437
τοῦ λαοῦ, ὑπὲρ ὠμίαν καὶ ἐπάνω», καὶ ἦν «ἀγαθὸς Σαμουὴλ μετὰ τοῦ θεοῦ καὶ ἀνθρώπων», καὶ «ἀγαθὴ ἐσχάτη λόγου ὑπὲρ τὴν ἀρχήν», καὶ «ἄνοιξόν σου τὸν θησαυρὸν τὸν ἀγαθόν, τὸν οὐράνιον». τούτων δὲ κτισμάτων ὄντων καὶ ἀγαθῶν δηλουμένων, δι' αὐτοῦ τε καὶ ὑπ' αὐτοῦ γεγονότων, πῶς οὐκ ἀναμφιβόλως ἔστιν ἀγαθὸν εἶναι ὁμολογεῖν τὸν τούτων γενεσιάρχην; ἀλλ' ἵνα μὴ μηκύνω τὸν περὶ τούτου λόγον πάντη γὰρ διὰ πλάτους περὶ τούτου εἰρήκαμεν, αὖθις πάλιν εἰς τὰ ἑξῆς παρελεύσομαι, τὴν ἐπίλυσιν ἑκάστης λέξεως ποιούμενος. 58. Ἐπιφέρουσι δὲ πάλιν τινὰ ῥητὰ οἱ πάντολμοι, ἐλαττωμάτων ὑπονοίας ὑποσπείροντες εἰς τὸν αὐτοὺς ἀγοράσαντα, εἴπερ ἠγοράσθησαν. ἐν γὰρ τῷ προσελθεῖν τὴν μητέρα τῶν υἱῶν Ζεβεδαίου καὶ παρακαλέσαι τὸν ἕνα καθίσαι υἱὸν ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, ὅταν ἔλθῃ ἐν τῇ 3.206 βασιλείᾳ αὐτοῦ, ἔφη πρὸς αὐτούς· «οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν; οἱ δὲ εἶπον; ναί, δυνάμεθα. εἶπε δὲ αὐτοῖς· τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου». ὁρᾷς, φησί, πῶς οὐκ ἔχει ἐξουσίαν πάρεξ τοῦ πατρός, τοῦ ἔχοντος τὴν ἐξουσίαν παρέχειν ᾧ βούλεται; καὶ τίς οὕτως τῶν εὖ φρονούντων νοήσειεν; εἰ γὰρ ὁ υἱὸς οὐκ ἔχει ἐξουσίαν, καὶ τίς ἔχει ἐξουσίαν; «ὁ γὰρ πατήρ» φησί «ζωογονεῖ τοὺς νεκρούς, καὶ οὕτως ἔδωκε καὶ τῷ υἱῷ, ἵνα ὃν θέλει ζωογονῇ», καὶ «τὰ τοῦ πατρὸς ἐμά ἐστι», καὶ «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου». τίς οὖν ἔτι ἀμφιβάλλοι; τοῦτο δὲ βούλεται παριστᾶν ὁ θεῖος αὐτοῦ καὶ σοφὸς λόγος, ὅτι οὐ κατὰ προσωποληψίαν γίνεται πρᾶγμα, ἀλλὰ κατὰ ἀξίαν. κυρίου μὲν γάρ ἐστι τὸ παρέχειν, παρέχει δὲ ἑκάστῳ κατ' ἀξίαν. ἕκαστος δὲ ἐργασάμενος τὸ δίκαιον λαμβάνει κατὰ τὸν ἴδιον κόπον παρὰ τοῦ κυρίου καὶ οὐκέτι αὐτῷ μόνῳ ἐστὶ τὸ δοῦναι, ἀλλὰ τῷ ἑαυτὸν ἄξιον πεποιηκότι. τολμῶ γὰρ λέγειν ὅτι οὔτε αὐτοῦ ἐστι, καίπερ δυναμένου δοῦναι, μὴ βουλομένου δέ, οὔτε τοῦ ἁγίου πνεύματος, καίπερ δυναμένου τοῦ ἁγίου πνεύματος δοῦναι κατὰ τὸ εἰρημένον ὅτι «ᾧ μὲν δίδοται σοφία διὰ τοῦ πνεύματος, τῷ δὲ γένη γλωσσῶν ἐν τῷ αὐτῷ πνεύματι, τῷ δὲ ἑρμηνεία γλωσσῶν, τῷ δὲ δύναμις, τῷ δὲ διδασκαλία, ἓν δέ ἐστι τὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται». καὶ οὐκ εἶπε καθὼς προστάσσεται, ἀλλὰ καθὼς βούλεται. καὶ «ὁ υἱὸς ὃν θέλει ζωογονεῖ» καὶ ὁ πατὴρ «καλεῖ ὃν θέλει πρὸς τὸν υἱόν». καὶ πάλιν οὔτε ὁ πατὴρ καὶ ὁ υἱὸς οὔτε ἅγιον πνεῦμα κατὰ προσωποληψίαν καλεῖ ἢ δίδωσιν ἢ παρέχει ἢ ἀξίαν δίδωσιν, ἀλλὰ καθὼς ἑαυτὸν ἄξιον ἕκαστος εὐτρεπίζει· τουτέστιν οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' ἐὰν κάμητε, ἔσται ὑμῖν ἡτοιμασμένον παρὰ τοῦ πατρός μου. τὸ δὲ τέλειον * ὅτι «ἐγώ εἰμι ἡ ζωή». καὶ ἔτι ὑπερβήσομαι εἰς τὰ ἕτερα. 59. Φασὶ δέ· «πῶς λέγετε αὐτὸν ἐκ τῆς τελείας τοῦ θεοῦ θεότητος; ἰδοὺ γὰρ λέγει περὶ αὐτοῦ ὁ ἀπόστολος ὅτι "3ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν"3. ὁ δὲ ἐπιδεηθεὶς βοηθείας τοῦ θεοῦ τοῦ ἐγεῖραι αὐτὸν ἐκ νε3.207 κρῶν, ἄρα ἕτερός ἐστιν ὁ ἐγείρων τῇ δυνάμει, ἕτερος δὲ ὑποβεβηκὼς ὁ ἐγειρόμενος διὰ τῆς τοῦ δυνατοῦ δυνάμεως». καὶ ἕως πότε κατατρίβομαι περὶ τὰ ληρώδη νοήματα τῶν κακῶς παρατριψάντων ἑαυτῶν τὸ μέτωπον; τίς οὖν ἤγειρε τὸν Λάζαρον; τίς ἤγειρε τὸν υἱὸν τῆς χήρας τῆς ἐν Ναΐν; τίς εἶπε τῇ θυγατρὶ τοῦ ἀρχισυναγώγου «κοῦμι ταλιθά», τουτέστιν ἀνάστηθι ἡ παῖς; τίνος τὸ ὄνομα ἐπεκαλοῦντο οἱ ἀπόστολοι καὶ οἱ νεκροὶ ἠγείροντο; νομίζω δέ, ἐπειδὴ οἱ ἀπόστολοι Ἰουδαίοις προσδιελέγοντο, διὰ τὸ νομίζειν ἀποστασίαν κηρύσσειν τοὺς ἀποστόλους ἀπὸ τοῦ θεοῦ τοῦ νόμου καὶ διὰ τὸ † πρὸς τὸ γνωστὸν τοῦ ἁγίου πνεύματος, τοῦ γινώσκοντος ὅτι ἤμελλον αἱρέσεις ἀφηνιάζειν τὸν Χριστὸν ἀπὸ τοῦ πατρῴου θελήματος, τούτου ἕνεκα εἰς τὴν μίαν θεότητα τὰ πάντα ἀναφέροντες οἱ αὐτοὶ ἀπόστολοι *, ὅτι εὐδοκίᾳ παρὰ πατρὸς ἐγένοντο τὰ πάντα,