413
αὐτῶν γεγενημένων καὶ τῶν λαῶν τῶν ἐν ὑπαίθρῳ ἔτι δεῦρο τοσούτων μυριάδων θλῖψιν ὑπομενουσῶν καὶ ὑπὲρ αὐτοῦ τοῦ μακαρίτου Κωνσταντίου τοῦ ὑπ' αὐτῶν πεπλανημένου καὶ ἀγνοήσαντος τὴν πίστιν τῆς ὀρθοδοξίας καὶ ὑπείξαντος αὐτοῖς ὡς ἱερεῦσι κατὰ ἄγνοιαν, ἀγνοήσαντος τὴν ἐν αὐτοῖς πλάνην τῆς τυφλώσεως καὶ κακοπιστίας γενομένην ἐκ διαβόλου παρασκευῆς. 13. ∆εύτερον ἔτι ἐνίσχυσε τὸ τούτων ἑρπετῶδες ἐργαστήριον δι' Εὐδοξίου τοῦ ὑπεισδύντος καὶ παραφθείραντος τὴν ἀκοὴν πάλιν Οὐάλεντος τοῦ θεοσεβοῦς βασιλέως καὶ εὐλαβεστάτου καὶ θεοφιλοῦς. ἐπειδὴ γὰρ παρ' αὐτοῦ τὸ λουτρὸν ἐκομίσατο, διὰ τοιαύτης ὑποθέσεως ἠδυνήθησαν οὗτοι στῆναι. ἐπεὶ ἂν ἔκπαλαι καὶ ὑπὸ γυναικῶν καὶ παιδαρίων, οὐ λέγω περὶ τῶν ἐντελεστέρων τῶν τὴν πᾶσαν ἀκρίβειαν τῆς θεοσεβείας καὶ πίστεως τῆς ὀρθῆς ἐπιγινωσκόντων, ἀλλὰ καὶ ὑπὸ τῶν τι ἀπὸ μέρους κἂν τὸ τυχὸν τῆς ἀληθείας ἐπισταμένων ἐλέγχοντο καὶ ἐλεγχόμενοι ἀπὸ τῶν παλαιῶν ἐδιώκοντο, ὡς βλάσφημοι δεσπότου καὶ δεύτεροι κυριοκτόνοι τινὲς καὶ ἀθετηταὶ τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐνθέου τελειότητος· διὰ δὲ τῆς τοῦ βασιλέως προστασίας, ὅπερ ἐστὶν ὑπερασπισμὸς αὐτῶν, * εἰς τὸ ἐπιχειρεῖν πάντα τὰ κακὰ ὅσα γέγονε καὶ ἔτι δι' αὐτῶν γίνεται ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Νικομηδείᾳ, ἐν Μεσοποταμίᾳ, ἐν Παλαιστίνῃ τῇ τοῦ αὐτοῦ παρόντος βασιλέως προστασίᾳ. 14. Ἐκ ταύτης οὖν τῆς λέξεως τῆς ἐν τῷ παροιμιαστῇ γεγραμμένης ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», λοιπὸν τὰ πάντα αὐτοῖς ἐπινοεῖται· ὅσα τε δύναται σύμφωνα τῷ λόγῳ εἶναι καὶ ἰσορροπῆ καὶ δύναται συνᾴδειν ἐκ τῶν γραφῶν συνάγουσιν, οὔτε αὐτοῦ τοῦ λόγου οὔτε τῶν ἄλλων ῥημάτων περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ τοιοῦτόν τι φασκόντων. ἀλλὰ λοιπὸν ὅσα ἐστὶ τούτοις ὅμοια, τὸ ἐν τῷ ἀποστόλῳ γεγραμμένον τὸ «δέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, 3.164 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν», καὶ τὸ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ γεγραμμένον ὅτι «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὅτι ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε», καὶ τὸ ἐν ταῖς Πράξεσι γεγραμμένον ὅτι «γνωστὸν ὑμῖν ἔστω πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε, καὶ κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε» καὶ ἄλλα τούτοις ὅμοια, † ὅπου γὰρ εἰς παρατήρησιν, εἰς ἐχθρῶν ἄμυναν. ἐχθροὶ γάρ εἰσιν ὡς ἀληθῶς καὶ ἐπίβουλοι. τάχα γὰρ περὶ αὐτῶν γέγραπται καὶ τῶν αὐτοῖς ὁμοίων ὅτι «ἀναστήτω ὁ θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ». δοκοῦσι δὲ καὶ οἰκειακοὶ εἶναι οὐδεὶς δὲ χείρων οἰκειακῶν ἐχθρῶν «ἐχθροὶ γὰρ τοῦ ἀνθρώπου ἅπαντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ». καὶ τοῦτο τάχα καὶ περὶ τούτων πληροῦται. 15. Ἀναπηδῶσι γὰρ ὡς λυσσητῆρες κύνες εἰς ἐχθρῶν ἄμυναν καί φησι· «πῶς λέγεις περὶ τοῦ υἱοῦ τοῦ θεοῦ;» ταῦτα γὰρ αὐτῶν ἐστι τὰ τεχνάσματα τῆς εἰσαγωγῆς τοῦ δηλητηρίου αὐτῶν πρὸς τοὺς ἀφελεῖς. καὶ «τί ἔνι μετὰ ταῦτα, μετὰ τὸ λέγειν υἱὸν θεοῦ;» ὦ «συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐπιγνώμονες ἐνώπιον αὐτῶν» καὶ ἐπιστήμονες δοκοῦντες εἶναι. τί ἔτι προσθείη τις τῷ ὀνόματι Ἰησοῦ, εἰ μὴ ὅτι υἱὸν γνήσιον λέγοι, ἐκ πατρὸς ὄντα καὶ οὐκ ἠλλοιωμένον; εἶτα εὐθὺς χλευαστικῶς ἀναπηδῶσι λέγοντες· «πῶς δύναται εἶναι ἐκ θεοῦ;» ἐρωτώμενοι δὲ ὅτι· «οὐκ ἔστιν υἱός;» τὸ μὲν υἱὸς ὀνόματι ὁμολογοῦσι, τῇ δὲ δυνάμει καὶ διανοίᾳ ἀρνοῦνται, νόθον αὐτὸν παντάπασι βουλόμενοι λέγειν καὶ οὐκ ἀληθινόν. εἰ γάρ, φησίν, ἐκ θεοῦ ἐστι καὶ ἐγέννησεν ἐξ αὐτοῦ ὁ θεὸς υἱόν, ὡς εἰπεῖν, ἐξ ἰδίας ὑποστάσεως φύσει ἢ ἐκ ἰδίας οὐσίας, οὐκοῦν ὠγκώθη ἢ τομὴν ἐδέξατο ἢ ἐν τῷ γεννᾶν ἐπλατύνθη ἢ συνεστάλη ἤ τι τῶν κατὰ τὰ πάθη τὰ σωματικὰ ὑπέστη. καὶ τὸ πᾶν εἰσὶ χλευαζόμενοι, τὰ ἑαυτῶν εἰς τὸν θεὸν ἀναλογοῦντες καὶ ἀφ' ἑαυτῶν εἰκάσαι τὸν θεὸν βουλόμενοι. ἐν γὰρ θεῷ οὐδὲν ἔνι τῶν τοιούτων· «πνεῦμα γὰρ ὁ θεός», καὶ ἀφ' ἑαυτοῦ ἐγέννησε τὸν μονογενῆ 3.165 ἀρρήτως καὶ ἀκαταλήπτως καὶ ἀχράντως. πῶς οὖν, φησίν, εἰ ἐκ τῆς