420
ἐργάσασθαι, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ἃ μὴ ἔστι καὶ ἐκπέσῃ τῆς ἀληθείας, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει καὶ φύσει ἀπὸ γυναικὸς γεννηθεὶς, καὶ ἐν μήτρᾳ παρθένου ἀνακλιθεὶς τὸν τῶν κυοφοριῶν χρόνον, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς συνελήφθη, ἵνα μὴ συνδυασμὸς καὶ παραπλοκὴ καὶ ἐν τῇ ἐνσάρκῳ γεννήσει γένηται, ἀλλ' ἐκ μητρὸς μονοειδῶς ἔλαβε τὴν σάρκα καὶ εἰς ἑαυτὸν ἐπλήρωσε τελείαν τὴν ἑαυτοῦ ἐνανθρώπησιν, οὐκ ἐλλιπῆ οὖσαν, ἀλλὰ ἀληθινήν. καὶ οὐχ ὅτι ἀπὸ σπέρματος ἀνδρὸς οὐκ ἦν, εἶχέ τι ἐλλιπές· πάντα γὰρ τελείως ἔσχε τὰ πάντα ἔχων, σάρκα καὶ νεῦρα καὶ φλέβας καὶ τὰ ἄλλα πάντα ὅσα ἐστί, ψυχὴν δὲ ἀληθινῶς, καὶ οὐ δοκήσει, νοῦν δὲ καὶ τὰ πάντα ὅσα ἐστὶν ἐν τῇ ἀνθρωπότητι, χωρὶς ἁμαρτίας, ὡς γέγραπται «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας,» ἵνα ἐν τῷ μονοειδῶς ἐνταῦθα ἀπὸ μητρὸς κατὰ σάρκα γεγεν3.176 νῆσθαι τελείως καὶ οὐκ ἐλλιπῶς δείξῃ τοῖς βουλομένοις ὁρᾶν τὴν ἀλήθειαν καὶ μὴ τυφλώττειν τὸν ἴδιον νοῦν, ὅτι καὶ ἄνω ἐκ πατρὸς τελείως γεγέννηται ἀχρόνως καὶ ἀνάρχως καὶ κάτω ἐκ μητρὸς μόνης γεγέννηται ἀχράντως καὶ ἀμολύντως. 26. Ἵνα δὲ καὶ ἑρμηνεύσωμεν τὴν τοῦ «ἀδωναῒ καννανὶ» λέξιν, ὅπερ ἐστὶ «κύριος ἐνόσσευσέ με». πᾶν γὰρ τὸ γεννῶν ὅμοιόν τι γεννήσει. ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ θεὸς θεόν, καὶ ὁ μὲν ἄνθρωπος γεννᾷ κατὰ σάρκα, θεὸς δὲ κατὰ πνεῦμα. καὶ οἷος ὁ γεννῶν ἄνθρωπος, τοιοῦτος καὶ ὁ ὑπ' αὐτοῦ γεννώμενος. εἴσω παθῶν περιεχόμενος ὁ γεννήσας ἄνθρωπος γεννᾷ τὸν ἴδιον υἱὸν καὶ ὁ ἀπαθὴς θεὸς τὸν ὑπ' αὐτοῦ γεγεννημένον υἱὸν ἀπαθῶς ἐγέννησεν, ἀληθινῶς καὶ οὐ δοκήσει, ἀπὸ ἑαυτοῦ καὶ οὐκ ἔξωθεν ἑαυτοῦ, πνεῦμα ὢν ἀπαθὲς καὶ γεννῶν πνεῦμα ἀπαθῶς, θεὸς ὢν ἀπαθὴς θεὸν ἀληθινὸν γεννήσας ἀπαθῶς. εἰ γὰρ αὐτὸς ἔκτισε τὰ πάντα καὶ ὁμολογεῖς, ὦ Ἄρειε, ὅτι κέκτικεν ὁ θεὸς τὰ πάντα, αὐτὸς καὶ τὸν υἱὸν ἐγέννησεν. εἰ δὲ λέγεις· ἐὰν ἐγέννησεν, ἔπαθε γεννήσας, καὶ ἡμεῖς πρὸς σὲ ἐροῦμεν ὅτι εἰ γεννῶν ἔπαθε, κέκμηκε κτίσας. ἀλλ' ἅμα πάντα ἃ βούλεται, πάντα ἔχει ἐν ἑαυτῷ ἐν τελειότητι, καὶ οὔτε ἐν τῷ κτίζειν εἰς τὸν υἱὸν πάθος ἐνσκήψει οὔτε πάθει συνέχεσθαι τὸ θεῖον διὰ τὴν ἄχραντον τοῦ υἱοῦ γέννησιν νοηθήσεται. ἄτρεπτος γὰρ ὁ πατήρ, ἄτρεπτος ὁ υἱός, ἄτρεπτον τὸ πνεῦμα τὸ ἅγιον, μία οὐσία, μία θεότης. Ἀλλὰ πάντως ἐρεῖς μοι· θέλων ἐγέννησεν ἢ μὴ θέλων; καὶ οὐκ εἰμὶ κατὰ σέ, ὦ φιλόνεικε, ἵνα ἕν τι τοιοῦτον εἰς θεὸν διανοηθῶ. εἰ μὲν γὰρ μὴ βουλόμενος ἐγέννησεν, ἄκων ἐγέννησε. καὶ εἰ βουλόμενος ἐγέννησεν, ἄρα ἦν τὸ βούλημα πρὸ τοῦ υἱοῦ, καὶ ἔσται κἂν ῥοπὴ χρόνου μεταξὺ υἱοῦ διὰ τοῦ βουλήματος. ἐν θεῷ δὲ οὐ χρόνος εἰς βουλὴν οὐ βούλησις εἰς διανόησιν. οὔτε οὖν θέλων ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλὰ ἐν τῇ ὑπὲρ βουλὴν φύσει. φύσις γὰρ αὐτῷ ἐστι θεότητος οὔτε βουλῆς ἐπιδεομένη οὔτε ἄνευ βουλῆς τι πράττουσα, ἀλλ' ἅμα ἐξ αὐτῆς τὰ πάντα ἔχουσα καὶ οὐδὲν λείπουσα τῶν ὄντων. 27. Ἔτι δὲ πάλιν ὁ αὐτὸς Ἄρειος θηρᾶται λέξεις, περινοστῶν ἀεὶ τὰ πάντα καὶ περιεργαζόμενος ἑαυτῷ τὰ μοχθηρά, οὐχ ὡς ἔχει τὸ θεῖον γράμμα, ἀλλ' ὡς αὐτὸς νοσῶν περὶ τὰς ζητήσεις καὶ λογομαχίας εἰς οὐδὲν χρήσιμον, ἀλλ' ἐπὶ καταστροφῇ ἑαυτοῦ καὶ τῶν ὑπ' αὐτοῦ πεπλανημένων *, ἐπιλαμβάνεταί τε τοῦ ῥητοῦ, οὗ ὁ κύριος εὐλογῶν τοὺς μαθητὰς ἔφη «πάτερ, 3.177 δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». ἀλλ' ἤδη μοι πεπραγμάτευται περὶ τούτων πάντων ἐν τῷ μεγάλῳ περὶ πίστεως λόγῳ, ᾧ πάλιν κατὰ τὴν ἡμῶν μετριότητα καὶ ἀσθένειαν ἀναγκασθέντες ὑπὸ τῆς τῶν ἀδελφῶν προτρεπτικῆς παρακλήσεως γεγράφαμεν περὶ πίστεως, ᾧ λόγῳ ἐπεθέμεθα ὄνομα Ἀγκυρωτόν. καὶ γὰρ καθάπερ ὁ ἡμέτερος ἐξίσχυσε πτωχὸς νοῦς διὰ τῆς τοῦ θεοῦ βοηθείας ἐκ πάσης γραφῆς συνάγοντες τὰ ἀληθινὰ τῆς τοῦ θεοῦ διδασκαλίας, ἄγκυραν