431
γὰρ γεννάδαι καὶ εἰς πάντα εὔτολμοι, καίτοι γε ὁμολογοῦντες οὐχὶ κατὰ τοὺς Μανιχαίους οὐδὲ κατὰ ἄλλας πολλὰς αἱρέσεις, ἀλλὰ κἂν τὸ κατὰ σάρκα ἀληθὲς κατέχοντες, καὶ αὐτὸ δὲ ἐλλιπῶς καὶ οὐ πληρέστατα· ὁμολογοῦσι γὰρ τὸν σωτῆρα σάρκα ἀληθινῶς ἐσχηκέναι, ἀκούοντες δὲ ἀπ' αὐτοῦ τοῦ εὐαγγελίου ὅτι κέκμηκεν ἐκ τῆς ὁδοιπορίας, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοιμήθη, καὶ ἀνέστη, ταῦτα πάντα συνάξαντες εἰς τὴν θεότητα ἀναφέρουσι τὴν αὐτοῦ, βουλόμενοι τὴν θεότητα αὐτοῦ ὡς ἐκ τῶν τοιούτων ὑποθέσεων ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας. ὅτι «εἰ ἔστι» φησίν «ἐκ τοῦ πατρός, τοῦ πατρὸς μὴ κοπιῶντος μηδὲ διψῶντος μήτε πεινῶντος, καθὼς ἡ θεία γραφὴ λέγει, "3οὐ κοπιάσει οὐδὲ πεινάσει οὐδὲ διψήσει οὔτε ὑπνώσει οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ"3· τούτων δὲ οὕτως εἰς τὸν υἱὸν τελειωθέντων, ἀλλότριος ἄρα,» φησίν, «ὑπάρχει τῆς τοῦ πατρὸς οὐσίας τε καὶ φύσεως.» καὶ ὅτι μὲν ταῦτα εἰς τὸν μονογενῆ οὐκ ἐπληροῦτο πρὸ τῆς ἐνσάρκου παρουσίας, καὶ αὐτοὶ ὁμολογήσουσιν· ὅταν δὲ ὁμολογήσωσιν ἀναγκαζόμενοι, ἔλθωσι δὲ εἰς τὰ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ τετελειωμένα καὶ ἀκούσωσι διόπερ ἔλαβε σῶμα, διὰ τοῦτο ταῦτα εὐλόγως ἐπετέλει, ἐνδιδοὺς ὥσπερ ἡνίοχος τῷ ἅρματι εἰς τὰς εὐλόγους χρείας, ὅτι κατὰ ἀλήθειαν σάρκα ἐνεδύσατο καὶ οὐ κατὰ δόκησιν, τότε φάσκουσι μὴ ἐκ σαρκὸς εἶναι ταῦτα μόνης. 49. Καὶ γὰρ τῷ μὲν ὄντι καθ' ἑαυτὴν οὔτε διψήσει οὔτε κοπιάσει. οὐκ ἴσασι δὲ οἱ τὴν ὁδὸν καταλελοιπότες καὶ ἐπὶ τὰς ἐναντίας τρίβους ἐκτραπέντες ὅτι οὐ μόνον σάρκα ὁ υἱὸς τοῦ θεοῦ ἔλαβεν ἐλθών, ἀλλὰ καὶ ψυχὴν καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος, χωρὶς ἁμαρτίας, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου διὰ πνεύματος ἁγίου ἀληθῶς γεννηθείς. οὐ βούλονται καταδέξασθαι ψυχὴν αὐτὸν εἰληφέναι * διὰ τὸν τοιοῦτον πρὸς αὐτοὺς ἔλεγχον, ὅπερ 3.196 ἐστὶν εὐχερέστερον ἁπάντων πρὸς ἀντίθεσιν τῆς αὐτῶν ματαιολογίας. αὐτὸς γὰρ ὁμολογεῖ ἀληθὴς θεὸς ὁ λέγων περὶ αὐτοῦ, ὅτι «ἐγώ εἰμι ἡ ἀλήθεια» ὅτι «ἡ ψυχή μου τετάρακται» καὶ «περίλυπός ἐστιν ἡ ψυχή μου» καὶ «ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ λαβεῖν αὐτήν», καὶ ἵνα δείξῃ ἑαυτὸν θεὸν μὲν εἶναι ἔχοντα τὴν ἐξουσίαν *. ἀνθρώπου γὰρ οὐκ ἔστιν οὗτος ὁ λόγος· οὐδεὶς γὰρ ἔχει ἐξουσίαν τοῦ θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ λαβεῖν αὐτήν. ὅταν δὲ περὶ ψυχῆς διηγεῖται, δείκνυσιν ἑαυτὸν ἀληθινῶς ἐνανθρωπήσαντα καὶ μὴ δοκήσει. καὶ πάλιν «ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων»· καὶ ἵνα δείξῃ ἀληθινὰ ταῦτα ὄντα, ἐπὶ τοῦ σταυροῦ ἔλεγε τῷ πατρὶ «εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου» καὶ «ἐλθόντων, φησί, τῶν στρατιωτῶν, εὗρον αὐτὸν ἤδη ἐκπεπνευκότα». καὶ πάλιν «καὶ κράξας φωνῇ μεγάλῃ» εἶπεν «ἠλὶ ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» ὡς ἤδη καὶ ταύτην τὴν δύναμιν τοῦ λόγου ἐφράσαμεν καὶ «ἐξέπνευσε» φησὶ τὸ εὐαγγέλιον. τὸ δὲ «ἐξέπνευσε» καὶ «εἰς χεῖράς σου» καὶ τὸ «ἡ ψυχή μου τετάρακται» καὶ τὰ ἄλλα πάντα τῆς ἀληθείας λεγούσης, τίς οὕτως ἠλίθιος εἴη πεισθῆναι μὲν τοιούτῳ ἐργαστηρίῳ ἀνθρώπων μυωπαζόντων καὶ ὀνειροπολουμένων καὶ καταλεῖψαι αὐτὰς τὰς τοῦ θεοῦ λόγου εὐλόγους ῥήσεις τῆς ἀληθείας; 50. Ἀλλὰ λοιπὸν λεξιθηροῦντες τὰ καλῶς καὶ ὀρθῶς εἰρημένα ἀπὸ ἑκάστης γραφῆς, δίκην πειρατῶν ἀνδρῶν σώματα ὑγιῆ ἀκρωτηριαζόντων, μαρτυρίᾳ τινὶ κέχρηνται, ᾗ τροπικώτερον πολλάκις ἡ γραφὴ κεχρημένη διηγεῖται. καὶ τὸ μὲν τροπικῶς εἰρημένον ἀληθείᾳ φέρειν εἴωθαν, τὸ δὲ ἀληθῶς καὶ ἀπαρεμφάτως κεκηρυγμένον εἰς ἕτερον πρόσωπον ἀλληγοροῦσιν. εὐθὺς γὰρ ἀναπηδῶσιν ἀπὸ τοῦ ἁγίου Ἠσαΐου φέροντες ῥῆσιν ὅτι ἐκ προσώπου τοῦ πατρὸς εἴρηται, ὅτι «ἰδοὺ συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ' ὃν εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου», ὡς τοῦ πατρὸς εἶναι ταύτην τὴν λέξιν. καὶ γὰρ ἀληθές. «πῶς οὖν; καὶ ὁ πατήρ,