432
φησί, ψυχὴν εἴληφεν;» ἐὰν δὲ εἴπωμεν ὅτι «μὴ γένοιτο», τί οὖν, φησίν, ἀλλ' ὅτι τροπικώτερον εἴρηται; ἄρα οὖν, φασίν, καὶ τὸ ἀπὸ τοῦ υἱοῦ εἰρημένον τροπικώτερον εἴρηται. καὶ νομίζουσιν ἐν τούτῳ κατὰ τῆς ἀληθείας 3.197 εὑρίσκειν θηρᾶσθαι πρόφασιν, ὅπερ αὐτοῖς οὐ δοθήσεται. ἀκαλλώπιστος γὰρ οὖσα ἡ ἀλήθεια καθ' ἑαυτὴν ἕστηκε, μήτε ἡττωμένη μήτε καλλωπισμοῦ ἐπιδεομένη. ἴδωμεν γὰρ τῶν ἀμφοτέρων τὴν δύναμιν. εἰ μὲν γὰρ ὁ πατὴρ ἦλθεν εἰς σῶμα καὶ σάρκα ἐνεδύσατο καὶ εἴρηκε τὸν λόγον τοῦτον, ἀληθινῶς ψυχὴν ἔσχεν. εἰ δὲ σάρκα ὁ πατὴρ οὐκ ἐνεδύσατο, εἴρηκε δὲ ὅτι «ἡ ψυχή μου», τροπικῶς τοῦτο περὶ τοῦ θεοῦ ᾄδεται, ἵνα ἐνασφαλίσηται τὸ γνήσιον καὶ δείξῃ τὴν πρὸς τὸν υἱὸν γνησιότητα. ἀλλ' οὐκέτι περὶ τοῦ υἱοῦ τὰ αὐτά ἐστιν ἐν τούτῳ λέγειν. ὁ μὲν γὰρ πατὴρ οὐκ ἔλαβε σάρκα, ὁ δὲ υἱὸς ἐνεδύσατο σάρκα. ὁ πατὴρ ἄνθρωπος οὐ γέγονεν, ὁ δὲ υἱὸς γέγονεν ἄνθρωπος. τὸ ὅμοιον γὰρ ἐπὶ τῷ πατρὶ ῥητέον. ὡς γὰρ ἐνταῦθα λέγει «ἠγάπησεν αὐτὸν ἡ ψυχή μου». οὕτως λέγει «εὗρον ∆αυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου», καὶ «ἡ καρδία μου πόρρω ἀπέχει ἀπ' αὐτῶν». εἰ τοίνυν διὰ τὸ τροπικώτερον εἰρῆσθαι, ὅτι ἠγάπησεν ἡ ψυχή μου, δεχόμεθα τὸ περὶ ψυχῆς, ἄρα γοῦν καὶ τὸ περὶ καρδίας τροπικώτερον εἴρηται. καὶ δῆλον ὅτι καὶ παντὶ τῷ σύνεσιν κεκτημένῳ σαφὲς εἴη. εἰ τοίνυν τροπικῶς λέγει περὶ ψυχῆς ὁ πατὴρ καὶ περὶ καρδίας ἧς οὐκ ἔλαβεν οὐ γὰρ ἐφόρεσε σάρκα, τροπικώτερον εἰς τὸν πατέρα τὰ τοιαῦτα ἀναλογεῖται. οὐκέτι δὲ ταὐτὸν περὶ τοῦ υἱοῦ ἡγητέον· ὁ υἱὸς γὰρ ἔλαβε σάρκα καὶ πᾶσαν τὴν ἀνθρωπείαν θέσιν. 51. Ἔσται γὰρ τοῦτο ἐναντίον τῷ περὶ υἱοῦ τροπικώτερον λέγοντι περὶ τῆς ἐκ προσώπου τῆς ἐνανθρωπήσεως, * κἂν ἔν τινι μέρει λόγου * γενομένης ὑποθέσεως διὰ τὸ ἀληθινῶς ἐνανθρωπῆσαι. εἰ γὰρ ἀλληγορεῖται τὸ περὶ ψυχῆς υἱοῦ καὶ τροπικώτερον περὶ αὐτῆς ὑποληπτέον, ἄρα καὶ περὶ καρδίας τοιαῦτα λελέχθω. καὶ δώσομεν λοιπὸν τὰ πάντα δόκησιν εἶναι καὶ οὐκ ἀλήθειαν. τροπικῶς ἄρα εἴρηται καὶ περὶ σαρκὸς κατὰ τὸν φιλόνεικον Ἀρείου λόγον καὶ οὐκέτι καρδίαν ἔσχεν ἐλθὼν ὁ λόγος οὔτε ἧπαρ οὔτε σάρκα οὔτε ἔγκατα οὔτε ὀστέα οὔτε τι τῶν τοιούτων, ἀλλὰ πάντα λοιπὸν ἀλληγορεῖται καὶ τροπικώτερον λέγεται· ἢ ὅτι ὅλως φυρτὸν ἔλαβε σῶμα, μηδὲν τῶν ἐντοσθίων ἔχον. πῶς οὖν ἤσθιε καὶ ἔπινεν; ἀλλὰ ἄπαγε. εἰ δὲ ὁ πατὴρ λέγει καρδίαν καὶ ψυχήν, δύναται δὲ εἰς 3.198 αὐτὸν ἀλληγορεῖσθαι καὶ τροπικῶς λέγεσθαι, * καὶ εἰς τὸν υἱὸν τροπικῶς, διὰ τὸ ἀρνεῖσθαι αὐτὸν εἰληφέναι ψυχήν. εἰ δὲ τὸ περὶ καρδίας πιεζόμενοι οὐ δύνανται ἀρνήσασθαι, διὰ τὸ ὁμολογεῖσθαι παρ' αὐτῶν πᾶσαν τὴν θέσιν τοῦ σώματος τὸν κύριον εἰληφέναι, ἀπὸ τοῦ ὁμολογεῖσθαι καρδίαν καὶ καρδίαν, τὴν μὲν ἀληθινῶς ὁμολογουμένην, τὴν δὲ ἀλληγορουμένην, οὕτω καὶ περὶ ψυχῆς ὁ λόγος ἀληθὴς ὑπάρχει καὶ οὐκ ἀλληγορεῖται οὔτε τροπικῶς λέγεται. οὔσης δὲ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως ἐν παντὶ τετελειωμένης, σώματι καὶ ψυχῇ καὶ νῷ καὶ καρδίᾳ καὶ εἰς πάντα ὅσα ἐστὶν ἄνθρωπος χωρὶς ἁμαρτίας, γέγονε δὲ αὐτῷ τὰ ἀνθρώπινα εὐλόγως πράττεσθαι καὶ ἐν θεότητι τελείως † ἐν σωτηρίᾳ ἐπιτελεῖσθαι· οὐκέτι ἡ αὐτοῦ θεότης ἀδοξήσει παρὰ τὴν τοῦ πατρὸς τελειότητα, ἀλλὰ διὰ τὴν ἔνσαρκον ἐνανθρώπησιν καὶ τὸ διψῆσαι καὶ τὸ πεινᾶσαι καὶ τὸ πιεῖν καὶ ἐσθίειν καὶ τὸ ὑπνοῦν καὶ ἀδημονεῖν πληρωθήσεται, ἀπαθοῦς οὔσης τῆς αὐτοῦ θεότητος. καὶ διέπεσεν αὐτῶν πάλιν ὁ περὶ τούτου λόγος, ἐπειδὴ ἦλθεν εἰς σάρκα θεὸς ὤν. 52. Λεγόντων αὐτῶν ὅτι εἰ ἦν ἐκ τοῦ πατρός, πῶς εἰς σάρκα ἦλθεν; φήσειεν ἄν τις πρὸς αὐτούς, περὶ τῶν ἀγγέλων τί φατε; παντί τῳ δῆλόν ἐστιν ὅτι ὁμολογοῦσι τοὺς ἀγγέλους ὑπὸ τοῦ υἱοῦ γεγονέναι. καὶ γὰρ καὶ περὶ τοῦ πνεύματος βλασφημοῦσι καὶ τολμῶσι λέγειν κεκτίσθαι ὑπὸ τοῦ υἱοῦ, ὅπερ ἐστὶν ἄκτιστον ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. εἰ οὖν εἰς τὸ πνεῦμα τὸ ἅγιον τολμῶσι τοῦτο λέγειν, πόσῳ γε μᾶλλον περὶ τῶν ἀγγέλων