412
μὲν γὰρ προελάμβανον, οἱ δὲ ἐμέσαζον, οἱ δὲ μετέπειτα ἐπετέλουν. καὶ ἁπλῶς πολλὴ στάσις ἦν κατ' ἐκεῖνο καιροῦ. τούτων δὲ ὁ θεὸς τὸ κατόρθωμα διὰ τοῦ μακαρίτου Κωνσταντίνου ἐβράβευσεν εἰρήνης χάριν. ὡς οὖν ἀνεθεματίσθη ὁ Ἄρειος καὶ ταῦτα οὕτως ἐπράχθη, ἐν τῷ αὐτῷ ἔτει παύεται Ἀλέξανδρος τοῦ βίου καὶ διαδέχεται αὐτὸν Ἀχιλλᾶς. ἦν δὲ καὶ Θεωνᾶς κατασταθεὶς ὑπὸ τῶν Μελιτιανῶν. τότε διαδέχεται Ἀχιλλᾶν τὸν ἐπίσκοπον ποιήσαντα μῆνας τρεῖς Ἀθανάσιος ὁ μακαρίτης, ὢν τότε διάκονος Ἀλεξάνδρου καὶ ὑπ' αὐτοῦ ἀπεσταλμένος ἐπὶ τὸ κομητάτον, ᾧ ὁ Ἀλέξανδρος μέλλων τελευτᾶν παρήγγειλεν ἀποδοθῆναι τὴν ἐπισκοπήν. ἔθος δὲ ἐν Ἀλεξανδρείᾳ μὴ χρονίζειν μετὰ τελευτὴν ἐπισκόπου τοὺς καθισταμένους, ἀλλ' ἅμα * γίνεσθαι εἰρήνης ἕνεκα, τοῦ μὴ παρατριβὰς γενέσθαι ἐν τοῖς λαοῖς, τῶν μὲν τόνδε θελόντων, τῶν δὲ τόνδε. κατέστησαν δὲ δι' ἀνάγκην μὴ παρόντος Ἀθανασίου Ἀχιλλᾶν. ὁ δὲ θρόνος ἦν καὶ ἡ ἱερωσύνη ἑτοιμαζομένη τῷ ἐκ θεοῦ κεκλημένῳ καὶ ἀπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου ὡρισμένῳ. ἐπεὶ οὖν ἐλθόντος Ἀθανασίου καὶ κατασταθέντος, ὄντος περὶ τὴν πίστιν ζηλωτοῦ σφόδρα καὶ τῆς ἐκκλησίας ὑπερασπίζοντος, ἤδη συνάξεων πάντῃ καὶ ἀποσπάσματος τῶν λαῶν γινομένων ὑπὸ τῶν Μελιτιανῶν καλουμένων, δι' ἣν ἐν τῇ περὶ Μελιτίου ὑποθέσει αἰτίαν προδεδήλωκα, καὶ βουλομένου τὴν συνένωσιν τῆς ἐκκλησίας ποιήσασθαι, ἐνεκάλει καὶ ἠπείλει ἐνουθέτει τε καὶ οὐδεὶς ἠνείχετο. ὅθεν πάντα τὰ κατ' αὐτοῦ κινηθέντα ἐκ τοῦ ὑπερβάλλοντος ἐν αὐτῷ θεόθεν ζήλου ἐπράχθη τε καὶ συνεσκευάσθη· ὥστε καὶ ἐξορίας αὐτὸν ὑπομεῖναι 3.162 διὰ τῆς τῶν Ἀρειανῶν μετὰ δυναστείας ἀδικωτάτης ἀκοινωνησίας. ἀλλὰ περὶ τοῦ μακαρίτου Ἀθανασίου ἕως ἐνταῦθα ἐχέτω. ἐρρήθη γὰρ τὰ κατ' αὐτὸν κατὰ λεπτότατον ἄνω ἐν τῇ Μελιτίου ὑποθέσει. 12. Ἄρειος τοίνυν οὗτος ἐνεπνεύσθη ὑπὸ διαβολικῆς ἐνεργείας καὶ ἀθυρογλώττως ἀναισχυντὶ φερόμενος ἐπῆρεν αὐτοῦ τὴν γλῶτταν κατὰ τοῦ ἰδίου δεσπότου, ἐξ ἀρχῆς δῆθεν τὴν παρὰ τῷ Σολομῶνι ἐν ταῖς αὐτοῦ παροιμίαις λέξιν ἑρμηνεῦσαι βουλόμενος, τό «ὁ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ἔνθεν αὐτῷ ἡ εἰσαγωγὴ τῆς πλάνης γεγένηται, καὶ οὐκ ᾐδέσθη αὐτὸς καὶ οἱ αὐτοῦ μαθηταὶ κτίσμα ἀποκαλεῖν τὸν τὰ πάντα κτίσαντα, τὸν ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννημένον λόγον. λοιπὸν δὲ ἀπὸ τοῦ ἑνὸς τούτου λόγου εἰς πολλὰς καὶ κακὰς τρίβους ἐλάσας τὴν ἑαυτοῦ κακότροπον γνώμην, αὐτὸς καὶ οἱ ἀπ' αὐτοῦ διάδοχοι, μυρία καὶ ἐπέκεινα εἰς τὸν υἱὸν τοῦ θεοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα βλασφημῆσαι ἐπεχείρησαν. παρέλυσαν δὲ ὡς εἰπεῖν τὸ στῖφος καὶ τὴν ὁμόνοιαν τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως καὶ ἐκκλησίας· οὐ διὰ τῆς αὐτῶν δυνάμεως ἢ σοφίας· ὀλίγοι γὰρ οἱ προσκλιθέντες ἠπατημένοι, πολλοὶ δὲ οἱ ὑποκρίσει ὑπεισδύνοντες, πολλοὶ δὲ καὶ κατὰ βίαν μὴ ἔχοντες * οὕτως κοινωνοὶ τοῖς αὐτοῖς τυγχάνουσιν. οὐδεὶς δὲ * τούτων πρόξενος, ἀλλὰ πρῶτον μὲν ἀδοκιμασία πιστῶν, βασιλέων δὲ ὑπερασπισμός. ἀρχὴ μὲν ἀπὸ Κωνσταντίου τοῦ βασιλέως, τὰ μὲν ἄλλα πάντα πρᾴου καὶ ἀγαθοῦ, ὡς υἱοῦ τοῦ μεγάλου καὶ τελείου Κωνσταντίνου τοῦ θεοσεβοῦς καὶ πίστιν ὀρθὴν ἀκλινῶς πεφυλαχότος, καὶ αὐτοῦ δὲ τοῦ Κωνσταντίου θεοσεβοῦς ὄντος καὶ ἀγαθοῦ κατὰ πολλοὺς τρόπους· ἐν τούτῳ δὲ μόνον, ἐν τῷ μὴ κατὰ τὴν πίστιν τοῦ πατρὸς αὐτοῦ ὡδευκέναι ἐσφάλη, οὐκ ἀφ' ἑαυτοῦ αἰτίας, ἀλλὰ ἀπὸ τῶν μελλόντων δοῦναι λόγον εἰς ἡμέραν κρίσεως, τῶν δοκήσει ἐπισκόπων λεγομένων, παραφθειράντων δὲ τὴν 3.163 θεοῦ ἀληθινὴν πίστιν· οἵτινες ἔχουσι δοῦναι λόγον καὶ ὑπὲρ τῆς πίστεως καὶ ὑπὲρ τῶν διωγμῶν τῆς ἐκκλησίας καὶ τοσούτων κακῶν καὶ φόνων τῶν ἐν ταῖς ἐκκλησίαις ἕνεκεν