426
φησί. 38. Καὶ ὁρᾷς ὅτι πάντα τοῦ Χριστοῦ λεῖα καὶ οὐδὲν ἐν αὐτοῖς στραγγαλιῶδες. τὸ γὰρ «ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» οὐδὲ τὴν αὐτὴν πλάσιν ἐνταῦθα διηγεῖται τοῦ σώματος οὐδὲ τῆς αὐτοῦ ἐνανθρωπήσεως, οὐ περὶ κτίσεως ὅλως φάσκει, ἀλλὰ μετὰ τὴν ἐνδημίαν τοῦ ἀξιώματος τὸ χάρισμα· ὡς καὶ τὸ εἰρημένον «ἔδωκεν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». καὶ οὐ πρώην τοῦτο ἐπληροῦτο ἐν τῇ θεότητι, ἀλλὰ ἐν τῇ νῦν παρουσίᾳ, ἐπειδήπερ ἡ αὐτοῦ ἐνανθρώπησις ἡ ἐ39. Τί οὖν ἐποίησεν αὐτόν; οἱ φιλονεικοῦντες μάθωσιν ἀπὸ τῶν προειρημένων πάντων ὅτι οὐδὲν εἰς τὴν θεότητα ἐν τῷ ῥητῷ τούτῳ ἀναλογεῖται, ἀλλὰ εἰς τὴν ἔνσαρκον παρουσίαν καὶ οὐδὲ ὡς περὶ ποιήσεως ἢ κτίσματος, ἀλλ' ὡς περὶ ἀξιώματος μετὰ τὴν παρουσίαν τὸ «ἐποίησεν αὐτόν». ἐρωτήσας γάρ τις τινὰ βασιλέα περὶ τοῦ ἰδίου υἱοῦ, ὅτι «τί σοι πέφυκεν οὗτος», καὶ ἀκούσει παρ' αὐτοῦ ὅτι «υἱός μου ἐστί». «γνήσιος οὖν 3.187 σοι ὑπάρχει ἢ νόθος;» ὁ δέ φησι· «γνήσιος ἐξ ἐμοῦ ὑπάρχει.» «τί οὖν αὐτὸν ἐποίησας»; «βασιλέα αὐτὸν ἐποίησα.» δῆλον μηδὲν παρηλλαγμένον τῆς τοῦ πατρὸς αὐτοῦ ἀξίας. καὶ οὐχὶ πάντως διὰ τὸ εἰρηκέναι, ἐποίησα αὐτὸν βασιλέα, παρὰ τοῦτο ἔκτισα αὐτόν, λέγει ὁ βασιλεύς. οὐ γὰρ τὴν γέννησιν ἠρνήσατο, ἣν ὡμολόγησεν φάσκων γεγεννηκέναι, ἐν τῷ εἰπεῖν ἐποίησα, ἀλλ' ἐκείνην μὲν σαφῶς ἀπεφήνατο, τὸ δὲ ἐποίησα περὶ ἀξίας ἐδήλωσεν. οὕτω καὶ ὁ υἱὸς υἱὸς τοῦ πατρὸς ἀναμφιβόλως τοῖς ζωὴν ἐθέλουσι περιποιήσασθαι πιστεύεταί τε καὶ προσκυνεῖται. τὸ δὲ ἀρχιερέα γενέσθαι, διότι ἐν τῷ σώματι αὐτοῦ τῷ πατρὶ ἑαυτὸν προσήνεγκεν ὑπὲρ τῆς ἀνθρωπότητος, αὐτὸς ἱερεύς, αὐτὸς ἱερεῖον· ἑαυτὸν μὲν προσήνεγκεν, ὑπὲρ πάσης δὲ κτίσεως ἀρχιερατεύων, ἀναβὰς δὲ πνευματικῶς καὶ ἐνδόξως ἐν αὐτῷ τῷ σώματι «ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός», «γεγονὼς ἀρχιερεὺς εἰς τὸ διηνεκὲς» καὶ «διεληλυθὼς τοὺς οὐρανοὺς» ἐφ' ἅπαξ, ὡς μαρτυρεῖ περὶ αὐτοῦ ἐν ταῖς καθεξῆς λέξεσιν ὁ αὐτὸς ἅγιος ἀπόστολος. καὶ ἐξέπεσε πάλιν τούτων ἡ προφασιστικὴ διαλογὴ τῆς θείας γραφῆς, ζωτικῆς οὔσης καὶ μηδὲν ἐχούσης εἰς πρόσκομμα πιστοῖς ἢ εἰς ἐλάττωμα βλασφημίας πρὸς τὸν λόγον. 40. Εἶτα μέμνηνται πάλιν ἑτέρου ῥητοῦ ὡς Ἰωάννης ἑστὼς ἐν τῇ ἐρήμῳ καὶ θεασάμενος αὐτὸν ἐρχόμενον ἔλεγεν «οὗτός ἐστιν, ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν». καὶ πρῶτον μὲν αὐτὰς τὰς λέξεις ὡς καρηβαροῦντες ἀλλάσσουσι τῇ διανοίᾳ καὶ λέγουσι· πῶς τοῦτο πληροῦται ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, ὅτι οὐκ ἦν πρὸ Ἰωάννου ἐν γαστρὶ Μαρίας συνειλημμένος; ἀλλά, ὥς φησιν ὁ εὐαγγελιστής· «ἐν δὲ τῷ ἕκτῳ μηνὶ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ εἰς πόλιν τῆς Γαλιλαίας, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ. καὶ εἰσελθὼν πρὸς αὐτὴν ἔφη· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ,» καὶ τὰ λοιπὰ τῆς ἀκολουθίας. ὡς οὖν ἡ παρθένος ἐπὶ τῷ ἀσπασμῷ ἐταράσσετο, ἔφη πρὸς αὐτήν· «ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» «καὶ ἰδοὺ ἡ συγγενής σου Ἐλισάβετ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ». καὶ ὁρᾷς, φησιν, ὅτι πρὸ ἓξ μηνῶν τοῦ εὐαγγελισθῆναι Μαρίαν ἤδη προυπῆρχεν ὁ Ἰωάννης. πῶς οὖν τὸ 3.188 «πρὸ ἐμοῦ ἐγένετο» ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ Χριστοῦ πληρωθήσεται; τίς δὲ τῶν ἀκεραίων καὶ μὴ ἐν διανοίᾳ ἐναργῶς ἑδραιωμένων ἀκούσας τὸ ῥητὸν οὐ ταραχθήσεται; † λέγει γὰρ τὰ ἀναγκαῖα καὶ ἀκέραια καὶ ζωτικὰ τὰ τῆς θείας γραφῆς τοῖς τὰ πονηρὰ ἑαυτοῖς ἐπισπωμένοις μᾶλλον βλαβερώτερα φαίνεται, τῶν ῥητῶν πάντῃ ἐν πνεύματι ἁγίῳ κατηυγασμένων. τί γὰρ παραλέλειπται τῷ ῥητῷ πρὸς ἀσφάλειαν; ἰδοὺ γὰρ λέγει ὅτι «οὗτός ἐστι», τὸ ὁρατὸν σημαίνων καὶ ὑποδεικνύων τοῖς ὁρῶσιν, «ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται». καὶ τίς ἔρχεται ἀλλ' ἢ «ἀνήρ»; οὐδεὶς δὲ τῶν σύνεσιν κεκτημένων ἄνδρα ψιλὸν νομίσειε τὸν κύριον ἡμῶν, ἀλλὰ αἱ ἄνω αἱρέσεις αἱ ἤδη σημανθεῖσαι, οἱ