422
παρὰ πατρὸς οὐκ αἰτεῖται; τίς δὲ πατὴρ υἱῷ οὐ δίδωσι; 3.179 ποῖος δὲ υἱὸς ἀλλοῖος τυγχάνει παρὰ τὴν τοῦ πατρὸς φύσιν; καὶ διὰ τοῦτο ὁ υἱὸς «μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας» οὐκ ἐπεδέετο τοῦ πληρώματος, οὐκ ἐλλιπὴς ὢν τῆς ἀληθείας, ἀλλὰ πλήρης χάριτος καὶ ἀληθείας. ὁ δὲ πλήρης ὢν καὶ δίδωσι καὶ δύναται δοῦναι· βούλεται δὲ πάντα ἀνάγειν ἐπὶ τὸν πατέρα. δοξάζει γὰρ υἱὸς τὸν πατέρα, δοξάζει ὁ πατὴρ τὸν μονογενῆ· «ἐγὼ γάρ σε ἐδόξασα ἐπὶ τῆς γῆς», ἔλεγεν ὁ υἱὸς τῷ πατρί, καὶ ὁ πατὴρ ἔλεγε τῷ υἱῷ «ἐδόξασά σε, καὶ πάλιν δοξάσω». οὐκ ἔνι γὰρ διάστασις, οὐκ ἔνι φθόνος θεότητος. «δὸς οὖν αὐτοῖς ἔχειν ζωὴν ἐν ἑαυτοῖς». ὁ ζωὴ ὢν ζωὴν θέλει παρὰ πατρὸς λαμβάνειν καὶ διδόναι τοῖς μαθηταῖς, αὐτὸς ὢν ζωή, ἵνα μὴ διέλῃ τὴν μονάδα, ἵνα μὴ σκῶλος γένηται τοῖς Ἰουδαίοις, ἵνα ἀκούσωσιν οἱ Ἰουδαῖοι παρὰ τοῦ πατρὸς αἰτοῦντα καὶ διδόντα τοῖς αὐτοῦ μαθηταῖς. 30. Πῶς οὖν αἰτεῖ τὸν πατέρα ὁ υἱός; ὡς μὴ ἔχων καὶ αἰτῶν; οὐχί, ἀλλὰ τὴν μονάδα τῆς τριάδος σημαίνων, τελείως παρέχουσαν τῷ λαμβάνοντι τὰ δῶρα ἀξίως. ἵνα δὲ σημάνῃ ὅτι μία ἐστὶν ἡ θεότης, πάλιν ἐν ἄλλῳ τόπῳ οὐκέτι αἰτούμενος δίδωσιν, ἀλλ' αὐθεντίᾳ τὰ ἴδια, ὡς πηγὴ ὢν ἀπὸ πηγῆς καὶ θεὸς ὢν ἐκ θεοῦ· «ἐνεφύσησεν γὰρ εἰς τὸ πρόσωπον αὐτῶν καὶ εἶπε· λάβετε πνεῦμα ἅγιον», καὶ ἄλλοτε «ἐπῇρε τὰς χεῖρας καὶ εἶπε λάβετε πνεῦμα ἅγιον»· καὶ ἔχει ἐν ἑαυτῷ ζωήν, ἵνα ᾧ βούλεται δοῦναι δῷ. «ὡς γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ ὁ υἱὸς ἔχει ζωὴν ἐν ἑαυτῷ». καὶ ὁρᾷς ὅτι ἕνεκεν τιμῆς πρὸς τὸν πατέρα καὶ ἕνεκεν μιᾶς ἑνότητος καὶ μιᾶς δοξολογίας καὶ τοῦ μὴ τοὺς μαθητὰς νομίσαι, μὴ ἀπὸ τοῦ θεοῦ τοῦ νόμου καὶ τῶν προφητῶν παρεκκλίνειν ὁ μονογενὴς ἦλθε τὰς διανοίας τῶν πιστευόντων, τούτου ἕνεκα, θεὸς ὢν καὶ προγινώσκων τὴν τῶν ἀνθρώπων κακοήθειαν, τὸν λόγον ὡς πρὸς τὸν πατέρα πέμπει καὶ τὴν δόξαν ἀναφαίρετον τῷ πατρὶ δίδωσιν, ἵνα Μανιχαῖος καταισχυνθῇ ἀρνούμενος τὸν πατέρα, ἵνα οἱ μαθηταὶ μάθωσιν, ὅτι αὐτή ἐστιν ἡ θεότης ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ, ἵνα οἱ Ἰουδαῖοι ἐντραπῶσιν ὅτι οὐκ ἦλθεν ὁ μονογενὴς διδάξαι ἄλλον θεόν, ἀλλὰ ἀποκαλύψαι αὐτοῦ τὴν θεότητα καὶ πατρὸς αὐτοῦ τοῦ ἐπουρανίου. «δὸς οὖν αὐτοῖς ἔχειν ζωὴν ἐν ἑαυτοῖς,» καίτοι γε αὐτὸς ἐκήρυττε ταύτην τὴν ζωήν. πῶς οὖν τὸν πατέρα ᾔτει, ἵνα δῷ αὐτοῖς ὃ αὐτὸς ἐδίδασκε καὶ ἐδίδου; τὴν γὰρ ζωὴν ὕστερον ἀπεφήνατο λέγων «αὕτη, φησίν, ἐστὶν ἡ ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν». 3.180 31. Εἶτα ὁ Ἄρειος καὶ οἱ ἀπ' αὐτοῦ ἀναπηδῶσι διὰ τῆς λέξεως, ὥς τι κατὰ τῆς ἀληθείας εὑράμενοι, ὅτι εἶπε «τὸν μόνον», φησί, «ἀληθινὸν θεόν». ὁρᾷς τοίνυν ὅτι μόνος ἐστὶν ὁ πατὴρ ὁ ἀληθινός. ἐρωτῶμεν δὲ ὑμᾶς καὶ αὐτοί, τί οὖν φατέ; μόνος ἐστὶν ὁ πατὴρ ὁ ἀληθινός, ὁ δὲ υἱὸς τί ἄρα ἔσται; οὐκ ἔστιν ἀληθινὸς ὁ υἱός; εἰ οὐκ ἔστιν ἀληθινὸς ὁ υἱός, «ματαία ἡ πίστις ἡμῶν, μάταιον τὸ ἐν ἡμῖν κήρυγμα», εὑρεθήσεσθε ἀπεικάζοντες τὸν υἱὸν τοῦ θεοῦ, βλασφημοῦντες καθ' ἑαυτῶν, τοῖς ἀνωνύμοις καὶ ἀθεμίτοις εἰδώλοις, οἷς εἴρηκαν οἱ προφῆται * ἐκ προσώπου τῶν ἠπατημένων, ὡς ἕκαστος τῶν προφητῶν τῆς λέξεως ταύτης ἐπεμνήσθη * λέγων καὶ ὅτι «ψευδεῖς ἐποίησαν ἑαυτοῖς θεοὺς οἱ πατέρες ἡμῶν καὶ ψευδεῖς ἐγένοντο οἱ βουνοί». ἄρα οὖν καὶ ὁ μονογενὴς παρ' ὑμῖν οὕτως κρίνεται, καὶ οὕτως αἰσχρῶς περὶ τοῦ «ἐξαγοράσαντος ὑμᾶς», εἴ γε ἐξηγόρασε, διανοεῖσθε. οὐκέτι δὲ τῆς αὐτοῦ ἐπαύλεώς ἐστε, ἀρνούμενοι τὸν ὑμῶν σωτῆρα καὶ τὸν ἀγοράσαντα ὑμᾶς. εἰ γὰρ οὐκ ἔστιν ἀληθινὸς ὁ θεός, οὔτε προσκυνητός ἐστι, καὶ εἰ ἔστι κτιστός, οὐ θεός. καὶ εἰ οὐκ ἔστι προσκυνητός, πῶς ἄρα θεολογεῖται; παύσασθε οἱ πάλιν τὴν φύσιν * ἐργαζόμενοι τὴν Βαβυλωνίαν, οἱ τὴν εἰκόνα καὶ τὸν τύπον ἐγείραντες τοῦ Ναβουχοδονόσορ, οἱ τὴν πολυθρύλητον ταύτην σάλπιγγα εἰς ἕνωσιν τῶν πολεμούντων * σαλπίζοντες, οἱ ἐν μουσικοῖς καὶ ἐν κυμβάλοις καὶ ἐν ψαλτηρίῳ διὰ τῶν πεπλανημένων ὑμῶν ῥημάτων εἰς πτῶσιν τοὺς