408
καὶ ἐξαφθῆναι ἐξ αὐτοῦ πῦρ οὐ τὸ τυχόν, ὃ κατείληφε πᾶσαν τὴν Ῥωμανίαν σχεδόν, μάλιστα τῆς ἀνατολῆς τὰ μέρη, ὡς ἔτι καὶ δεῦρο πολεμοῦσα ἡ αὐτοῦ αἵρεσις τὴν ἀληθινὴν πίστιν καὶ τὴν ἐκκλησίαν οὐ διέλιπε. κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον ἐδόκει πρεσβύτερος εἶναι ὁ Ἄρειος καὶ γεγόνασι πολλοὶ αὐτοῦ συμπρεσβύτεροι καθ' ἑκάστην ἐκκλησίαν· εἰσὶ τοίνυν πλείους τὸν ἀριθμὸν ἐν τῇ Ἀλεξανδρείᾳ σὺν τῇ νῦν κτισθείσῃ τῇ Καισαρίῳ καλουμένῃ, ὃ πρότερον Ἀδριανὸν ἐτύγχανεν, ὕστερον Λικινιανὸν γέγονε γυμνάσιον εἴτ' οὖν βασίλειον. μετέπειτα δὲ ἐν χρόνοις Κωνσταντίου ἔδοξεν αὐτὸ οἰκοδομηθῆναι ἐκκλησίαν, Γρηγορίου τοῦ Μελιτιανοῦ καὶ Ἀρειανοῦ ἀρξαμένου, τελειώσαντος δὲ Ἀθανασίου τοῦ μακαρίου καὶ πατρὸς τῆς ὀρθοδοξίας, καυθείσης δὲ ἐπὶ Ἰουλιανοῦ καὶ αὖθις ἀνακτισθείσης ὑπ' αὐτοῦ τοῦ μακαρίτου Ἀθανασίου τοῦ ἐπισκόπου. ἄλλαι δέ εἰσι πλείους, ὡς ἔφην, ∆ιονυσίου καλουμένη ἐκκλησία καὶ ἡ τοῦ Θεωνᾶ καὶ ἡ Πιερίου καὶ Σεραπίωνος καὶ ἡ τῆς Περσαίας καὶ ἡ τοῦ ∆ιζύας καὶ ἡ τοῦ Μενδιδίου καὶ ἡ Ἀννιανοῦ καὶ ἡ τῆς Βαυκάλεως καὶ ἄλλαι. ἐν μιᾷ δὲ τούτων Κόλλουθός τις ὑπῆρχεν, ἐν ἑτέρᾳ 3.154 δὲ Καρπώνης, ἐν ἄλλῃ δὲ Σαρματᾶς, καὶ Ἄρειος οὗτος ὁ προειρημένος, μίαν τῶν προειρημένων κατέχων ἐκκλησίαν. ἕκαστος δὲ τούτων δῆλον κατὰ τὴν εἰθισμένην σύναξιν τὸν αὐτῷ πεπιστευμένον λαὸν διδάσκων, ἐν ταῖς ἐξηγήσεσιν ἔριν τινὰ ἐνέβαλον ἐν τῷ λαῷ. καὶ οἱ μὲν προσεκλίθησαν Ἀρείῳ, ἕτεροι δὲ Κολλούθῳ, ἄλλοι δὲ Καρπώνῃ, ἕτεροι δὲ Σαρματᾷ. ὡς οὖν ἐξηγεῖτο ἕκαστος ἐν τῇ ἰδίᾳ ἐκκλησίᾳ ἄλλος ἄλλο τι καὶ ἄλλος ἄλλο, ἐκ τῆς προσκλίσεως καὶ ἐπαίνου δὲ τοῦ παρ' αὐτῶν οἱ μὲν Κολλουθιανοὺς ἑαυτοὺς ὠνόμασαν, ἄλλοι δὲ Ἀρειανούς. καὶ γὰρ καὶ ὁ Κόλλουθός τινα παρατετραμμένα ἐδίδαξεν, ἀλλ' οὐκ ἐνέμεινεν ἡ τούτου αἵρεσις, ἀλλ' εὐθὺς διεσκορπίσθη· ὡς εἴθε καὶ ἡ τοῦ Ἀρείου ἐμβεβροντημένη πίστις, μᾶλλον δὲ ἀπιστία, ἔτι δὲ μᾶλλον κακοπιστία. 3. Ἐπάρματι γὰρ ἀρθεὶς ὁ γέρων τοῦ προκειμένου ἐξέστη. ἦν δὲ τὴν ἡλικίαν ὑπερμήκης, κατηφὴς τὸ εἶδος, ἐσχηματισμένος ὡς δόλιος ὄφις, ὑποκλέψαι δυνάμενος πᾶσαν ἄκακον καρδίαν διὰ τοῦ αὐτοῦ πανούργου προσχήματος. ἡμιφόριον γὰρ ὁ τοιοῦτος ἀεὶ καὶ κολοβίωνα ἐνδιδυσκόμενος, γλυκὺς ἦν τῇ προσηγορίᾳ, πείθων ἀεὶ ψυχὰς καὶ θωπεύων. διόπερ αὐτίκα μάλα, τί γὰρ ἀλλ' ἢ ἑπτακοσίας παρθενευούσας τὸν ἀριθμὸν τῆς ἐκκλησίας ὑπὸ ἓν παρείλκυσε καὶ ἀποσπάσαι τὸν αὐτὸν ἔχει λόγος πρεσβυτέρους τε ἑπτὰ καὶ διακόνους δώδεκα. ἄχρι δὲ καὶ ἐπισκόπων εὐθὺς ἔφθασε τὸ αὐτοῦ δηλητήριον· Σεκοῦνδον γὰρ τὸν Πενταπόλεως καὶ ἄλλους ἔπεισεν ἅμα αὐτῷ συναπαχθῆναι. ἐγίνετο δὲ ταῦτα ἐν τῇ ἐκκλησίᾳ ἀγνοοῦντος τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ἕως ὅτε Μελίτιος ὁ τῆς Αἰγύπτου ἀπὸ Θηβαΐδος, δοκῶν εἶναι καὶ αὐτὸς ἀρχιεπίσκοπος, ὁ ἤδη μοι προειρημένος οὔπω γὰρ τὰ κατὰ τὸν Μελίτιον εἰς ἔχθραν ἀτοπίας ἐλήλακε-ζήλῳ τοίνυν ἐνεχθεὶς ὁ Μελίτιος οὐδὲν γὰρ ἦν διηλλαγμένος τῇ πίστει ἢ μό3.155 νον προσχήματι ἐθελοδικαιοσύνης, δι' ὅπερ καὶ αὐτὸς δεινόν τι ἐπειργάσατο τῷ βίῳ, ὡς ἤδη καὶ περὶ αὐτοῦ εἴπομεν-ἀνήνεγκε τοίνυν εἰς τὰ ὦτα τοῦ ἀρχιεπισκόπου Ἀλεξάνδρου ὁ ἀρχιεπίσκοπος Μελίτιος ὁ κατὰ τὴν Αἴγυπτον, ὑπὸ δὲ χεῖρα Ἀλεξάνδρου δοκῶν εἶναι· σύγχρονος δὲ οὗτος ὁ Μελίτιος γέγονε Πέτρου τοῦ μακαρίτου ἐπισκόπου καὶ μάρτυρος, ὡς ἔφην. ὡς οὖν ἐσήμανε τὰ κατὰ τὸν Ἄρειον πάντα, ὡς ἐκτὸς βέβηκε τῆς ἀληθείας καὶ ὡς πολλοὺς ἔχρανε καὶ ἠφάνισεν, ὑποφθείρας ἀπὸ τῆς ὀρθῆς πίστεως τοὺς αὐτῷ πεισθέντας, τότε μεταστειλάμενος ὁ ἐπίσκοπος αὐτὸν τὸν Ἄρειον, ἠρώτα περὶ τῶν ἐνηχηθέντων εἰ ταῦτα οὕτως ἔχει. ὁ δὲ οὔτε ἐδίστασεν οὔτε ἐδειλίασεν, ἀλλ' ἐξ ὑπαρχῆς παρατρίψας τὸ μέτωπον τὴν πᾶσαν αὐτοῦ ἐξήμεσε κακοδοξίαν, ὡς αἱ αὐτοῦ ἐπιστολαὶ δεικνύουσι καὶ ἡ κατ' αὐτὸν γενομένη τότε ἐξέτασις. συγκαλεῖται τοίνυν τὸ πρεσβυτέριον ὁ Ἀλέξανδρος καὶ ἄλλους τινὰς ἐπισκόπους