427
περὶ Κήρινθον καὶ Μήρινθον καὶ Ἐβίωνα. ἀλλὰ μετὰ τοῦ «ἀνὴρ» πάντως ὅτι ἠσφαλισμένως καὶ κύριον αὐτὸν ἴσασιν οἱ ἀληθινοὶ πιστοί, ὡς καὶ Ἰωάννης μαρτυρεῖ «ὃ ἀκηκόαμεν ἀπ' ἀρχῆς», ἵνα εἴπῃ τὸν ἀπ' ἀρχῆς ὄντα, τὸν ἀόρατον θεὸν λόγον, ὃν ἠκούσαμεν ἐν θείαις γραφαῖς, ἐν προφήταις καταγγελλόμενον, ἐν οὐρανῷ ἐξυμνούμενον. καὶ διὰ τοῦτο τὸ «ὃ ἐν ἀρχῇ ἠκούσαμεν καὶ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς», ἵνα ἄνω τὸ ἀκηκοέναι θεὸν ὁμολογήσῃ ἐξ ὑπαρχῆς, τὸ δὲ ἑωρακέναι ἄνθρωπον σημάνῃ, ὃν καὶ ὁ βαπτιστὴς Ἰωάννης ἔφη ὅτι «ὀπίσω μου ἔρχεται ἀνήρ»· καὶ τὸ «αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν», ἵνα θεὸν ἄνωθεν σημάνῃ καὶ ἄνθρωπον ὁρατὸν ὑποδείξῃ ἀπὸ Μαρίας γεγεννημένον καὶ ἐκ νεκρῶν ἀναστάντα τέλειον, μὴ ἀποβαλλόμενον τὸ ἅγιον σκεῦος ὃ εἴληφε καὶ τὴν τελείαν αὐτοῦ ἐνανθρώπησιν, ἀλλὰ διὰ τοῦ ἐψηλαφηκέναι τὴν πλευρὰν τόν τε τύπον τῶν ἥλων τὰ τρία ὁμολογήσῃ ἀπαρασαλεύτως. οὕτω μοι καὶ ἐνταῦθα νόει τὸ ὅτι «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται ἀνήρ», ἵνα τὴν ἔνσαρκον σημάνῃ παρουσίαν, καὶ τὸ ὅτι «πρῶτός μου ἦν,» ἵνα τὴν θεότητα ὑποδείξῃ, «ὅτι πρὸ ἐμοῦ ἐγένετο». «ἐν τῷ κόσμῳ γὰρ ἦν», φησι τὸ ἅγιον εὐαγγέλιον, «καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» 41. Εἰ δὲ ἐν κόσμῳ ἦν πρὸ τοῦ Ἰωάννην γεννηθῆναι καὶ συλληφθῆναι, πρὸ αὐτοῦ γέγονεν ἐν κόσμῳ, οὐ περὶ κτίσεως, οὐ περὶ ποιήσεως σημαίνων, ἀλλὰ κατὰ τὴν χρῆσιν, καθ' ἣν ὁμωνύμως εἰώθασιν οἱ ἄνθρωποι λέγειν· ἐγενόμην ἐν Ἱεροσολύμοις, ἐγενόμην ἐν Βαβυλῶνι, ἐγενόμην ἐν Αἰθιοπίᾳ, ἐγενόμην ἐν Ἀλεξανδρείᾳ, οὐ κτίσιν σημαίνων ἐνταῦθα, ἀλλὰ ἐπίβασίν 3.189 τε καὶ παρουσίαν. τί γὰρ ἐγενόμην ἐν Βαβυλῶνι ἢ ἐν ἑτέρῳ τόπῳ σημαίνει, ὅτι ἦλθον. «πρὸ ἐμοῦ οὖν ἐγένετο», ἵνα δείξῃ ἐπὶ τῆς γῆς τὴν τοῦ λόγου ἀεὶ ἐπίβασιν, καὶ τὸ «πρῶτός μου ἦν,» ἵνα δείξῃ τὴν θεότητα ἀεὶ οὖσαν. τὸ δὲ «ὀπίσω μου ἐρχόμενον», ἵνα δείξῃ τὴν σύλληψιν μετὰ τὸν Ἰωάννην. καὶ διὰ τοῦτο «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», ἑτοιμαστικὴ φωνὴ τῆς τῶν ἀνθρώπων ἀκοῆς. πρῶτον γὰρ ἀδιάρθρωτον εἰώθασιν οἱ φωνοῦντες ἀποδιδόναι φωνὴν ἐχήεσσαν, ἀπὸ μήκοθεν καλοῦντες τούς τι ἔχοντας παρ' αὐτῶν ἀκούειν, καὶ ἐπὰν ἐκεῖνοι τῆς φωνῆς ἀκούσωσι μόνης καὶ δώσωσι τὸν νοῦν τοῦ ἀκούειν καὶ ἑτοιμάσωσι τὴν ἀκοήν, τότε ὁ τὴν ἠχήεσσαν φωνὴν ἀποδοὺς λοιπὸν διαστέλλει τὸν λόγον, ὅνπερ ἠβουλήθη εἰπεῖν. οὕτω καὶ Ἰωάννης φωνὴ ἐγένετο ἑτοιμάζουσα τὴν ἀκοὴν τῶν ἀνθρώπων. οὐ γὰρ ἦν αὐτὸς ὁ λόγος, ἀλλὰ μετ' αὐτὸν ἦλθεν ὁ λόγος, δι' ὃν ἡ ἑτοιμαστικὴ φωνὴ γέγονε. καὶ διὰ τοῦτο λέγει «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὰς ὁδοὺς κυρίου». ἡ γὰρ φωνὴ ἑτοιμάζει, ὁ δὲ κύριος ἐπιβαίνει ταῖς ὁδοῖς ταῖς ἡτοιμασμέναις. καὶ ἡ φωνὴ λαλεῖ εἰς τὴν ἀκοήν· ὅταν δὲ ἡ ἀκοὴ σχολάσῃ, τότε ὁ λόγος ἐν τῇ ἀκοῇ καταβάλλεται τῶν δεχομένων. οὐδαμοῦ τοίνυν ἐπιλήψεται Ἄρειος καὶ οἱ ἀπ' αὐτοῦ τῆς τοῦ θεοῦ ἀληθείας, ἀεὶ καταυγαζούσης καρδίας πιστῶν εἰς τὸ μὴ ἐκτραπῆναι ἀπὸ τῆς ἐν τῷ λόγῳ υἱῷ θεοῦ ἐν ἀληθείᾳ ἀκτίστῳ καὶ ἀγενήτῳ σωτηρίας. 42. Προκοπτόντων δὲ πάλιν ἡμῶν καὶ ἐπὶ τὰς ἑξῆς βαινόντων, οὐδὲν παραλείψομεν τῶν ἄνω προτεταγμένων εἰς ἐπίλυσιν, ἀλλ' αὖθις πάλιν ἐπιληψόμεθα τῆς ἀκολουθίας. προφασίζονται γὰρ πάλιν ἑτέραν πρόφασιν, τὴν ὑπὸ τοῦ ἁγίου Πέτρου ἐν ταῖς Πράξεσιν εἰρημένην ὅτι «φανερὸν ἔστω ὑμῖν πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε καὶ κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε». καὶ λέγουσι πάλιν ὅτι ἐνταῦθα τὸ «ἐποίησε» γέγραπται, καὶ οὐχ ὁρῶσι τὸ ῥητόν αὐτὸ γὰρ ἑαυτὸ τὸ ῥητὸν ἑρμηνεύει «τοῦτον γὰρ τὸν Ἰησοῦν», ἵνα σημάνῃ τὴν ἐνανθρώπησιν κυρίου. ἀπὸ τοῦ γὰρ «τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε» φανερόν τί ἐστιν * ὅτι ἣν ἐσταύρωσαν σάρκα· σάρκα γὰρ ἐσταύρωσαν. καὶ διὰ τοῦτο ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα,