434
ποῖον τρόπον οὗτοι λογίζονται; κατὰ ὄγκον; ἀλλὰ κατὰ χρόνον; ἀλλὰ κατὰ ὕψωμα; ἀλλὰ κατὰ ἡλικίαν; ἀλλὰ κατὰ ἀξίαν; τί τούτων ἐστὶν ἐν θεῷ, ἵνα τοῦτο διανοηθῶσιν; οὔτε γὰρ χρόνῳ ὑποπίπτει τὸ θεῖον, ἵνα ὑποδεέστερος νοηθῇ ὁ ἀχρόνως ἐκ πατρὸς γεγεννημένος· οὔτε προκοπῆς ἔχεται τὸ θεῖον, ἵνα ὁ μὲν υἱὸς προκόψας μὴ φθάσῃ τὴν τοῦ πατρὸς μεγαλειότητα. εἰ γὰρ κατὰ προκοπὴν ὁ υἱὸς τοῦ θεοῦ υἱὸς θεοῦ καλεῖται, ἄρα πολλοὶ ἦσαν ἴσοι αὐτῷ, καὶ τούτου ἕνεκεν αὐτὸς προέκοψε μείζων μὲν τῷ ἀξιώματι κληθείς, ἐλάττων δὲ τοῦ πρὸ αὐτοῦ ἐν ἀξιώματι ὄντος. ἀλλὰ φησὶν ἡ γραφή «τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;» ὡς τῶν πάντων καταχρηστικῶς λεγομένων, τούτου δὲ μόνου ὄντος υἱοῦ κατὰ φύσιν, καὶ οὐ κατὰ χάριν, ἐπειδήπερ «ἐφεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ οὐδεὶς αὐτῷ ἐξισωθήσεται». ἀλλὰ τί φασιν; ἐν ὑψώματι ὑπερέχει ὁ πατὴρ τοῦ υἱοῦ. ἐν ποίῳ τοίνυν μέρει τάττεται τὸ θεῖον; ἢ τοπικῶς περιορίζεται; ἵνα τῇ περιγραφῇ τὸ μεῖζον σημανθῇ. * «πνεῦμα γὰρ ὁ θεός». καὶ ἐκ πανταχόθεν διαπίπτει ἡ αὐτῶν ἐπινενοημένη ξενολογία. καὶ τοῦτο δὲ παρελθόντες ἐπὶ τὰς ἑξῆς αὐτῶν λέξεις ἴωμεν, ὦ ἀγαπητοί. 54. Φασὶ γὰρ ὅτι οὐκ ἔστιν ὁ ἀποστέλλων ὅμοιος τῷ ἀποστελλομένῳ, ἀλλὰ ἄλλος ἐστὶν ὁ ἀποστέλλων τῇ δυνάμει καὶ ἄλλος ἐστὶν ὁ ἀποστελλό3.201 μενος, ὅτι ὁ μὲν πέμπει, ὁ δὲ πέμπεται. καὶ εἰ κατ' αὐτοὺς ἦν ἡ τῆς ἀληθείας διάνοια, οὐκέτι ἐπὶ μίαν ἑνότητα ἀληθείας καὶ δυνάμεως καὶ θεότητος ἀνεφέρετο ἡ πᾶσα τῆς γνώσεως ὑπόθεσις. δύο γὰρ ἀπαντώντων ἢ δύο πεμπόντων οὐκέτι υἱὸς ὁ υἱὸς ἦν, ἀλλ' ἀδελφός, συναδέλφου συνόντος, οὐκέτι πατρός· ἀλλὰ ἢ κατὰ συναλοιφὴν ἢ κατὰ υἱοθεσίαν, ἢ αὐτὸς ἑαυτὸν ἦν ἀποστέλλων, ἢ οἱ δύο ἅμα ἀποστέλλοντες ἢ παραγινόμενοι, δύο θεότητας ἐσήμαναν καὶ οὐχὶ μίαν ἑνότητα. ἐνταῦθα οὖν ὁ ἀποστείλας καὶ ὁ ἀποστελλόμενος, ἵνα δείξῃ τῶν πάντων ἀγαθῶν μίαν εἶναι τὴν πηγήν, τουτέστι τὸν πατέρα, καθεξῆς δὲ τῆς πηγῆς οὐχ ἑτερωνύμως, ἀλλὰ κατὰ τὸ τοῦ υἱοῦ ὄνομα καὶ τοῦ λόγου ὢν μία πηγὴ ἐκ πηγῆς, ὁ υἱὸς προελθὼν, ἀεὶ ὢν παρὰ τῷ πατρί, γεγεννημένος * «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς»· καὶ ἵνα δείξῃ καὶ περὶ τοῦ ἁγίου πνεύματος, ἐπιφέρει «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς», ἵνα δείξῃ φῶς τὸν πατέρα καὶ φῶς τοῦ πατρὸς εἶναι τὸν υἱὸν καὶ φῶς τὸ πνεῦμα τὸ ἅγιον, καὶ πηγὴν ἐκ πηγῆς, ἐκ τοῦ πατρὸς καὶ τοῦ μονογενοῦς, τὸ πνεῦμα τὸ ἅγιον· «ποταμοὶ γὰρ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον»· «ἔλεγε δὲ τοῦτο περὶ τοῦ ἁγίου πνεύματος», φησὶ τὸ εὐαγγέλιον. καὶ πάλιν φησί, δεικνύων τοῖς αὐτοῦ μαθηταῖς περὶ τῆς πρὸς τὸν πατέρα αὐτοῦ ὁμοουσιότητος, λέγων· «ἐάν τις ἀνοίξῃ μοι, εἰσελθὼν ἐγὼ καὶ ὁ πατήρ μου μονὴν παρ' αὐτῷ ποιήσομεν». καὶ οὐκέτι εἶπεν ἀποσταλήσομαι ὑπὸ τοῦ πατρός μου· ἀλλ' «ἐγὼ καὶ ὁ πατὴρ μονὴν ποιήσομεν παρ' αὐτῷ», ὡς κρούοντος τοῦ υἱοῦ καὶ τοῦ πατρὸς σὺν αὐτῷ εἰσερχομένου, ὡς ἀεὶ εἶναι καὶ μηδέποτε διαλιπεῖν πατέρα ἀπὸ υἱοῦ καὶ υἱὸν ἀπὸ τοῦ ἰδίου πατρός. διὸ καὶ ἐν ἑτέρῳ τόπῳ λέγει «ἐγώ εἰμι ἡ ὁδὸς καὶ δι' ἐμοῦ εἰσελεύσονται πρὸς τὸν πατέρα». καὶ ἵνα μή τινες ἥσσονα αὐτὸν πρὸς τὸν πατέρα νομίσωσι διὰ τὸ δι' αὐτοῦ πρὸς τὸν πατέρα εἰσιέναι, φησίν, «οὐδεὶς ἐλεύσεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν». ὁ πατὴρ οὖν φέρει πρὸς τὸν υἱὸν καὶ ὁ υἱὸς φέρει πρὸς τὸν πατέρα, εἰσφέρει δὲ ἐν πνεύματι ἁγίῳ. ἀεὶ γὰρ πάντοτε ἡ τριὰς ἐν μιᾷ ἑνότητι θεότητος, τρία τέλεια, μία θεότης. καὶ διέπεσεν ὁ τούτων λόγος. 55. Πάλιν δὲ φάσκουσι, τίνι τοίνυν τῷ λόγῳ εἴρηκεν ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ὅτι «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν 3.202 καὶ θεόν μου καὶ θεὸν ὑμῶν;» εἰ τοίνυν θεὸν αὐτοῦ ὁμολογεῖ, πῶς ἔτι ἔσται ἴσος αὐτῷ ἢ ὑπ' αὐτοῦ γνησίως γεγεννημένος; ἵνα δείξωσιν ἐν πᾶσιν ἀγνωσίαν θεοῦ αὐτοὺς ἔχειν καὶ ἐν μηδενὶ εἶναι «φωτισμῷ τοῦ εὐαγγελίου κατηυγασμένους». ψηλαφήσας γάρ τις καὶ