῆς ἁγίας ἐκκλησίας τὸν ἐπίσκοπον καὶ πρὸς ὀλίγον παρακληθείσης, τελευτήσαντος τοῦ Ἰοβιανοῦ, ἐν τοῖς αὐτοῖς πάλιν ὁ μακάριος Ἀθανάσιος διωγμοῖς καὶ φήμαις καὶ ταραχαῖς ἐφέρετο. οὐ μὴν ἀπὸ τῆς ἐκκλησίας καὶ τοῦ θρόνου μετεκινήθη, Ἀλεξανδρέων δὲ πρεσβευσαμένων ὑπὲρ αὐτοῦ καὶ πάσης τῆς πόλεως ἀξιωσάσης, μετὰ τὸ Λούκιον τὸν καὶ νῦν ὄντα, τὸν Ἀρειανὸν κατασταθῆναι ἐπίσκοπον Ἀλεξανδρείας ἐπὶ ξένης, τάχα δὲ ἐν Ἀντιοχείᾳ καὶ πολλάκις παρακαλέσαντα τὸν βασιλέα Οὐάλεντα ἀποσταλῆναι εἰς τὸν τῆς Ἀλεξανδρείας θρόνον * καὶ αὐτοῦ διὰ τὴν τῶν λαῶν ταραχὴν μὴ βουληθέντος αὐτὸν ἐξεῶσαι. πέρας γ' οὖν ὅτε ἐτελεύτα ὁ πάπας Ἀθανάσιος, ἀπεστάλη Λούκιος, πολλὰ κακὰ ἐνδειξάμενος τῇ τε ἐκκλησίᾳ τῇ τε πόλει τοῖς λαοῖς τοῖς ἐπισκόποις τοῖς κληρικοῖς, τοῖς ὑπὸ Ἀθανάσιον οὖσι καὶ αὐτὸν ἐν ἑκάστῃ ἐκκλησίᾳ ἀποδεξαμένοις, καὶ Πέτρῳ τῷ μετὰ Ἀθανάσιον κατασταθέντι διαδόχῳ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ. 3.152 Ταῦτα ἕως τῆς δεῦρο πέπρακται, τῶν μὲν ἐξορισθέντων, ἐπισκόπων τε καὶ πρεσβυτέρων καὶ διακόνων, ἄλλων δὲ κεφαλικὴν τιμωρίαν ὑποστάντων ἐπὶ τῆς Ἀλεξανδρείας, ἑτέρων δὲ θηριομαχησάντων, παρθενευουσῶν δὲ ἀποκτανθεισῶν καὶ πολλῶν ἄλλων ἀπολομένων. ἐν τούτοις ἔτι δεῦρο φέρεται ἡ ἐκκλησία τοῦ θεοῦ, ἀπὸ τῆς προειρημένης ὑποθέσεως τῶν Μελιτιανῶν καὶ τῶν Ἀρειανῶν, τῶν διὰ τοιούτων τρόπων ἐσχηκότων τὴν στάσιν καὶ τὴν πρόφασιν τοῦ ἐνισχῦσαι τὸ αὐτὸ σύστημα τῆς κακοδοξίας, φημὶ δὲ Ἀρειανῶν. ἐν δὲ τῷ κατὰ Ἀρείου ἐλέγχῳ κατὰ λεπτὸν περὶ πάντων διηγησόμεθα. ὑπερβήσομαι δὲ καὶ ταύτην τὴν ὑπόθεσιν, ἐπὶ δὲ αὐτὴν τὴν τῶν Ἀρειανῶν αἵρεσιν παρελεύσομαι, θεὸν ἐπικαλούμενος βοηθὸν τῷ φοβερῷ τούτῳ καὶ πολυκεφάλῳ ἑρπετῷ πρὸς μάχην πελάζειν παρερχόμενος. Κατὰ τῶν Ἀρειομανιτῶν ˉμˉθ, τῆς δὲ ἀκολουθίας ˉξˉθ. 1. Τούτους τοὺς τῶν περὶ τὸν Μελίτιον καὶ τοῦ ἁγίου Πέτρου Ἀλεξανδρείας ἐπισκόπου χρόνους καθεξῆς διαδέχεται Ἄρειος καὶ οἱ ἀπ' αὐτοῦ Ἀρειανοί, ἐν χρόνοις ἀκμάσας Ἀλεξάνδρου τοῦ ἁγίου ἐπισκόπου, τοῦ διαδόχου Πέτρου, τοῦ καθελόντος τὸν αὐτὸν Ἄρειον διὰ πολλῆς κινήσεως καὶ μεγάλης συνόδου. ἀπεκίνησε γὰρ αὐτὸν καὶ ἐξέβαλε τῆς ἐκκλησίας τε καὶ τῆς πόλεως, ὡς μέγα κακὸν φοιτῆσαν τῷ βίῳ. φασὶν δὲ αὐτὸν Λίβυν τῷ γένει, ἐν Ἀλεξανδρείᾳ δὲ πρεσβύτερον γεγονότα, ὃς προΐστατο τῆς ἐκκλησίας τῆς Βαυκάλεως οὕτω καλουμένης. ὅσαι γὰρ ἐκκλησίαι τῆς καθολικῆς ἐκκλησίας ἐν Ἀλεξανδρείᾳ ὑπὸ ἕνα ἀρχιεπίσκοπον τυγχάνουσιν οὖσαι καὶ κατ' ἰδίαν ταύταις ἐπιτεταγμένοι εἰσὶ πρεσβύτεροι, διὰ τὰς ἐκκλησιαστικὰς χρείας τῶν οἰκητόρων πλησίον ἑκάστης ἐκκλησίας * αὐτῶν, τῶν καὶ ἀμφόδων ἤτοι λαυρῶν ἐπιχωρίως καλουμένων ὑπὸ τῶν τὴν 3.153 Ἀλεξανδρέων κατοικούντων πόλιν. ἐγένετο δὲ οὗτος ὁ Ἄρειος ἐν χρόνοις Κωνσταντίνου τοῦ μεγάλου καὶ μακαρίτου βασιλέως, υἱοῦ Κωνσταντίου γέροντος, γενομένου υἱοῦ Οὐαλεριανοῦ βασιλέως, τοῦ καὶ αὐτοῦ συμβασιλεύσαντος ∆ιοκλητιανῷ καὶ Μαξιμιανῷ καὶ τοῖς ἄλλοις. πάντες δὲ τὸν Κωνσταντῖνον, τὸν πατέρα τῶν περὶ Κωνστάντιον καὶ Κώνσταν καὶ Κρίσπον, ἴσασιν ἐκθειαζόμενον ἐν Χριστιανισμῷ καὶ πίστει τῇ τῶν πατέρων ἀποστολικῇ τε καὶ προφητικῇ, ἐν ταῖς ἐκκλησίαις ἕως αὐτοῦ τοῦ Ἀρείου μὴ νοθευθείσῃ. συμβέβηκε δὲ τοῦτον ἀποσχίσαι πλῆθος. 2. Τὸν δὲ Ἄρειον τοῦτον πρεσβύτερον ὄντα Ἀλεξάνδρου τοῦ προειρημένου ὑπεισῆλθε πνεῦμα σατᾶν, κατὰ τὸ γεγραμμένον, καὶ ἐπέσεισεν αὐτὸν κατὰ τῆς ἐκκλησίας κονιορτὸν ἐγεῖραι, ὡς