418
ἔτι ἀνώτατον, ὅτι «ἐὰν ἀπέλθω πρὸς αὐτοὺς καὶ εἴπωσι πρός με· τί αὐτῷ ὄνομα; τί ἐρῶ πρὸς αὐτούς;» ὁ δὲ λοιπὸν ἀποκαλύπτει· «ἐγώ εἰμι ὁ ὤν». καὶ τὰ μὲν πρῶτα ἀπὸ τῶν ἐγγυτάτων ἤρξατο, εἰς ἔσχατον δὲ τὸ ἀνώτατον ἐδήλου. ἀλλὰ καὶ ὁ Λουκᾶς ἄρχεται ἀπὸ τῶν κάτω καὶ ἐγγυτάτω, ὅτι «ἦν αὐτὸς ὁ Ἰησοῦς ἀρχόμενος ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ, τοῦ Ἠλί, τοῦ Ματθᾶν, τοῦ Νάθαν, τοῦ ∆αυίδ, τοῦ Ἰούδα, τοῦ Ἰακώβ, τοῦἈβραάμ, τοῦ Ναχώρ, τοῦ Νῶε, τοῦ Λάμεχ, τοῦ Ἐνώχ, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ θεοῦ». καὶ ὁρᾷς πῶς τὴν ἔνσαρκον παρουσίαν πρῶτον ἔδειξεν, ἔπειτα τὸ ἔσχατον. διὸ καὶ Ματθαῖος κατὰ τὴν ἔνσαρκον γενεαλογίαν βουλόμενος καταγαγεῖν τὴν Χριστοῦ παρουσίαν εἰς τὴν τῶν ἀνθρώπων διάνοιαν, οὐκ εὐθὺς εἶπεν ὅτι γένεσις Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ, ἀλλὰ υἱοῦ ∆αυὶδ πρῶτον, εἶτα υἱοῦ Ἀβραάμ, ἵνα τὸ πρόσφατον ὁρώμενον καὶ τὸ ἔγγιστα συγκροτούμενον καὶ τὸ ἔτι ἀνώτερον ὑποδεικνύων, τὸ ἔτι ὑπὲρ πᾶσαν κτίσιν σημάνῃ ἀναφαίρετον. 23. ∆ιὸ καὶ ὁ Ἰωάννης ἐλθὼν ὁ μακάριος καὶ εὑρὼν τοὺς ἀνθρώπους ἠσχολημένους περὶ τὴν κάτω Χριστοῦ παρουσίαν, καὶ τῶν μὲν Ἐβιωναίων πλανηθέντων διὰ τὴν ἔνσαρκον Χριστοῦ γενεαλογίαν ἀπὸ Ἀβραὰμ ὑπὸ Ματθαίου καταγομένην καὶ Λουκᾶ ἀναγομένην ἄχρι τοῦ Ἀδάμ, εὑρών τε τοὺς Κηρινθιανοὺς καὶ Μηρινθιανοὺς ἐκ παρατριβῆς αὐτὸν λέγοντας εἶναι ψιλὸν ἄνθρωπον καὶ τοὺς Ναζωραίους καὶ ἄλλας πολλὰς αἱρέσεις, ὡς κατόπιν ἐλθὼν τέταρτος γὰρ οὗτος εὐαγγελίζεται ἄρχεται ἀνακαλεῖσθαι ὡς εἰπεῖν τοὺς πλανηθέντας καὶ ἠσχολημένους περὶ τὴν κάτω Χριστοῦ παρουσίαν καὶ λέγειν αὐτοῖς ὡς κατόπιν βαίνων καὶ ὁρῶν τινας εἰς τραχείας ὁδοὺς κεκλικότας καὶ ἀφέντας τὴν εὐθεῖαν καὶ ἀληθινήν, ὡς εἰπεῖν· ποῖ φέρεσθε; ποῖ βαδίζετε οἱ τὴν τραχεῖαν ὁδὸν καὶ σκανδαλώδη καὶ εἰς χάσμα φέρουσαν βαδίζοντες; ἀνακάμψατε. οὐκ 3.173 ἔστιν οὕτως, οὐκ ἔστιν ἀπὸ Μαρίας μόνον ὁ θεὸς λόγος, ὁ ἐκ πατρὸς ἄνωθεν γεγεννημένος, οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Ἰωσὴφ τοῦ ταύτης ὁρμαστοῦ, οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Σαλαθιὴλ καὶ Ζοροβάβελ καὶ ∆αυὶδ καὶ Ἀβραὰμ καὶ Ἰακὼβ καὶ Νῶε καὶ Ἀδάμ, ἀλλὰ «ἐν ἀρχῆἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος». τὸ δὲ ἦν καὶ ἦν καὶ ἦν οὐχ ὑποδέχεται τὸ μὴ εἶναί ποτε. καὶ ὁρᾷς πῶς εὐθὺς τὰ ἐγγυτάτω πρῶτον σημαίνει, πῶς Ματθαῖος μὲν τὴν ὁδὸν ἔδειξε διὰ τῆς γενεαλογίας καὶ οὐδὲ αὐτὸς πάντα ἠκρίβωσεν, ἀλλ' ἐπὶ τὰ ἄνωθεν ἔφερε καίτοι γε τὴν γενεαλογίαν, πῶς τε ὁ Μάρκος περὶ τῶν ἐν τῷ κόσμῳ πεπραγματευμένων διηγήσατο καὶ φωνῆς βοώσης ἐν τῇ ἐρήμῳ, περί τε τοῦ κυρίου τοῦ διὰ προφητῶν πεπροφητευμένου καὶ νόμου, πῶς τε ὁ Λουκᾶς ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἀνῆγεν, ἐς ὕστερον δὲ ἐλθὼν τέταρτος ὁ Ἰωάννης τὴν κορωνίδα καὶ τὸ ἀκραιφνὲς τῆς ἄνω τάξεως καὶ ἀεὶ οὔσης θεότητος τὸ ὕστερον ἐδήλωσεν, οὕτως καὶ ὁ Σολομῶν παροιμιωδῶς λέγων τὴν ἀρχὴν τῶν ὁδῶν *, εἴ γε κἂν εὐσεβῶς θελήσαιέν τινες λέγειν περὶ τῆς ἐνσάρκου οἰκονομίας, ὡς αὐτῆς φασκούσης περὶ τῆς τοῦ Χριστοῦ θεότητος ὅτι «αὐτὴ ἡ θεότης ἔκτισε τὸν οἶκον», ὅτι αὐτὴ ἡ θεότης τὴν σάρκα καὶ τὴν ἐνανθρώπησιν εἰργάσατο, «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ ἀγαθότητος, εἶτα εὐθὺς μετέπειτα, ἔτι προκοπτόντων τῶν πραγμάτων λέγει «ἐθεμελίωσέ με ἐν ἀρχῇ». ἆρα γοῦν ὁ υἱὸς τοῦ θεοῦ κατὰ τὴν θεότητα κτισθεὶς ὕστερον ἐθεμελιώθη; λεγέτωσαν ἡμῖν οἱ μηχανικοί, οἱ τῶν ἄνω κατοπτευταί, ποίᾳ τέχνῃ ἐκτίσθη ἡ σοφία, ποίῳ ἐργαλείῳ ἐθεμελιώθη. ἀλλὰ εἰ ὅλως διανοεῖσθαι χρή, φεύγωμεν ἀπὸ τοσούτου βυθοῦ τῆς βλασφημίας, τοῦ μὴ προσψαύειν τῇ θεότητι τοῦ μονογενοῦς, τῇ ἀεὶ σὺν πατρὶ ὑπαρχούσῃ καὶ γεγεννημένῃ ἐξ αὐτοῦ. ἀεὶ γὰρ ἦν ὁ λόγος σὺν πατρί, ἀεὶ ἡ σοφία, ἀεὶ θεὸς ἐκ θεοῦ ὁ κύριος, ἀεὶ φῶς ἀληθινὸν καὶ οὐ νόθον, ἀεὶ τὸ εἶναι ἐξ αὐτοῦ ἔχων καὶ ἀλήθεια ὢν καὶ ζωὴ ὑπάρχων. 24. Καὶ τί μοι τὰ πολλὰ λέγειν