429
υἱόν, εἰ μὴ ὁ πατήρ», ὁ τὸ μεῖζον γινώσκων τουτέστι τὸν πατέρα, πῶς τὸ ἧσσον ἀγνοεῖ; ἀλλὰ ἔστι θεῖα τὰ ῥήματα, πνεύματι ἁγίῳ λεγόμενα, ἄγνωστα δὲ τοῖς μὴ εἰληφόσι πνεύματος ἁγίου δωρεὰν καὶ χάριν. τοιοῦτοι γὰρ ὄντες οἱ προειρημένοι, ἄστατον ἔχοντες καὶ τὸ φρόνημα ἠλίθιόν τε τὴν διάνοιαν, εἰς ἐπιβλαβεῖς καὶ εἰς ἥσσονας παρεκτροπὰς ὀλισθαίνουσαν. 44. Προϋπαντήσεται γὰρ αὐτοῖς τὸ ὑπ' αὐτοῦ τοῦ κυρίου εἰρημένον ὅτι «γίνεσθε ἕτοιμοι, ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ αἱ λαμπάδες ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔσεσθε ὡς καλοὶ δοῦλοι, προσδοκῶντες τὸν ἴδιον δεσπότην. ὡς γὰρ λῃστὴς ἐν νυκτί, οὕτως παραγίνεται ἡ ἡμέρα». καὶ ὁ ἅγιος ἀπόστολός φησιν «οὐκ ἐστὲ σκότους 3.192 τέκνα, ἀλλὰ ἡμέρας, ἵνα ἡ ἡμέρα ὑμᾶς μὴ ὡς κλέπτης καταλάβῃ». εἰ τοίνυν οἱ υἱοὶ τῆς ἡμέρας οὐχ ὑπὸ σκότους καλύπτονται, ἀλλὰ ἕτοιμοι γίνονται, ὅτι «ᾗ οὐκ οἴδασιν ἡμέρᾳ καὶ ᾗ οὐ προσδοκῶσιν ὥρᾳ ὁ δεσπότης αὐτῶν παραγίνεται,» ἄρα οὐ διαλλάξει παρὰ τοὺς αὐτοῦ δούλους καὶ υἱοὺς τῆς ἡμέρας ὁ διὰ τὴν αὐτοῦ φωτεινὴν ὑπόστασίν τε καὶ θεότητα αὐτὸς αἴτιος αὐτοῖς τούτων τυγχάνων; ἢ ὅτι ὡς οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ μὴ ἑτοιμασθέντες καταληφθήσεται ἀγνοῶν καὶ ὑπ' ἐλαττώσει τυγχάνων; τίς δὲ μὴ μεμηνὼς ταῦτα περὶ κυρίου λογίσαιτο, ὅτι αὐτὸς ἔσται ὡς οἱ ὑπ' αὐτοῦ δεσποζόμενοι ἄνθρωποι καὶ μεμαθητευμένοι ἢ ὡς οἱ χείρους διὰ τὴν αὐτῶν ἀνετοιμασίαν καὶ ἄγνοιαν; καὶ τὸ ὅλον ἐστὶν ἠλίθιον. εἰ τοίνυν ταῦτα οὐ δύναται πληροῦσθαι, ὁ δὲ λόγος παρεκτεινόμενος ἀντίθετος τῇ χρήσει εὑρεθήσεται, ἄρα ζητητέον ἐστι, τίνα τὸν λόγον εὕρωμεν, ἵνα ἀναντιθέτως τῶν ἀμφοτέρων σῳζομένων μὴ ἐκτραπῶμεν τῆς ἀληθείας. ἀδύνατον γὰρ τὸν κύριον ψεύδεσθαι καὶ ἀδύνατον αὐτὸν μάτην τὰς ἐξηγήσεις εἰς ἡμετέραν ζωὴν ποιεῖσθαι. γινώσκει τοίνυν ὁ πατήρ, γινώσκει ὁ υἱός, γινώσκει τὸ ἅγιον πνεῦμα. οὐδὲν γὰρ ἐν πατρὶ διηλλαγμένον παρὰ τὸν υἱόν, οὐδὲ ἐν υἱῷ παρηλλαγμένον παρὰ τὸ πνεῦμα, ὡς ἐν ἑκάστῃ τῶν προειρημένων αἱρέσεων ἐν χρείᾳ καταστάντες ἀπεδείξαμεν ἐξ ἀληθινῶν συστάσεων τὴν τριάδα εἶναι μίαν θεότητα καὶ μηδὲν ἔχειν ἐν ἑαυτῇ παρηλλαγμένον, ἀλλὰ τὸ πᾶν τελειότης, τρία τέλεια, μία δοξολογία καὶ μία κυριότης. 45. Ἀλλ' ἐρεῖς μοι· τίνι τοίνυν τῷ λόγῳ εἴρηκε τοῦτο; καὶ ἤδη μὲν ἄλλῃ μοι περὶ τοῦ λόγου τούτου πέφρασται. οὐδὲν δὲ κωλύσει τοῖς αὐτοῖς προσθεῖναι καὶ τὰ αὐτὰ ἀληθινὰ ῥήματα λέγειν· «ἐμοὶ μὲν οὐκ ὀκνηρόν,» τοῖς δὲ ἐντυγχάνουσιν «ἀσφαλὲς ἔσται», τοῖς δὲ δι' ἐναντίας εἰς ἔλεγχον. ἡ γὰρ ὑπόθεσις τοῦτον ἔχει τὸν τρόπον. τρία γὰρ τάγματα ἐν ταὐτῷ ὑπεισήνεγκεν ἐν μέσῳ, πατέρα καὶ ἑαυτὸν καὶ πάντας ἀγγέλους ἐν οὐρανῷ. καὶ τῷ μὲν πατρὶ ἀπέδωκε τὸ εἰδέναι, οὐ μόνον εἴδησιν ὑποδεικνύων καὶ γνῶσιν, ἀλλὰ καὶ τὰ ἀεὶ παρὰ πατρὶ καὶ παρὰ υἱῷ ἀναμφιβόλως κεκρατυμμένα τε καὶ γεγενημένα καὶ εἰργασμένα. καὶ ὁ μὲν πατὴρ οἶδε τὴν ἡμέραν, ἅμα οἶδεν αὐτὴν καὶ εἰργάσατο καὶ πέπραχε καὶ ἔκρινεν, ὡς ἔφη ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὅτι «ὁ πατὴρ οὐδένα κρινεῖ, ἀλλὰ τὴν πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ». ἐν γὰρ τῷ δεδωκέναι κέκρικεν· κρίνας τοίνυν ἔγνω· γνοὺς οἶδε πότε ἔρχεται. 3.193 «ὁ γὰρ μὴ πιστεύων εἰς τὸν υἱὸν ἤδη κέκριται», οὐ τῆς κρίσεως παρελθούσης, ἀλλὰ τῶν τότε μελλόντων ἔσεσθαι ἤδη ἀποδεικνυμένων, ὡς καὶ ἐπὶ τούτῳ τὸ τοιοῦτον πληροῦται. οἶδε γὰρ ἡ γραφὴ εἴδησιν καὶ εἴδησιν, ὡς καὶ πολλάκις εἰς τὸ συνεκτικὸν κατερχόμενοι ἀπὸ ὁμοιωμάτων καὶ παραδειγμάτων τῶν ἤδη πεπραγματευμένων τὴν σαφήνειαν καὶ τὴν φράσιν ἑκάστης ὑποθέσεως παριστῶντες οὐ διελείψαμεν. 46. Ἀναλάβωμεν τοίνυν ἐξ ὑπαρχῆς αὖθις καὶ περὶ τούτων εἴπωμεν. τί φατέ, ὦ οὗτοι; ᾔδει Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ πρὸ τῆς παρακοῆς καὶ παραβάσεως ἢ οὐκ ᾔδει; καὶ οὐ δύνασθε ἀντειπεῖν τῇ ἀληθείᾳ. ἐὰν γὰρ μὴ θελήσητε ὀρθοποδῆσαι πρὸς τὸν τοιοῦτον νοῦν ἐλεγχθήσεσθε. «ἦσαν γάρ» φησι