425
χρῆσιν ποιεῖται πρὸς τὴν ἡμῶν σωτηρίαν καὶ πρὸς τὴν τοῦ θεοῦ λόγου ἔνσαρκον δοξολογίαν καὶ τελείαν θεότητα; τί ὠφελεῖ ἡμᾶς τὸ λέγειν αὐτὸν κτίσμα; τί κτίσμα ταῖς κτίσεσιν ἐργάζεται; τί κτίσμα ὠφελεῖ τὰς κτίσεις; πῶς δὲ ἔκτισεν ὁ θεὸς υἱόν, θεὸν εἰς προσκύνησιν αὐτὸν διδούς, ὁπότε λέγει «μὴ ποιήσῃς σεαυτῷ πᾶν ὁμοίωμα μήτε ἐπὶ γῆς μήτε ἐν οὐρανῷ καὶ μὴ προσκυνήσεις αὐτῷ;» πῶς οὖν ἔκτισεν ἑαυτῷ υἱὸν καὶ ἐπέταξε προσκυνεῖσθαι; μάλιστα τοῦ ἀποστόλου λέγοντος «καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν». μωρὸν γὰρ τὸ κτίσιν θεολογεῖν, ἀθετεῖν δὲ πρώτην ἐντολὴν τὴν λέγουσαν «κύριον τὸν θέον σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις». διὸ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία οὐ κτίσμα προσκυνεῖ, ἀλλὰ υἱὸν γεννητόν, πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρί, σὺν ἁγίῳ πνεύματι. ἀλλὰ ναί, φησιν· ἐὰν γὰρ μὴ εἴπω ὅτι κτίσμα, φησίν, ἐλάττωσιν προσφέρω τῷ πατρί. τὸ γὰρ κτιστὸν οὐκ ἐλαττοῖ τὸν κτίσαντα, τὸ δὲ γεγεννημένον ἐκ φύσεως ἢ συστολὴν ἐργάζεται ἢ πλατυσμὸν ἢ μείωσιν ἢ τομὴν ἤ τι τῶν τοιούτων παθῶν προσάπτει τῷ γεγεννηκότι. πολλὴ δὲ μωρία τῶν τοιαῦτα λογιζομένων, ὡς ἀφ' ἑαυτῶν τὸ θεῖον εἰκάζειν καὶ τὰ εἰς αὐτοὺς πάθη τῷ θεῷ προσάπτειν βουλομένων, τοῦ θεοῦ ἀπαθοῦς ὄντος παντελῶς καὶ ἐν τῷ γεννᾶν καὶ ἐν τῷ κτίζειν. ὡς γὰρ ἡμεῖς πάσχομεν γεννῶντες, ἐπειδὴ κτιστοί ἐσμεν, οὕτω καὶ κάμνομεν κτίζοντες. καὶ εἰ πάσχει ὁ πατὴρ γεννῶν, ἄρα καὶ κτίζων κάμνει. πῶς δὲ περὶ θεοῦ πάθος ἐστὶν εἰπεῖν καὶ τὸ κάμνειν, εἴπερ κτίζει; ἀλλ' οὐ κάμνει, μὴ γένοιτο. 3.185 «οὐ κοπιάσει» γάρ φησιν ἡ γραφή. «πνεῦμα οὖν ὁ θεὸς» καὶ κατὰ πνεῦμα ἀνάρχως καὶ ἀρχόνως τὸν υἱὸν ἐγέννησεν, «θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ κτισθέντα». 37. Παρελεύσομαι δὲ καὶ τοῦτο τὸ ῥητόν, ἐφ' ἕτερα δὲ πάλιν ἑαυτοὺς ἐπιδῶμεν τῶν ὑπ' αὐτῶν ἐν κακαῖς ὑπονοίαις λεγομένων τε καὶ ᾀδομένων, ἄνω δέ μοι προτεταγμένων. καὶ γὰρ πάλιν χυδαίως φασὶ τοῦτο τὸ ῥητὸν παρερμηνεύοντες τὸ «δέξασθε τὸν ἀρχιερέα ὑμῶν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν». καὶ πρῶτον μὲν τὴν ἐπιστολὴν ταύτην, τὴν πρὸς Ἑβραίους φημί, ἀπωθοῦνται, φύσει αὐτὴν ἀναιροῦντες ἀπὸ τοῦ ἀποστόλου καὶ λέγοντες μὴ εἶναι τοῦ αὐτοῦ. τὸ δὲ ῥητὸν διὰ τὴν ἰδίαν νόσον εἰς ἑαυτούς, ὡς προεῖπον, * κακῶς ἐκδέχονται, δῆθεν ἀπὸ τοῦ εἰρημένου ὅτι «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» τὸ κτίσμα παρεισφέροντες. ἐρωτήσειε δ' ἄν τις αὐτοὺς σύνεσιν κεκτημένος, καὶ ἀπορήσουσι, μὴ ἔχοντες τί ἀποκριθήσονται, ὅτι τὸ «ἀρχιερέα» πότε προσελάβετο ὁ κύριος ἡμῶν ὄνομα αὐτῷ καλεῖσθαι; οὐδαμοῦ γὰρ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ταῦτα ἔσχε τὰ ὀνόματα, τὸ λίθον καλεῖσθαι, τὸ πρόβατον εἰς σφαγὴν φερόμενον, τὸ ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου, τὸ ἀετὸν καὶ ἀρνίον καὶ τὰ ἄλλα πάντα, ὅσαπερ εἰς αὐτὸν μετὰ τὴν ἔνσαρκον παρουσίαν ἀναφέρεται, ὡς καὶ τὸ ἀρχιερέα αὐτὸν καλεῖσθαι, δι' ἣν ὁ νόμος ἐκήρυττε περὶ αὐτοῦ ὑπόθεσιν, ὅτι «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ κύριος ὁ θεὸς ὑμῖν». ἄρα γοῦν τὸ «προφήτην» καὶ «ἀρχιερέα» καὶ «τὸ ἐξ αὐτῶν» μετὰ τὴν ἐνταῦθα κατακωχὴν ἑρμηνεύει σαφῶς ὁ λόγος, ὡς καὶ ἀραρότως ἔστιν ἰδεῖν, πῶς πάλιν ἡ ἀνίκητος τοῦ θεοῦ δύναμις καὶ προγνωσία «εἰς τὸ φράξαι πᾶν στόμα» ἐπεγειρόμενον κατὰ τῆς ἀληθείας πάντα μετὰ θαυμαστῆς φωτα3.186 γωγίας προεθέσπισε καὶ ἠσφαλίσατο. φάσκει γὰρ οὕτως ἐν τῇ αὐτῇ ἀκολουθίᾳ ὅτι «πᾶς ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας, δυνάμενος μετριοπαθεῖν. ἀνάγκην γὰρ ἔχει καὶ περὶ τῶν ἰδίων ἁμαρτιῶν προσφέρειν, ὁ δὲ μὴ ἔχων ἁμαρτίαν ἑαυτὸν προσήνεγκε τῷ πατρί». καὶ τὸ μὲν «ἐκ τῶν ἀνθρώπων» διὰ τὴν ἐνδημίαν, τὸ δὲ «οὐκ ἐξ ἀνθρώπων» καὶ τὸ «μὴ ἔχων ἁμαρτίαν» διὰ τὴν θεότητα. καὶ περὶ τῆς αὐτοῦ θεότητός φησι «καίπερ ὢν υἱός», περὶ δὲ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας «ἔμαθεν ἐξ ὧν ἔπαθε»,