438
βουλήσει τοῦ υἱοῦ σὺν εὐδοκίᾳ πνεύματος ἁγίου· μὴ ἄρα κατὰ ἐλάττωσιν ἢ κατὰ ἀσθένειαν ἢ ἀλλοτρίωσιν τῆς τοῦ θεοῦ λόγου παρὰ τὴν τοῦ πατρὸς οὐσίαν τοῦτο εἴρηται. καὶ οὐχ οὕτως. ὅρα γὰρ τὰ πρωτότυπα, πῶς διηγεῖται ὁ ἄγγελος φάσκων ταῖς περὶ Μαρίαν «τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» ὁρᾷς, ὁ ζῶν ἐν ἰδίᾳ θεότητι καὶ σαρκὶ ἀνέστη, οὐκ ἦν δὲ μετὰ τῶν νεκρῶν. καὶ τί φησιν αὐταῖς «ἀνέστη, οὐκ ἔστιν ὧδε;» καὶ οὐκ εἶπεν· ἤγειρεν αὐτὸν ὁ θεὸς, καὶ οὐκ ἔστιν ὧδε; ἀλλ' ἵνα δείξῃ τὸ δυνατόν, ὅτι καὶ ζῶν ἀνέστη. καὶ αὐτὸς πάλιν ἔλεγε πρὸ τοῦ παθεῖν αὐτὸν τοῖς αὐτοῦ μαθηταῖς «ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ παραδοθήσεται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὸ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται». καὶ οὐκ εἶπεν, ἀναστήσει αὐτὸν ὁ θεός. σαφῶς δὲ περὶ τούτου τὸ ἐξουσιαστικὸν τῆς αὐτοῦ δυνάμεως προεδείκνυε λέγων «ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ λαβεῖν αὐτήν». ὁ δὲ ἐξουσίαν ἔχων, πῶς ἑαυτὸν ἐγείρειν οὐκ ἠδύνατο; ὁ ἀπόστολος δὲ γράφων, ἵνα δείξῃ μηδὲν ἄνευ θελήματος πατρὸς ἐν τῇ τῆς σωτηρίας οἰκονομίᾳ γεγενῆσθαι, ἔφη «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν». καὶ γὰρ καὶ ἐν ἄλλῳ τόπῳ λέγει αὐτὸς ὁ ἀπόστολος ὅτι «εἰ καὶ ἀπέθανεν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως». ἤθελον δὲ πυθέσθαι τὸν νοῦν τῶν 3.208 τὰ ἀκριβῆ τῶν γραφῶν γινωσκόντων, ποίαν ἀσθένειαν εἶχεν ὁ μονογενής, δι' οὗ ὁ οὐρανὸς ἥπλωται ἢ παρ' οὗ ὁ οὐρανὸς κέκτισται, δι' οὗ ὁ ἥλιος ἐστιλβώθη, δι' οὗ ἔλαμψαν τὰ ἄστρα, δι' οὗ ἐξ οὐκ ὄντων τὰ πάντα γεγένηται. ἄρα τὴν ἀσθένειαν ποίαν λέγει; ἆρ' οὐχ ἣν ἀνεδέξατο ἐλθὼν ὁ λόγος ἐν τῇ ἡμετέρᾳ σαρκί, ἐνδυσάμενος ταύτην, ἵνα τὴν ἡμῶν ἀσθένειαν βαστάσῃ; ὡς καὶ ᾄδει περὶ αὐτοῦ ὁ προφήτης λέγων «τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν». ἀπέθανεν οὖν διὰ τὴν ἡμῶν ἀσθένειαν ὁ ζωὴ ὢν καὶ ἀπαθὴς θεὸς ἐν τῇ ἐξ ἡμῶν ἀσθενεστέρᾳ σαρκί, ζῇ δὲ ἐκ δυνάμεως. «ζῶν γάρ ἐστιν ὁ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον». ἀπέθανεν οὖν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως τῆς αὐτοῦ θεότητος, ζῇ δὲ ἐν τῇ ἡμετέρᾳ σαρκί, ἐν ᾗ τὸ πάθος ἀνεδέξατο. καὶ διὰ τὴν τοιαύτην οἰκονομίαν τὴν εὐδοκίαν πατρὸς σημαίνων ὁ ἀπόστολος ἔφη ὅτι «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν». 60. Ἐπιφέρουσι δὲ καὶ ἄλλο ῥητὸν ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, ὅπερ ἐστὶ θεσπέσιον καὶ ἐξαίρετον καὶ εἰς πάντα χρησιμώτατον. ποῖον δέ ἐστι τὸ ῥητόν; ἀλλ' ἢ ὁπηνίκα γὰρ ἔμελλεν ὁ κύριος ἰδίᾳ βουλήσει ἐπὶ τὸ πάθος ἥκειν, παραλαβὼν τοὺς μαθητὰς ἐν τῷ ὄρει κατὰ τὴν ὥραν ἐκείνην, «διέστη ἀπ' αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ ἀπελθὼν ηὔχετο καὶ ἔλεγε· πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ, ἵνα μὴ αὐτὸ πίω· πλὴν οὐχ ὃ ἐγὼ θέλω, ἀλλ' ὃ σύ». καὶ πρῶτον μὲν πάλιν προφασίζονται οἱ αὐτοὶ λέγοντες ὅτι, ὁρᾷς πῶς ὑποκοριστικῶς λέγει καὶ βούλημα διηλλαγμένον ὑποφαίνει λέγων, οὐχ ὃ ἐγὼ θέλω, ἀλλ' ὃ σύ; πῶς οὖν ἡ αὐτὴ οὐσία τυγχάνει, φασίν, ὁπότε ἐν αὐτῷ ἕτερόν ἐστι βούλημα, ἐν δὲ τῷ πατρὶ ἕτερον; καὶ ἀγνοοῦσι τὴν πᾶσαν δύναμιν. διὰ τοῦτο γὰρ καὶ ὁ ἀπόστολος ἔφη «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ». πῶς γὰρ ἴδιον βούλημα ἔφη παρὰ τὸ τοῦ πατρὸς βούλημα, ὁπότε αὐτὸς σημαίνει πρὸς τοὺς μαθητὰς ὅτι «τετάρακται ἡ ψυχή μου· καί, τί εἴπω; πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης»· ὡς προκατασκευαστικῶς τὸ ῥητὸν διηγούμενος καὶ ἐπαμφιβόλως τῇ λέξει κεχρημένος «ὅτι τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης». τοῦτο, φησίν, εἴπω; «ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην». ἦλθε δὲ οὐκ ἄκων, ἀλλ' ἑκών. ἀνωτέρω γὰρ λέγει ὅτι «ποτήριον ἔχω πιεῖν, καὶ τί σπεύδω ἕως οὗ πίω αὐτό; καὶ βάπτισμα ἔχω βαπτισθῆναι, καὶ τί θέλω εἰ ἤδη ἐβαπτί3.209 σθην»; εἰ τοίνυν θέλει καὶ σπεύδει καὶ λέγει εἰς τοῦτο ἥκειν, πῶς ἄλλο βούλημα τὸ αὐτοῦ ὑποφαίνει καὶ ἄλλο τὸ τοῦ πατρός; ἀλλ' ἐπειδὴ ἤμελλε διὰ τοῦ Ἰσραὴλ παραδίδοσθαι, φιλάνθρωπος ὢν καὶ φειδόμενος τοῦ σπέρματος Ἀβραάμ,