409
παρόντας, καὶ ἀνέτασιν τούτου ποιεῖται καὶ ἀνάκρισιν. ὡς δὲ οὐκ ἐπείσθη τῇ ἀληθείᾳ, ἐξεοῖ αὐτὸν τῆς ἐκκλησίας καὶ ἐκκήρυκτον ποιεῖ ἐν τῇ πόλει. σὺν αὐτῷ δὲ ἀπεσπάσθησαν αἱ προειρημέναι παρθενεύουσαι καὶ κληρικοὶ οἱ προειρημένοι καὶ ὄχλος ἄλλος πολύς. 4. ∆ιατρίβοντος δὲ Ἀρείου πολὺν χρόνον ἐν τῇ πόλει, εὐθὺς τελευτᾷ ὁ ὁμολογητὴς Μελίτιος καὶ μάρτυς. σχίσματα οὖν ποιῶν ὁ αὐτὸς Ἄρειος καὶ ἕκαστον ὑποκλέπτων πολλοὺς ἠφάνισεν. ἐς ὕστερον δέ, ἐπειδὴ ἐφωράθη καὶ εἰς ἔλεγχον ἦλθεν ἐν τῇ πόλει καὶ ἐκκήρυκτος γεγένηται, ἀποδιδράσκει ἀπὸ τῆς Ἀλεξανδρέων καὶ ἐπὶ τὴν Παλαιστίνην στέλλεται τὴν πορείαν. ὃς ἐλθὼν προσεπέλαζεν ἑκάστῳ τῶν ἐπισκόπων μετὰ θωπείας τε καὶ κολακείας, ἵνα ἑαυτῷ πολλοὺς ποιήσῃ συνεργούς. καὶ δέχονται μὲν αὐτόν τινες, ἄλλοι δὲ αὐτὸν ἀπώσαντο. μετέπειτα δὲ εἰς ὦτα ἔρχεται τοῦ ἐπισκόπου Ἀλεξάνδρου καὶ γράφει ἐπιστολὰς ἐγκυκλίους, αἵτινες παρὰ φιλοκάλοις ἔτι σῴζονται, ὡς τὸν ἀριθμὸν ἑβδομήκοντα, τῶν ἐπισκόπων ἑκάστῳ, Εὐσεβίῳ εὐθὺς τῷ ἐν Καισαρείᾳ περιῆν γάρ, καὶ Μακαρίῳ Ἱεροσολύμων, Ἀσκληπιῷ ἐν Γάζῃ, Λογγίνῳ ἐν Ἀσκάλωνι, Μακρίνῳ τῷ ἐν Ἰαμνίᾳ καὶ ἄλλοις, ἔν τε τῇ Φοινίκῃ Ζήνωνί τινι ἀρχαίῳ ἐν Τύρῳ καὶ ἄλλοις, ἅμα καὶ τοῖς ἐν τῇ Κοίλῃ Συρίᾳ. ὡς οὖν ἀπεστάλησαν αἱ ἐπιστολαί, μεμφόμεναι τοὺς αὐτὸν ὑποδεξαμένους, ἕκαστος ἀντέγραψε τῷ μακαρίῳ Ἀλεξάνδρῳ ἀπολογούμενος. καὶ οἱ μὲν εἰρωνείᾳ γεγράφασιν, ἄλλοι δὲ ἐν ἀληθείᾳ, οἱ μὲν λέγοντες μὴ ὑποδέχεσθαι τοῦτον, ἄλλοι δὲ κατὰ ἄγνοιαν ὑποδέχεσθαι, ἕτεροι δὲ φάσ3.156 κοντες, ὡς διὰ τῆς ὑποδοχῆς κερδῆσαι αὐτόν, ἀπολογούμενοι. καὶ πολλή τίς ἐστιν ἡ περὶ τούτων ὑπόθεσις. 5. Μετέπειτα δὲ ὡς ἔγνω ὁ Ἄρειος ὅτι ἐπιστολαὶ ἠνέχθησαν τοῖς ἐπισκόποις πάντη καὶ λοιπὸν πανταχόθεν ἀπηλαύνετο καὶ οὐκέτι τις αὐτὸν προσελαμβάνετο ἢ οἱ αὐτοῦ συνεργοί Εὐσέβιος γὰρ ὁ παλαιὸς γέρων Νικομηδεὺς † ὁ λόγος αὐτῷ ὑπῆρχεν, ἅμα Λουκιανῷ ἐν Νικομηδείᾳ συμβεβιωκώς, ἀλλὰ καὶ Λεόντιος ὁ ἀπόκοπος ἐν Ἀντιοχείᾳ, οὔπω τὴν ἐπισκοπὴν πεπιστευμένος, καὶ ἄλλοι τινές· ἐπεὶ οὖν ἐκ τῆς αὐτῆς τοῦ δηλητηρίου φρατρίας οὗτοι πάντες ἦσαν, ὑποδέχεται μὲν αὐτὸν Εὐσέβιος χρόνῳ ἱκανῷ-ὅθεν δὴ ἐπιστολὰς πάσης φλυαρίας ἐμπεπλησμένας, περιεχούσας πᾶσαν αὐτοῦ τὴν κακόδοξον πίστιν, γράψας ὁ αὐτὸς Ἄρειος Εὐσεβίῳ τῷ ἐν Νικομηδείᾳ, μηδέπω φθάσας πρὸς αὐτὸν ἐν Νικομηδείᾳ, οὐδὲν πλέον ἀλλ' ἢ τὰ αὐτὰ ὁποῖα καὶ ἐφρόνει ἐν αὐταῖς ἐντάξας, κατ' ἐκεῖνον τὸν καιρὸν ἐπραγματεύσατο, ἐξ ὧν μίαν ἐλθοῦσαν εἰς τὰς ἡμετέρας χεῖρας ἐνταῦθα ἀναγκαῖον ἡγησάμην παραθέσθαι, ὅπως ἴδοιεν οἱ ἐντυγχάνοντες ὅτι οὔ τι κατά τινος σεσυκοφαντημένως εἰρήκαμεν ἢ λέγομεν. καὶ ἔστιν ἥδε· 6. Κυρίῳ ποθεινοτάτῳ ἀνθρώπῳ θεοῦ πιστῷ ὀρθοδόξῳ Εὐσεβίῳ, Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου πάπα ἀδίκως διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἧς καὶ σὺ ὑπερασπίζεις, ἐν κυρίῳ χαίρειν. Τοῦ πατρός μου Ἀμμωνίου εἰς τὴν Νικομήδειαν ἀφικομένου εὔλογον καὶ ὀφειλόμενον ἐφάνη μοι προσαγορεῦσαί σε δι' αὐτοῦ, ὁμοῦ τε καὶ ὑπομνῆσαι τὴν ἔμφυτόν σου ἀγάπην καὶ διάθεσιν, ἣν ἔχεις πρὸς τοὺς ἀδελφοὺς διὰ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, ὅτι μεγάλως ἡμᾶς ἐκπορθεῖ καὶ διώκει καὶ πᾶν κακὸν κινεῖ καθ' ἡμῶν ὁ ἐπίσκοπος, ὥστε ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους, ἐπειδὴ οὐ συμφωνοῦμεν αὐτῷ δημοσίᾳ λέγοντι· ἀεὶ θεὸς ἀεὶ υἱός, ἅμα πατὴρ ἅμα υἱός, συνυπάρχει ὁ υἱὸς ἀγεννήτως τῷ θεῷ, ἀειγενής, ἀγενη3.157 τογενής, οὔτ' ἐπινοίᾳ οὔτ' ἀτόμῳ τινὶ προάγει ὁ θεὸς τοῦ υἱοῦ, ἀεὶ θεός, ἀεὶ υἱός, ἐξ αὐτοῦ τοῦ θεοῦ ὁ υἱός. καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ἐν Καισαρείᾳ καὶ Θεόδοτος καὶ Παυλῖνος καὶ Ἀθανάσιος καὶ Γρηγόριος καὶ Ἀέτιος καὶ πάντες οἱ κατὰ τὴν ἀνατολὴν λέγουσιν ὅτι προϋπάρχει ὁ θεὸς τοῦ υἱοῦ ἀνάρχως, ἀνάθεμα ἐγένοντο, δίχα Φιλογονίου καὶ Ἑλλανικοῦ καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν ἀκατηχήτων, τὸν υἱὸν λεγόντων οἱ μὲν ἐρυγήν, οἱ δὲ