435
ἀνερευνήσας ἀπὸ τοῦ αἰῶνος καὶ κατὰ γενεὰν εἴσεται τῆς ἀληθείας τῆς τοῦ σωτῆρος ἡμῶν τελείας γνώσεως καὶ πρὸς τὸν πατέρα ἰσότητος τὴν δύναμιν. κνίζονται δὲ οὗτοι Ἰουδαϊκῷ φρονήματι περιβεβλημένοι καὶ ἀγανακτοῦσι τῷ υἱῷ τοῦ θεοῦ, καθάπερ ἐκεῖνοι ἔλεγον· ὅτι «δι' οὐδὲν πονηρόν σε λιθάζομεν, ἀλλ' ὅτι ἄνθρωπος ὢν υἱὸν θεοῦ σεαυτὸν ὀνομάζεις, ἴσον τῷ θεῷ ποιῶν σεαυτόν.» οὕτω καὶ οὗτοι τῷ αὐτῷ πάθει τῶν Φαρισαίων καὶ Ἰουδαίων περιπεσόντες ἀγανακτοῦσι, μὴ θέλοντες λέγειν τὸν υἱὸν ἴσον τῷ γεγεννηκότι. ὅρα γάρ μοι τὴν τῶν γραφῶν ἀκρίβειαν, ὅτι οὐδαμοῦ εἴρηκεν ἡ θεία γραφὴ τὸν λόγον τοῦτον πρὸ τῆς ἐνσάρκου παρουσίας, ἀλλ' ὁ πατὴρ τῷ υἱῷ «ποιήσωμεν ἄνθρωπον» λέγει, συνδημιουργὸν καλῶν τὸν υἱὸν καὶ γνήσιον δεικνὺς κατ' ἰσότητα. καὶ οὐδαμοῦ εἴρηκεν ὁ υἱὸς «θεόν μου καὶ θεὸν ὑμῶν» * «καὶ ἤκουσεν Ἀδὰμ τῆς φωνῆς τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ», καὶ «ἐλάλησεν ὁ θεὸς τῷ Νῶε· ποίησον σεαυτῷ κιβωτὸν ἐκ ξύλων ἀσήπτων», καὶ «ἔβρεξε κύριος παρὰ κυρίου», καὶ «εἶπε κύριος πρὸς Μωυσῆν· ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», καὶ ∆αυὶδ λέγει «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου»· καὶ οὐδαμοῦ εἶπεν ὁ κύριος «θεόν μου καὶ θεὸν ὑμῶν». ὅτε δὲ ἔλαβε τὸ ἡμέτερον σῶμα «καὶ ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» καὶ ἐν ἡμῖν κατελογίσθη, τότε πρὸς τοὺς αὐτοῦ μαθητάς, πρὸς οὓς ὤφειλε κατὰ πάντα ὁμοιωθῆναι χωρὶς ἁμαρτίας, θεόν μου ἔλεγε καὶ θεὸν ὑμῶν, καὶ πατέρα μου καὶ πατέρα ὑμῶν· πατέρα μου μὲν κατὰ φύσιν ἐν τῇ θεότητι καὶ πατέρα ὑμῶν διὰ χάριν δι' ἐμὲ ἐν τῇ υἱοθεσίᾳ, θεόν μου δέ, ὅτι τὸ ὑμέτερον σαρκίον εἴληφα, καὶ θεὸν ὑμῶν κατὰ φύσιν καὶ ἀλήθειαν. καὶ οὕτω πάντα ἐστὶ σαφῆ καὶ διαυγῆ καὶ οὐδὲν ἐναντίον οὐδὲ θανάτου παραπλοκῆς ἔχον εἶδος ἐν τῇ θείᾳ γραφῇ, ὡς οὗτοι προφασίζονται, πονηρὰ ἑαυτοῖς ἐπινοοῦντες. νομίζω δὲ πάλιν καὶ πρὸς τοῦτο ἱκανῶς ἔχειν τὴν φράσιν, ἐπὶ δὲ τὰ ἄλλα λοιπὸν ἐπελεύσομαι. 3.203 56. Τὸ ἅγιον γὰρ πνεῦμα κτίσμα πάλιν κτίσματός φασιν εἶναι διὰ τὸ «διὰ τοῦ υἱοῦ τὰ πάντα γεγενῆσθαι», ὡς εἶπεν ἡ γραφή, ἀσυνέτως τινὰς διαρπάζοντες, οὐ καθὼς εἴρηται τὸ ῥητὸν ἔχοντες, ἀλλὰ κακῶς ὑπονοοῦντες καὶ ἀπὸ ῥητοῦ τὸ καλῶς εἰρημένον κατὰ τὴν κακὴν αὐτῶν ὑπόνοιαν παρερμηνεύοντες. οὐ γὰρ τὸ θεῖον εὐαγγέλιον περὶ τοῦ πνεύματος ἔφη, ἀλλὰ περὶ πάντων τῶν κεκτισμένων, ὅτι εἴ τι κτιστόν, διὰ τοῦ λόγου γεγένηται καὶ ὑπὸ τοῦ λόγου. τὸ γὰρ «πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· παρεκτεινομένης τῆς ἀναγνώσεως ἔχει «ὃ γέγονεν», ἵνα οὕτω γνωσθῇ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. εἶτα πάλιν «ἐν αὐτῷ ζωὴ ἦν»· ἔδει γὰρ καὶ ἐν τούτῳ πληρωθῆναι τὴν τοῦ ἁγίου Ἰωάννου ἀκολουθίαν, ἐν τῷ ὄντι τὰ μὴ ὄντα † πεπληρωμένος ἀεὶ ὁμολογοῦντος. «ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος». ἐπειδὴ ἦν καὶ ἦν καὶ ἦν, καὶ τὸ «ἐν αὐτῷ ζωὴ ἦν» καὶ τὸ «ἦν τὸ φῶς τὸ ἀληθινὸν» καὶ τὸ «ἐν τῷ κόσμῳ ἦν» καὶ ὅσα *, διὰ τούτου «ἦν» ἐκ πνεύματος ἁγίου σαφηνίζει ὁ μακάριος Ἰωάννης τὸ «πάντα δι' αὐτοῦ ἐγένετο τὰ γενόμενα»· ἀνωτέρω δὲ τῶν γενομένων αὐτὸς ὁ τὰ πάντα ποιήσας. λέγει δὲ ἡ γραφὴ δι' αὐτοῦ πάντα γεγονέναι, οὐκ ὠνόμασε δὲ ποῖα ἔστι τὰ γεγονότα. ὑπόνοια γὰρ οὐδαμοῦ ἦν πονηρίας, ἵνα μή τινες ὑπονοήσωσι τὰ μὴ ὄντα καὶ βλασφημήσωσι τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον ἅγιον θεοῦ πνεῦμα. δι' αὐτοὺς γάρ φησι ὁ κύριος ὅτι «ἐάν τις εἴπῃ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ἐὰν δέ τι εἴποι εἰς τὸ ἅγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ὧδε οὐδὲ ἐν τῷ μέλλοντι αἰῶνι». ἠλίθιον γάρ ἐστι τὸ πᾶν τοῦ αὐτῶν λόγου. κατὰ δὲ τὴν βλάσφημον αὐτῶν ὑπόνοιαν ἀντιλέξειέν τις αὐτοῖς καὶ εἴποι· ὦ γενναῖοι σοφισταὶ καὶ τῶν λόγων διαστροφεῖς, οἱ βουλόμενοι σὺν τοῖς γεγονόσιν ἀριθμεῖν τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, διὰ τὸ ῥητὸν τὸ «δι' αὐτοῦ τὰ πάντα ἐγένετο», ἀπὸ