423
λαοὺς φέροντες, εἰκόνι μᾶλλον δουλεῦσαι παρασκευάζοντες ἤπερ θεῷ καὶ ἀληθείᾳ. καὶ τίς ἀληθινὸς ἕτερος ὡς ὁ υἱὸς τοῦ θεοῦ; «τίς γὰρ ἐξισωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ,» φησιν ἡ γραφὴ καὶ «ἕτερος πρὸς αὐτὸν οὐ λογισθήσεται». καὶ τίνα φησίν; ἵνα ἴδῃς ὅτι περὶ τοῦ υἱοῦ λέγει, καθεξῆς διηγούμενός φησι «ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. καὶ μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανε3.181 στράφη.» πῶς οὖν οὐκ ἀληθινῶς πρὸς αὐτὸν ταῦτα εἴρητοι; * ὁ καὶ λέγων «ἐγώ εἰμι ἡ ἀλήθεια». 32. Ἀλλ' ἐρεῖς μοι· πῶς εἶπεν ὁ μονογενὴς ἀληθινὸς θεὸς «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», ἵνα μὴ πολυθεΐα νομισθείη, ἵνα μὴ διαίρεσις γένηται τῆς ζωτικῆς γνώσεως; εἰ γὰρ μόνος ἀληθινὸς θεὸς ὁ πατήρ, ἀληθινὸς ὁ υἱός, ἐκ πατρὸς ἀληθινῶς γεγεννημένος. «τιμῶν γὰρ τὸν ποτέρα» καὶ μόνον αὐτὸν θεὸν ἀληθινὸν ἀποκαλύπτων ἑαυτὸν ἔδειξεν ἐκ πατρὸς ἀληθινῶς γεγεννημένον. διὰ τοῦτο ἀληθινὸς θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱὸς ὁ μονογενής. καὶ πόθεν τοῦτο δεικτέον; ἀλλ' ὅρα μοι τὰς λέξεις ἐνταῦθα, ὡς μόνον ἀληθινὸν θεὸν φάσκει ἐνταῦθα τὸν πατέρα· ἐν δὲ τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὅτι, φησίν, «ἦν τὸ φῶς τὸ ἀληθινόν». καὶ ποῖον φῶς ἀληθινὸν ἀλλ' ἢ ὁ μονογενής; καὶ πάλιν, αἱ γραφαί φασι περὶ τοῦ θεοῦ ὅτι «φῶς ὁ θεός», καὶ οὐκ εἶπε φῶς ἀληθινὸν ὁ θεός· περὶ δὲ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ὅτι φῶς ἀληθινὸν ὁ μονογενής. περὶ δὲ τοῦ πατρὸς θεὸς ἀληθινός, καὶ οὐκ εἶπεν ὅτι φῶς ἀληθινὸν ὁ θεός· περὶ δὲ τοῦ υἱοῦ ὅτι θεός, καὶ ἐπὶ τοῦ θεὸς ὁ υἱός, οὐ προσέθετο τὸ ἀληθινόν. καὶ ὅπου φῶς ὁ θεός, οὐ προσέθετο φῶς ἀληθινόν. τί οὖν λέγωμεν περὶ τοῦ πατρός; ὅτι μὲν γὰρ φῶς ἀληθινὸν ὁ θεός, * καὶ οὐκ ἄρα ἐλλιπὲς ποιήσομεν τὸ θεῖον. καὶ ἐπειδὴ οὐκ ἔστι γεγραμμένον τὸ φῶς τὸ ἀληθινόν, καὶ εἴποιμεν ἁμαρτάνοντες, ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καὶ ἐπειδὴ ὁ υἱὸς γέγραπται ὅτι θεός ἐστι καὶ ἦν ὁ θεὸς πρὸς τὸν ὄντα πατέρα καὶ γὰρ «ἦν θεὸς ὁ λόγος», καὶ οὐκ εἶπεν ὅτι θεὸς ἐγένετο ὁ λόγος, ἀλλὰ θεὸς ἦν, ἐκ δὲ τῶν δύο τὰ ἰσόρροπα δειχθήσεται· ἐκ τοῦ μὲν θεὸς ἀληθινὸς ὁ πατὴρ καὶ φῶς ἀληθινὸν ὁ υἱὸς τὰ ἰσόζυγα φανεῖται τῆς ἀξίας καὶ ἐκ τοῦ θεὸς ὁ υἱὸς καὶ φῶς ὁ θεὸς τὰ ἰσόρροπα τῆς δοξολογίας εὑρεθήσεται. καὶ οὐδὲν διοίσει οὐδὲ ἀντιλέξειέ τις τῇ ἀληθείᾳ, ἀλλὰ ἀληθινὸς θεὸς ὁ πατὴρ καὶ ἀληθινὸς θεὸς ὁ μονογενής. 33. Ἔτι δὲ καὶ περὶ τοῦ ἁγίου πνεύματος ἀναγκάζομαι τοῦ λέγειν ἐνταῦθα, ἵνα μὴ παραλείψας τι δῶ τοῖς βουλομένοις ἀντιλέγειν ἐχθροῖς 3.182 τὰς αὐτῶν ἔχειν * πρόφασιν. οὕτω γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς αὐτὸς ὁ κύριος μαρτυρεῖ λέγων «τὸ πνεῦμα τῆς ἀληθείας», «τὸ πνεῦμα τοῦ πατρός», ὁ δὲ ἀπόστολος «πνεῦμα Χριστοῦ». ἄρα γοῦν τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα ἀληθείας, πνεῦμα θεοῦ, ὡς θεὸς ἀληθινός, ὡς φῶς ἀληθινόν, ὡς πνεῦμα πατρός, ὡς πνεῦμα υἱοῦ. μία γάρ ἐστιν ἡ τριάς, μία ἡ δοξολογία, μία ἡ θεότης, μία ἡ κυριότης. πατὴρ πατήρ, υἱὸς υἱός. ἅγιον πνεῦμα ἅγιον πνεῦμα, οὐ συναλοιφὴ ἡ τριάς, οὐ διεστῶσα τῆς ἰδίας αὐτῆς μονάδος, οὐκ ἐλλιπὴς τῆς τελειότητος, οὐκ ἀλλοία τῆς ἰδίας ἰδιότητος, ἀλλὰ πάντα τελειότης, τρία τέλεια, μία θεότης. καὶ πέπτωκεν ἡ τῶν δι' ἐναντίας μάχαιρα. καὶ γὰρ οὕτω γέγραπται ὅτι «βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν». καὶ γὰρ τὰ νήπια, κἄν τε θέλῃ λαμβάνειν βέλη, ἀνίσχυρα τυγχάνει, μὴ δυνάμενα ἐν χερσὶν αὐτῶν τι πράττειν. ἐὰν δὲ καὶ παραταραχθῇ τὰ νήπια, μᾶλλον ἑαυτὰ σφάζει καὶ ἑαυτὰ ἀδικεῖ, μὴ δυνάμενα ἄλλοις ἐπιχειρεῖν τοῦ βέλους τὸ ἐπιχείρημα, ὡς καὶ οὗτοι καθ' ἑαυτῶν ἐπεστράτευσαν τὴν πλάνην, οὐδὲν δὲ ἐνσκήψουσιν εἰς τοὺς υἱοὺς τῆς ἀληθείας. 34. Παρελεύσομαι δὲ καὶ εἰς ἑτέρας λέξεις πάλιν τὰς ὑπ' αὐτῶν ἐπινοουμένας. καὶ πρῶτον μὲν ἐκπλήξεώς ἐστι τὸ ἔργον, ὡς εἰρωνείᾳ κέχρηνται πρὸς ἀπάτην τῶν ἀφελῶν καὶ ἀκεραίων φύσει· ὡς ὁ ὄφις ἠπάτησε τὴν Εὔαν ἀκεραίαν οὖσαν, τῷ αὐτῷ τρόπῳ καὶ