416
ποτήριον ὃ μέλλω πίνειν; αὐτῶν δὲ φησάντων, ναί, ἔφη πρὸς αὐτούς, τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἀριστερῶν οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ πατρός». εἶτά φησιν ὁ ἀπόστολος «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν», ὡς αὐτοῦ χρείαν ἔχοντος τοῦ ἐγείραντος αὐτόν. καὶ ὅτι, φησίν, «ἐφάνη ἄγγελος κυρίου ἐνισχύων αὐτόν, ὅτε ἐν ἀγωνίᾳ γέγονε, καὶ ἵδρωσε καὶ ὁ ἱδρὼς αὐτοῦ γέγονεν αὐτῷ ὡς θρόμβοι αἵματος, ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ, ὅτε ἀπελθὼν ηὔχετο μέλλων παραδίδοσθαι». «καὶ πάλιν ἐν τῷ σταυρῷ, φησίν, ἔλεγεν· Ἠλί, Ἠλί, λημᾶ σαβαχθανί, τουτέστι, Θεέ μου, Θεέ μου ἵνα τί με ἐγκατέλιπες; καὶ ὁρᾷς, 3.169 φησίν, ὡς ἐπιδέεται βοηθείας;» ἀλλὰ περὶ τοῦ λέγειν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί» * καὶ τὸ «οἱ δύο ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἓν ὦσιν», * ὥστε οὖν τὸ ἓν εἶναι πάντως οὐ κατὰ φύσιν λέγει, ἀλλὰ κατὰ ὁμόνοιαν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἀρνοῦνται ψυχὴν αὐτὸν ἀνθρωπείαν εἰληφέναι, αὐτὸ τοῦτο προκατασκευάζοντες. σάρκα γὰρ ὁμολογοῦσιν ἀληθινὴν ἀπὸ Μαρίας αὐτὸν ἐσχηκότα καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ ἀνθρώπῳ χωρὶς ψυχῆς, ἵνα ὅταν ἀκούσῃς περὶ πείνης ἢ δίψης ἢ καμάτου ἢ ὁδοιπορίας, ἢ ἱδρῶτος, ἢ ὕπνου ἢ ἐμβριμήσεως καὶ εἴπῃς ὅτι διὰ τὴν ἐνανθρώπησιν τούτων ἐπεδέετο, λέξουσί σοι ὕστερον ὅτι σὰρξ καθ' ἑαυτὴν ταῦτα οὐκ ἐνεργεῖ, ἐὰν μὴ ἔχῃ τὴν ψυχήν. καὶ γὰρ τῷ μὲν ὄντι οὕτως ἐστί. τί οὖν ἐστι, φησίν, ἀλλ' ὅτι ἡ θεότης αὐτοῦ ἐπεδέετο, ἵνα ὅταν εἴπωσι τὴν θεότητα αὐτοῦ ἐπιδεομένην, ξένον ἀποφάνωσιν αὐτὸν καὶ ἀλλότριον τῆς τοῦ πατρὸς οὐσίας τε καὶ φύσεως ἀληθινῆς. νομίζω δὲ παντὶ τῷ σύνεσιν κεκτημένῳ ἀπὸ μιᾶς ἢ δύο μαρτυριῶν ἢ πέντε τῶν κακῶς παρ' αὐτοῖς ἐπινενοημένων καὶ ἐλεγχομένων καὶ ἀνατρεπομένων, * τῆς πάσης ἀληθείας κηρυττομένης καὶ σαφῶς ἐν τῇ πίστει τῆς ὀρθοδοξίας βεβαιουμένης, ἐλεγχθήσονται παρὰ τοῖς προειρημένοις νοῦν θεϊκὸν κεκτημένοις, κἄν τε μετὰ ταύτας τὰς ἐπιλύσεις ἐπινενοημένας λέξεις μυρίας ἄλλας ἐνέγκωσιν. ἀπὸ γὰρ τῶν ὀλίγων αἱ πλεῖσται λυθήσονται τὴν ἴσην δύναμιν φέρουσαι. 20. Καὶ ἄρξομαι πρῶτον τοῦ λέγειν, ὅθεν διέλαβον κακῶς φυτεύειν τῆς πικρίας αὐτῶν ῥίζαν, ἀπὸ τοῦ λόγου τοῦ ὑπὸ Σολομῶντος εἰρημένου, ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ οὐ πάντως που ἐβεβαίωσε γραφὴ οὐδὲ ἐμνήσθη τις τῶν ἀποστόλων τῆς λέξεως ταύτης, ἵνα παραγάγῃ αὐτὴν εἰς ὄνομα Χριστοῦ. ὥστε οὖν οὐ πάντως περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγει, κἄν τε εἴπῃ ὅτι «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην». πόσαι γάρ εἰσι καταχρηστικῶς λεγόμεναι θεοῦ σοφίαι; μία δὲ ὁ μονογενής, οὐχὶ καταχρηστικῶς 3.170 λεγόμενος, ἀλλ' ἐν ἀληθείᾳ. τὰ πάντα γὰρ θεοῦ σοφία, καὶ ὅσα ἐστὶν ἀπὸ τοῦ θεοῦ, σοφία ἐστίν. ἄλλη δὲ ἰδιάζουσα καὶ ὑπὲρ πάντα οὖσα, τουτέστιν ὁ μονογενής, ὁ μὴ καταχρηστικῶς ὢν σοφία, ἀλλ' ἀληθείᾳ, ὁ σὺν πατρὶ ἀεὶ ὤν, ὁ «δύναμις ὢν θεοῦ καὶ σοφία» κατὰ τὸ γεγραμμένον «ἡμῖν δὲ Χριστὸς δύναμις θεοῦ καὶ θεοῦ σοφία», «ἔστι δὲ σοφία πένητος ἐξουθενημένη», καὶ «ἐπειδὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος τὸν θεόν, ηὐδόκησε διὰ τῆς μωρίας τοῦ εὐαγγελίου σῶσαι τοὺς πιστεύοντας», καὶ «ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου», καὶ «ἔδωκεν ὁ θεὸς καρδίαν τῷ Σολομῶντι ὡς τὸ χύμα τῆς θαλάσσης, καὶ ἐσοφίσατο ὑπὲρ τοὺς υἱοὺς Ἐνάκ», καὶ «ἔδωκεν ὁ θεὸς τῷ Βεσελεὴλ σοφίαν καὶ ἐνέπλησεν ὁ θεὸς σοφίας τὸν Οὐρί». Καὶ πολλά ἐστι περὶ σοφίας λέγειν, καὶ «ποῖος ἐστὶ τόπος φρονήσεως, καὶ ἡ σοφία πόθεν εὑρέθη;» κἄν τε οὖν αὕτη ἡ ᾀδομένη σοφία λέγῃ «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ δυνάσται γράφουσι δικαιοσύνην, καὶ τύραννοι κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, καὶ οἱ ἐμὲ ζητοῦντες εὑρήσουσί με πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ