436
τοῦ εἰπεῖν ὅτι «πάντα», μηδαμοῦ ὄντος σὺν πᾶσιν ἀριθμουμένου τοῦ ἁγίου πνεύματος. ἄρα γοῦν καὶ διανοηθῆναι ὀφείλετε, ἢ καὶ ἄλλος τις χείρων ὑμῶν ἕτερος, καὶ τὸν πατέρα διὰ τοῦ υἱοῦ γεγονέναι κατὰ τὴν βλάσφημον ὑμῶν ὑπόνοιαν. ὁμοῦ γὰρ συμπεριληπτικός ἐστιν ὁ λόγος φάσκων τὰ πάντα δι' αὐτοῦ γεγονέναι. εἰ δὲ βλάσφημον περὶ 3.204 τοῦ πατρὸς λογίζεσθαι τὸ τοιοῦτον καὶ μωρόν, τὸ ὅμοιον καὶ ἐπὶ τοῖς διανοουμένοις περὶ τοῦ ἁγίου πνεύματος τοῦ σὺν πατρὶ ἀριθμουμένου καὶ υἱῷ. εἰ γὰρ ἦν τῶν γεγονότων, οὐκ ἂν τῷ ἀκτίστῳ πατρὶ καὶ υἱῷ ἀκτίστῳ συνηριθμεῖτο, ἀλλ' ὅτι ἄκτιστόν ἐστιν συναριθμεῖται· εἶπε γὰρ «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». πῶς δὲ κτιστὸν εἴη τὸ πνεῦμα τὸ μαρτυρούμενον ὅτι «ἐκ τοῦ πατρὸς ἐκπορεύεται» καὶ «ἐκ τοῦ ἐμοῦ λαμβάνει», δι' οὗ καὶ ἡ τελεία τῶν ἀνθρώπων σωτηρία καὶ ἔνσαρκος οἰκονομία εἰς πᾶσαν δικαίωσιν ἐπληρώθη. «ἔχρισε γὰρ αὐτὸν πνεύματι ἁγίῳ» φησὶν ἡ γραφὴ περὶ τοῦ κυρίου. οὐκ ἂν δὲ τὴν ἔνσαρκον οἰκονομίαν σὺν τῷ θεῷ λόγῳ ἡνωμένην εἰς μίαν θεότητα ἔχρισεν ὁ πατὴρ κτίσματι, ἀλλ' ἐπειδὴ μία ἐστὶν ἡ τριάς, τρία τέλεια, μία θεότης, ἔδει ἐν τῷ υἱῷ οἰκονομικῶς τοῦτο γενέσθαι, ἵνα παντάπασι δοξαζομένη ἐν ἅπασι μία νοηθῇ ἡ τρίας, καθάπερ κατὰ πασῶν τῶν αἱρέσεων περὶ πνεύματος διηγούμενοι οὐ μίαν, οὐ δύο μαρτυρίας εἰσενέγκαμεν, ὅτι θεοῦ ἐστι πνεῦμα σὺν πατρὶ καὶ υἱῷ δοξαζόμενον, ἄκτιστον καὶ ἄτρεπτον καὶ τέλειον ὄν. ἐξέπεσε δὲ καὶ ὁ περὶ τούτου τῶν φιλονεικούντων λόγος ὁ καθ' ἑαυτῶν ἐπινενοημένος. 57. Πάλιν δὲ εἰς τὰς ἄλλας αὐτῶν λέξεις ἑαυτοὺς ἐπιδῶμεν. φασὶ γὰρ πάλιν, τὸ ῥητὸν οὐκ εὐλόγως κατέχοντες, ὅτι αὐτὸς ἔφη ὁ σωτὴρ «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθός, ὁ θεός,» καὶ ἀφώρισεν ἑαυτὸν ἐντεῦθεν ἀπὸ τῆς τοῦ πατρὸς οὐσίας τε καὶ ὑποστάσεως. τὸ δὲ πᾶν ἐστι γελοιῶδες. εἰ γὰρ ὁ τοσαῦτα ἡμῖν ἀγαθὰ πεποιηκὼς οὐκ ἀγαθὸς παρ' αὐτοῖς κρίνεται, καὶ τίς ἔτι ἀγαθός; τί δὲ τούτου μοχθηρότερον εἴη, ὅτι ὁ δεδωκὼς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, ὁ τῇ ἑκουσίᾳ γνώμῃ ἐλθὼν εἰς τὸ παθεῖν, ὁ ἀπαθὴς θεὸς ὤν, ὅτι ὁ τὴν δωρεὰν ἡμῖν ποιησάμενος τῶν ἁμαρτημάτων, ὅτι ὁ τὰς ἰάσεις ἐπιτελέσας ἐν παντὶ Ἰσραήλ, ὁ ἐκ τῆς αὐτοῦ ἀγαθότητος τοσοῦτον γένος τῶν ἀνθρώπων πατρὶ συναγαγὼν ἐν ἀγαθότητι, ὁ τῆς ἀγαθότητος πρύτανις καὶ τῆς εἰρήνης δεσπόζων, ὁ ἄνω ἐκ πατρὸς ἀγαθὸς λόγος ἐκ τοῦ ἀγαθοῦ πατρὸς γεγεννημένος, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὁ ἐνεργήσας ἀνθρώποις καὶ πᾶσι τοῖς ὑπ' αὐτοῦ γεγενημένοις πᾶσαν ἀγαθότητα, οὐκ ἀγαθὸς παρ' αὐτοῖς κρίνεται. καὶ οὐκ ἴσασιν οἱ λήθην ἑαυτοῖς περιποιούμενοι, ὅτι πρὸς τὸν 3.205 ἐρωτήσαντα ἀνθυπήνεγκε τὸν λόγον, ὅπως καθέλῃ τῆς ἐν αὐτῷ ἐπάρσεως τὸ φρύαγμα. αὐχῶν γὰρ ἦν ἀπὸ γραμματέων ὁρμώμενος, ὡς τὰ δικαιώματα τοῦ νόμου ἀκριβῶς φυλάξας, δικαιοσύνην τε καὶ ἀγαθότητα περὶ ἑαυτοῦ σεμνυνόμενος καὶ ἔλεγε «διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» καὶ ἐπειδὴ εἶχε περὶ ἑαυτοῦ ὡς περὶ * τηλικαύτης δικαιοσύνης, ὁ κύριος βουλόμενος θεῷ ἀναφέρειν τὴν πᾶσαν ἀγαθότητα, ὅτι οὐδεὶς ἀγαθὸς πλὴν αὐτοῦ, ἵνα μηδεὶς σάρκα φορῶν τῦφόν τινα ἑαυτῷ ἐπισπάσηται, τούτου ἕνεκεν ἔλεγε «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», ἵνα ὁ τοιοῦτος καὶ τοσοῦτος τὸν τοιοῦτον λόγον εἰπὼν καθέλῃ τὴν ἐν τῷ εἰπόντι φυσίωσιν, περὶ δικαιοσύνης τὴν οἴησιν κεκτημένῳ, καὶ ἵνα ἐλέγξῃ αὐτοῦ τὴν καρδίαν, ἀγαθὸν μὲν διδάσκαλον χείλεσιν αὐτὸν λέγοντα, μὴ ἐμμένοντα δὲ ἐν τῇ ἀγαθῇ αὐτοῦ διδασκαλίᾳ. καὶ ὅτι μὲν ἀγαθὸς τυγχάνει, αὐτὸς διδάσκει λέγων «πολλὰ καλὰ ἐποίησα ἐν ὑμῖν, περὶ ποίου οὖν αὐτῶν ἔργου λιθάζετέ με;» τίνι γὰρ τοῦτο οὐκ ἔστι σαφὲς καὶ φανερώτατον, μάλιστα πολλῶν ἀγαθῶν τῶν αὐτοῦ κτισμάτων ὄντων καὶ καλουμένων, ὥς φησιν ἡ θεία γραφή. ἰδοὺ γὰρ περὶ πολλῶν ἀγαθῶν διηγεῖται τὸ θεῖον γράμμα· «ἦν ἀγαθός» φησὶ «Σαούλ, υἱὸς Κίς, ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος δὲ παντὸς