411
μακάριε πάπα. Ἄρειος, Ἀειθάλης, Ἀχιλλᾶς, Καρπώνης, Σαρματᾶς, Ἄρειος, πρεσβύτεροι· διάκονοι Εὐζώϊος, Λούκιος, Ἰούλιος, Μηνᾶς, Ἑλλάδιος, Γάϊος· ἐπίσκοποι Σεκοῦνδος Πενταπόλεως, Θεωνᾶς Λίβυς, Πιστός· ὃν κατέστησαν εἰς Ἀλεξάνδρειαν οἱ Ἀρειανοί. 9. Ὡς οὖν οὕτω παρεκινεῖτο τὰ πράγματα, Ἀλέξανδρος Κωνσταντίνῳ τῷ βασιλεῖ γράφει. ὁ δὲ μακαρίτης βασιλεὺς συγκαλεσάμενος τὸν Ἄρειον καί τινας ἐπισκόπους ἀνέκρινεν. ὁ δὲ τοὺς συμμύστας συνεργοὺς ἔχων τὸ μὲν πρῶτον ἠρνεῖτο εἰς πρόσωπον τοῦ βασιλέως, ἔσωθεν δὲ εἰργάζετο τὴν συσκευὴν τῆς ἐκκλησίας. ὡς οὖν συνεκαλέσατο αὐτὸν ὁ μακάριος Κωνσταντῖνος, ὡς καὶ ἐκ μέρους ἀπὸ πνεύματος ἁγίου ἐνεπνεύσθη, λόγον αὐτῷ προσεφθέγξατο λέγων ὅτι πεπίστευκα τῷ θεῷ, εἰ δολίως ἔχεις τι κεκρυμμένον καὶ ἀρνῆσαι, τάχιον ὁ πάντων δεσπότης ἐλέγξαι σε ἔχει, μάλιστα καθ' οὗ ὤμοσας. ὅθεν καὶ ἐφωράθη τὰ αὐτὰ φρονῶν, καὶ εἰς πρόσωπον τοῦ βασιλέως ἠλέγχθη. πάλιν δὲ ὡσαύτως ἠρνεῖτο, καὶ πολλοὶ αὐτοῦ ὑπερασπισταὶ ὑπερεδέοντο διὰ Εὐσεβίου τοῦ Νικομηδείας. ὁμοῦ δὲ ζήλῳ ἐπαρθεὶς ὁ βασιλεὺς καὶ ἐπιστολὴν μεγάλην ἐγκύκλιον ὅλῃ τῇ Ῥωμανίᾳ γέγραφε κατὰ Ἀρείου καὶ τῆς αὐτοῦ πίστεως, πάσης σοφίας ἔμπλεων καὶ ἀληθινῶν ῥημάτων· ὡς καὶ αὕτη εἰς ἔτι δεῦρο παρὰ φιλοκάλοις σῴζεται, περιέχουσα τὴν ἀρχήν· «Κωνσταντῖνος σεβαστὸς μέγιστος Ἀρείῳ καὶ Ἀρειανοῖς. Κακὸς ἑρ3.160 μηνεὺς αὐτόχρημα εἰκών τε καὶ ἀνδριάς ἐστι τοῦ διαβόλου.» εἶτα μεθ' ἕτερα καὶ μετὰ τὸ πολλὴν πρὸς αὐτὸν ἐκθέσθαι ἐκ θείων λογίων ἀντιλογίαν, καὶ ἔπος ἀπὸ τῶν Ὁμήρου πρὸς αὐτὸν σχετλιασμοῦ ἕνεκα ἀποτεινόμενος παρέθετο, ὅπερ καὶ αὐτὸ ἀναγκαῖον ἐνταῦθα παραθέσθαι ἡγησάμην· καὶ ἔστιν· «ἄγε δή, Ἄρες Ἄρειε, ἀσπίδων χρεία, μή γε σὺ τοῦτο ποιήσῃς, ἱκετεύομεν· ἐπισχέτω δέ σε γοῦν ἡ τῆς Ἀφροδίτης ὁμιλία.» 10. Βουλομένου τοίνυν τοῦ Ἀρείου ἐν τῇ Κωνσταντινουπόλει ὁμοῦ συναχθῆναι, Εὐσεβίου ἀναγκάζοντος καὶ τὰ μεγάλα παρὰ βασιλεῖ ἰσχύοντος καὶ παρενοχλοῦντος τῷ ἐν Κωνσταντινουπόλει ἐπισκόπῳ κατ' ἐκεῖνο καιροῦ, κἀκείνου μὴ βουλομένου μετ' αὐτοῦ συναχθῆναι μηδὲ εἰς κοινωνίαν αὐτοῦ ἐλθεῖν καὶ βιοφορουμένου καὶ στένοντος, τοῦ δὲ Εὐσεβίου λέγοντος· εἰ μὴ βούλει ἰδίᾳ τῇ προαιρέσει, τῇ αὔριον ἡμέρᾳ κυριακῆς ἐπιφωσκούσης σὺν ἐμοὶ εἰσελεύσεται, καὶ τί δύνασαι ποιῆσαι; ὁ δὲ εὐλαβέστατος ἐπίσκοπος καὶ θεὸν φοβούμενος Ἀλέξανδρος, ὁ τῆς αὐτῆς ἀρίστης πόλεως ἐπίσκοπος ὁμώνυμος γὰρ ἦν καὶ οὗτος τῷ ἐν Ἀλεξανδρείᾳ δι' ὅλης τῆς ἡμέρας ἐξότου ἤκουσε καὶ τῆς νυκτὸς στενάζων καὶ στυγνάζων διετέλεσεν εὐχόμενος καὶ παρακαλῶν τὸν θεὸν ἢ αὐτοῦ τὴν ψυχὴν παραλαβεῖν, ἵνα μὴ συμμιανθῇ τῇ τοῦ Ἀρείου κοινωνίᾳ, ἢ ποιῆσαί τι παράδοξον· ὅπερ καὶ ἐγένετο τούτῳ. τοῦ γὰρ Ἀρείου προελθεῖν κατὰ τὰς νύκτας ἐπειχθέντος ἐπὶ τὸ τὰς χρείας παρασκευασθῆναι, διέρχεται μέχρι τοῦ ἀφεδρῶνος καὶ ἔνδον ἐν τοῖς ἀβάτοις καθεζόμενος εὑρέθη λακήσας καὶ ἔκπνους γεγονώς. ὃς δὲ οὕτω κατείληπται ἐν τῷ δυσώδει τόπῳ ἀποδοὺς αὐτοῦ τὰ τέλη, καθάπερ καὶ ἐξήμεσεν ἀκάθαρτον κακοπιστίαν. 11. Ὡς οὖν ταῦτα ἐτελέσθη, ὁ βασιλεὺς μέριμναν συνενεγκάμενος τῇ ἐκκλησίᾳ, διὰ τὸ ἤδη πολλάκις πολλοὺς εἰς ἀλλήλους διαφέρεσθαί τε καὶ σχίσματα πολλὰ εἶναι, συνεκρότησεν οἰκουμενικὴν σύνοδον ὧν καὶ τὰ ὀνόματα εἰς ἔτι δεῦρο σῴζεται τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων· καὶ ἀναθεματίζουσι τὴν Ἀρείου πίστιν ἐν τῇ Νικαέων πόλει καὶ ὁμολογοῦσι τὴν τῶν πατέρων ὀρθόδοξον πίστιν καὶ ἀκλινῆ καὶ ἀπὸ τῶν ἀποστόλων καὶ προφητῶν παραδοθεῖσαν. ὑπογραψάντων δὲ τῶν ἐπισκόπων εἰς ταύτην καὶ ἀναθεματισάντων τὴν Ἀρειομανίτιδα αἵρεσιν, οὕτω * γεγένηται. ἅμα δὲ καὶ ἐν τῷ αὐτῷ κανόνας τινὰς ἔθηκαν ἐν τῇ 3.161 συνόδῳ ἐκκλησιαστικούς· ὁμοῦ δὲ καὶ περὶ τοῦ πάσχα ὥρισαν μίαν ἕνωσιν καὶ ὁμόνοιαν κατὰ τὴν ἁγίαν θεοῦ πανάρετον ἡμέραν γίνεσθαι, ἐπειδὴ διαφόρως παρά τισιν ἐφυλάττετο· οἱ