419
περὶ τούτου; εἶτά φησιν «ἐθεμελίωσέ με ἐν ἀρχῇ». ἄρα ἔστιν ἰδεῖν εὐσεβέσι, ὅτι τὴν ψυχὴν τὴν ἀνθρωπείαν ἐνταῦθα σημαίνει. τὸ μὲν γὰρ «κύριος ἔκτισέ με» ἡ ἐνανθρώπησις 3.174 λέγει ἡ ἔνσαρκος, ἐάν γε καὶ οὕτω νοοῖτο. τὸ δὲ «ἐθεμελίωσεν», ὡς ἐν τῇ ψυχῇ ἐθεμελιώθη. τὸ δὲ «πρὸ πάντων βουνῶν γεννᾷ με», ἵνα δείξῃ τὴν γέννησιν ἄνωθεν. καὶ ταῦτα εἴπομεν, οὐχ οὕτως πάντως ὁριζόμενοι, εὐσεβῶς δὲ μᾶλλον εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες. εἰ καὶ χρὴ οὕτω λέγειν, ὅμως οὐδεὶς ἡμᾶς ἀναγκάσειε πάντως περὶ τοῦ Χριστοῦ λέγειν τὸ ῥῆμα τοῦτο. εἰ δὲ περὶ τοῦ Χριστοῦ ῥηθήσεται, ἔχει καὶ τὴν αὐτοῦ δύναμιν, οὐ κατὰ μαντείαν λεγομένην, ἀλλὰ κατὰ τὸ εὐσεβὲς τοῦ λογισμοῦ, τοῦ μὴ λογίζεσθαι εἰς υἱόν τι ἐλαττώματος μήτε ὑποβεβηκυῖαν νομίζειν αὐτὸν θεότητα παρὰ τὴν τοῦ πατρὸς ἔχειν οὐσίαν. καὶ γάρ τινες τῶν πατέρων ἡμῶν καὶ ὀρθοδόξων ἀπέδωκαν τοῦτο εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες, εἰ καὶ χρὴ οὕτω λέγειν τὸ περὶ τοῦ «κύριος ἔκτισέ με, καὶ ἐθεμελίωσέ με». καὶ ὅτι οὗτός ἐστιν εὐσεβὴς λογισμός, μεγάλοι πατέρες τοῦτο ὑφηγήσαντο. καὶ εἰ μή τις βουληθείη τῶν ὀρθοδόξων καταδέξασθαι, οὐ καταναγκασθήσεται, πρὸς δὲ τοὺς ξένους τῆς πίστεως καὶ ἀλλοτρίους εἰς οὐδέν ἐστιν ἡ βλάβη. οὔτε γὰρ τοῦτο ἡμῖν ἐνσκήψει εἰς υἱόν τι ἐλαττώματος *, τῆς θεότητος ἐλευθέρας οὔσης καὶ ἀεὶ οὔσης σὺν τῷ πατρί. καὶ ὅ τι μὲν πέπονθεν ὁ Χριστός, πέπονθεν, ἀλλ' οὐκ ἐτράπη τὴν φύσιν, ἔμεινε δὲ ἐν τῇ αὐτοῦ ἀπαθείᾳ ἡ αὐτοῦ θεότης. διὸ θελήσας παθεῖν ἰδίᾳ εὐδοκίᾳ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, ἐπειδὴ οὐκ ἐδύνατο ἡ θεότης παθεῖν, καθ' ἑαυτὴν ἀπαθὴς οὖσα ἔλαβε τὸ ἡμέτερον παθητὸν σῶμα, σοφία ὤν, ἵνα ἐν αὐτῷ συνευδοκήσῃ τοῦ παθεῖν καὶ ἀναδέξηται τὰ ἡμέτερα πάθη ἐν σαρκί, συνούσης τῆς θεότητος. καὶ γὰρ ἡ θεότης οὐ πάσχει. πῶς γὰρ ὁ λέγων «ἐγώ εἰμι ἡ ζωή», ἀποθανεῖν δυνήσεται; ἀλλὰ ἀπαθὴς διαμένει ὁ θεός, συμπάσχει δὲ τῇ σαρκί, ἵνα τὸ πάθος εἰς τὴν θεότητα λογισθῇ, μὴ πασχούσης τῆς θεότητος, εἰς τὸ εἶναι ἡμῖν ἐν θεῷ τὴν σωτηρίαν. ἐν σαρκὶ δὲ τὸ πάθος, ἵνα μὴ παθητὸν θεὸν ἔχωμεν, ἀλλὰ ἀπαθῆ, ἐλλογοῦντα εἰς ἑαυτὸν τὸ πάθος, κατὰ προαίρεσιν καὶ οὐ κατὰ ἀνάγκην. 25. Ὅμως δὲ καὶ οὗτοι τὰς λέξεις τὰς Ἑβραϊκὰς οὔτε ψηλαφήσαντες οὔτε γνόντες οὔτε νοοῦντες πῶς ἔχει ἡ τούτων δύναμις, προαλῶς καὶ προπετῶς ἀνέκυψαν δεινοὶ ἐχθροί, ζητοῦντες πρόφασιν πόθεν τὴν πίστιν λωβήσουσι, μᾶλλον δὲ ἑαυτούς· οὐ γὰρ τὴν ἀλήθειαν. καὶ ἐπειδὴ εὗρον, 3.175 τὸ «ὁ κύριος ἔκτισέ με», ῥιψοκινδύνως ὥσπερ φανταζόμενοι ὀνειροπολοῦσι, τὰ μηδὲν χρήσιμα ἐπεισενέγκαντες τῷ βίῳ καὶ ταράξαντες τὴν οἰκουμένην. τὸ δὲ Ἑβραϊκὸν οὐχ οὕτως ἔχει· ὅθεν Ἀκύλας λέγει «κύριος ἐκτήσατό με». ἀεὶ δὲ οἱ γεννῶντες παῖδας λέγουσιν· ἐκτησάμην υἱόν. ἀλλ' οὔτε Ἀκύλας τὴν δύναμιν ἡρμήνευσε· καὶ γὰρ τὸ «ἐκτησάμην υἱόν» ὡς πρόσφατόν ἐστιν ἐν θεῷ δὲ οὐδὲν ἔνι πρόσφατον. κἄν τε ὁμολογῇ τις ὅτι γεγέννηται ὁ υἱὸς ἐκ τοῦ πατρὸς καὶ οὐκ ἔκτισται, γεγέννηται δὲ ἀχρόνως καὶ ἀνάρχως. οὔτε γὰρ ἔνι χρόνος ἀνὰ μέσον υἱοῦ καὶ πατρός, ἵνα μὴ χρόνος τις † ὑπὲρ πλείω γένηται τοῦ υἱοῦ. εἰ γὰρ δι' αὐτοῦ τὰ πάντα, ἄρα καὶ οἱ χρόνοι. χρόνου δὲ ὑπάρχοντος πρὸ τοῦ πρὸ πάντων ὄντος, πῶς ἔσται τοῦτο; ἀλλὰ εἰ ἄρα, ζητηθήσεται ἄλλος υἱός, δι' οὗ πρὸ τοῦ υἱοῦ γέγονε χρόνος. καὶ πολλά ἐστιν ἃ εἰς ἄπειρον ἀπορίαν ἄγει τὰ τῶν «περιεργαζομένων καὶ μηδὲν ἀγαθὸν ἐργαζομένων» ἀνθρώπων φρονήματα. ἐν δὲ τῷ Ἑβραϊκῷ λέγει· «ἀδωναΐ,» ὃ λέγεται κύριος, «κανανί,» ὃ δύναται λέγεσθαι καὶ «ἐνόσσευσέ με» καὶ «ἐκτήσατό με». τὸ δὲ ἀκριβέστατον λέγεται· «ἐνόσσευσέ με». ποῖος δὲ νοσσὸς οὐκ ἀπὸ φύσεως τοῦ γεγεννηκότος γεννᾶται; καὶ ὧδε μὲν ἐν τοῖς σωματικοῖς πλαστίοις διὰ συνδυασμῶν ἄρρενός τε καὶ θηλείας τὰ νοσσευόμενα γίνεται ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πετεινῶν καὶ τῶν ἄλλων. διόπερ ὁ μονογενής, τὰ πάντα σοφία ὢν τοῦ πατρὸς καὶ βουλόμενος ἐπὶ διορθώσει τὰ πάντα