430
«γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο». γυμνῶν δὲ αὐτῶν ὄντων καὶ οὐ τυφλωττόντων *. οὔτε γὰρ τοῦτο ἀρνήσασθαι δύνασθε, μὴ βλέποντας αὐτοὺς ὁμολογῆσαι. «εἶδε» γάρ, φησιν, «Εὔα τὸ ξύλον ὅτι καλὸν εἰς βρῶσιν καὶ ὡραῖον τοῦ κατανοῆσαι.» ἄρα γοῦν εἶδον καὶ ᾔδεισαν. εἰδότες δὲ καὶ ὁρῶντες ἀλλήλους ἐπεγίνωσκον. ἦν δὲ μετὰ πολὺν χρόνον ὅτε φησὶν ἡ γραφή, «καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ». ἀλλὰ τὴν μὲν πρώτην εἴδησιν καὶ βλέψιν περὶ εἰδήσεως δι' ὁράσεως συνισταμένης λέγει καὶ διὰ ἐννοίας, περὶ δὲ τῆς δευτέρας γνώσεως περὶ εἰδήσεως διὰ χρήσεως ἀπαγγέλλει· ὡς καὶ περὶ ∆αυὶδ γηράσαντος λέγει ἡ θεία γραφή· «καὶ ἐγήρασε ∆αυὶδ καὶ οὐκ ἐθερμαίνετο, καὶ εἶπον αὐτοῦ οἱ παῖδες αὐτῷ· ζητηθήτω τῷ βασιλεῖ παρθένος, καὶ εὑρέθη Ἀβισὰκ ἡ Σωμανῖτις.» καί φησιν «ἔθαλπεν αὐτὸν, καὶ συνεκοιμᾶτο αὐτῷ, καὶ οὐκ ἔγνω αὐτὴν ∆αυίδ». τὴν σύσσωμον καὶ σύμπλευρον πῶς οὐκ ᾔδει; ἀλλ' ἐνταῦθα εἴδησιν οὐ τὴν δι' ἐννοίας διηγεῖται, ἀλλὰ τὴν διὰ χρήσεως. καὶ γὰρ καὶ ἐπὶ τοῦ Ἰακώβ· ὅτι μὲν γὰρ ἑπτὰ ἔτη ἐτύγχανε ποιμαίνων μετὰ Ῥαχὴλ καὶ Λείας, καὶ ᾔδει αὐτάς. ὅτε δὲ περὶ τῆς συναφείας τῆς τοῦ σεμνοῦ αὐτῶν γάμου διηγεῖται, φησίν «ἔγνω Λείαν τὴν γυναῖκα αὐτοῦ». ὅτι ἡ μὲν πρώτη εἴδησις δι' ἐννοίας ἦν καὶ δι' ὁράσεως, ἡ δὲ δευτέρα γνῶσις καὶ εἴδησις διὰ χρήσεως καὶ 3.194 ἐνεργείας. οὕτω καὶ ἐν τῇ θείᾳ γραφῇ «ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ», οὐχ ὡς ἀγνοοῦντος τοὺς μὴ ὄντας, ἀλλὰ τὸ ἐνεργὲς τῆς τοῦ κυρίου ἀντιλήψεως σημαίνει. καὶ «ἀπόστητε ἀπ' ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας, οὔπω ἔγνων ὑμᾶς». ἆρα οὐκ ᾔδει αὐτοὺς κατὰ εἴδησιν; ἀλλ' ἐπειδὴ οὐκ ἦσαν ἄξιοι αὐτοῦ, τὸ πρακτικὸν ἀπ' αὐτῶν ἀναιρεῖ. καὶ ἐν ἄλλῳ τόπῳ «ὑμᾶς ἔγνων ἐκ πάντων ἐθνῶν». ἆρα γὰρ τὰ ἔθνη πάντα καὶ ὁ ἀριθμὸς πάσης ἀνθρωπότητος ἀπὸ τῆς αὐτοῦ γνώσεως παραλέλειπται, καὶ οὐχὶ μᾶλλον αἱ τρίχες ἑκάστης κεφαλῆς ἀνθρώπου, τῶν τε αὐτῷ δουλευόντων καὶ τῶν αὐτῷ ἀπειθούντων, ὑπ' αὐτοῦ γινώσκονται; καὶ «ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός». ἆρα γὰρ ἀγνοεῖ τὰς ἐξ ἀριστερῶν; καὶ πόσα ἐστὶ τοιαῦτα εἰπεῖν περὶ εἰδήσεως καὶ εἰδήσεως; 47. Οὕτω καὶ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ. ἐπειδὴ γάρ φησιν «ὁ πατὴρ τὴν κρίσιν δέδωκε τῷ υἱῷ», τὴν τῆς γνώσεως καὶ χρήσεως γνῶσιν ἀπέδωκεν ἤδη τῷ πατρί. ὅτι «οὐδεὶς οἶδε τὴν ἡμέραν εἰ μὴ ὁ πατήρ» κατὰ δύο τρόπους· ὅτι οἶδε, πότε ἔρχεται καὶ γὰρ ἐπὶ τῇ αὐτοῦ ἐξουσίᾳ ἡ ἡμέρα καὶ ὥρα ἔρχεται, καὶ οἶδεν αὐτὴν κατὰ πρᾶξιν· ἤδη γὰρ πέπρακται αὐτῷ, παραδεδομένη ἡ κρίσις τῷ μονογενεῖ. οὕτω καὶ ἐν τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ, θεῷ ὄντι καὶ μηδὲν ἀπὸ πατρὸς παρηλλαγμένῳ, ἡ αὐτὴ εἴδησις. αὐτὸς γὰρ οἶδεν αὐτήν, καὶ αὐτὸς ἄγει αὐτὴν καὶ φέρει καὶ τελεῖ καὶ κρίνει καὶ ἄνευ αὐτοῦ οὐκ ἔρχεται. οὔπω δὲ ἔγνω αὐτὴν κατὰ πρᾶξιν, τουτέστιν οὔπω ἔκρινεν. ἔτι γὰρ ἀσεβεῖς ἀσεβοῦσι καὶ ἄδικοι πλεονεκτοῦσι καὶ πόρνοι καὶ μοιχοὶ καὶ εἰδωλολάτραι ἀνομοῦσι καὶ ὁ διάβολος ἐνεργεῖ καὶ αἱρέσεις ἐπανίστανται καὶ ἡ πλάνη ἐργάζεται, ἕως ἐνέγκῃ αὐτὴν τὴν ἡμέραν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ καὶ τὸ δίκαιον ἑκάστῳ ἀπονείμῃ· καὶ * γνώσεται αὐτήν, τουτέστι πράξει αὐτὴν δυνάμει. καὶ ἐν μὲν πατρὶ κατὰ δύο τρόπους πεπλήρωται, ἐν δὲ τῷ υἱῷ κατὰ εἴδησίν ἐστι καὶ οὐκ ἀγνοεῖται, κατὰ δὲ πρᾶξιν οὔπω ἐτελέσθη, ἐπειδὴ οὔπω κέκρικεν. ἀπὸ δὲ τῶν ἁγίων ἀγγέλων κατὰ δύο τρόπους παραλέλυται, * καὶ ἐν τῷ μηδέπω κατὰ πρᾶξιν ἐγνωκέναι αὐτούς, τουτέστιν ἐπιτελέσαι. οὔπω γὰρ προσετάχθησαν ἐξελθεῖν καὶ συναγαγεῖν τοὺς ἀσεβεῖς, ὡς τὰ ζιζάνια, δεσμὰς δεσμάς, καὶ ἑτοιμάσαι εἰς τὸ πῦρ κατακαῆναι. καὶ ὁρᾶτε, ὦ ἀγαπητοὶ καὶ τοῦ θεοῦ δοῦλοι, ὅτι 3.195 μάτην ἕκαστος τῶν κατά τινα πρόληψιν ἑαυτοῖς τὰ δεινὰ ἐπισπωμένων ἐστρατεύσατο, διαφόρως ἕκαστος καθ' ἑαυτοῦ εἰς τὸν υἱὸν τοῦ θεοῦ τὰ ἥσσονα καὶ ἠλαττωμένα βλασφημεῖν ἐπιχειροῦντες. 48. Ἀλλὰ καὶ ταύτης ἱκανῶς τὴν φράσιν πεποιημένοι ἐπ' ἄλλας πάλιν αὐτῶν λέξεις δῶμεν τὸν νοῦν σὺν τῇ τοῦ θεοῦ δυνάμει. οἱ