439
ἐποιεῖτο ὑπὲρ τοῦ λαοῦ λόγον. τὸ δὲ βούλημα ἦν τοῦ πατρός, τὸ τὴν οἰκονομίαν οὕτω πληρωθῆναι διὰ τῶν υἱῶν Ἰσραήλ, παραιτίων ἑαυτοῖς ὄντων τῆς τοῦ υἱοῦ προδοσίας καὶ οὐχ ὑπὸ θεοῦ ἀναγκαζομένων· καὶ οὐχ ἕτερον βούλημα ἦν τὸ τοῦ υἱοῦ παρὰ τὸν πατέρα. ἀλλ' ἔδει αὐτὸν καὶ ἐν τούτῳ ταῦτα δεικνύειν, ἵνα τὸ πᾶν τῆς μονότητος ἐπὶ τὸν πατέρα ἀναγάγοι, πρὸς τὸ μὴ μερισθῆναί τι τῆς μιᾶς ἑνώσεως καὶ οἰκονομίας. 61. Καὶ καθεξῆς δὲ ἐπιφέρει λέγων, ἐν τῷ εὔχεσθαι αὐτόν, ὅτι γενόμενος ἐν ἀγωνίᾳ, ὡς ἐμφέρεται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ «ἵδρωσέ» φησι «καὶ ἐγένετο αὐτοῦ ὁ ἱδρὼς ὡσεὶ θρόμβοι αἵματος κατερχόμενοι ἐπὶ τῆς γῆς. καὶ ἐφάνη ἄγγελος κυρίου ἐνισχύων αὐτόν». προπηδήσαντες τοίνυν οἱ λεξίθηρες εὐθύς, ὡς πρόφασιν κατὰ ἐχθροῦ εὑράμενοι, ἐπιφέρουσι λέγοντες· ὁρᾷς ὅτι ἐπεδέετο καὶ ἰσχύος ἀγγέλων; ἐνίσχυσε γὰρ αὐτὸν ἄγγελος· ἐν ἀγωνίᾳ γὰρ αὐτὸς ἐγένετο. καὶ οὐκ ἴσασιν ὅτι ἐὰν μὴ ἔχῃ πάντα ταῦτα καὶ τὸ «μὴ τὸ ἐμὸν βούλημα, ἀλλὰ τὸ σὸν» καὶ ἐὰν μὴ ἀγωνιάσῃ καὶ ἐὰν μὴ ἱδρὼς αὐτῷ γένηται ἐκ σώματος προχεόμενος, ἄρα δόκησις ἦν ἡ ἔνσαρκος Χριστοῦ παρουσία, καὶ εὐλόγως παρὰ Μανιχαίων καὶ Μαρκιωνιστῶν ἡ περὶ φαντασίας δόκησις τῆς ἐνσάρκου παρουσίας ὑπόθεσις ᾄδεται, ὅτι δόκησις ἦν καὶ οὐκ ἀληθεστάτη. ταῦτα δὲ πάντα ἐποίει, ἐπασφαλιζόμενος ἡμῶν τὴν ζωήν, ὅτι τὰ ἡμέτερα ὅλα ἀνεδέξατο, οἰκονομικῶς ἀνθρωποπαθῆ τινα διηγήματα ἔχων, οὐκ εἰρωνείᾳ, ἀλλ' ἀληθείᾳ, ὡς τὸ «οὐκ ἐμὸν θέλημα», ἵνα δείξῃ σαρκὸς ὑπόστασιν ἀληθινήν, καὶ ἵνα ἐλέγξῃ τοὺς 3.210 λέγοντας νοῦν μὴ ἐσχηκέναι αὐτὸν ἀνθρώπινον καὶ ἐλέγξῃ τοὺς μὴ λέγοντας σάρκα αὐτὸν ἐσχηκέναι. πᾶς γὰρ θεῖος λόγος ἀνὰ μέσον τῶν υἱῶν τοῦ σκότους ἑστὼς ἐλέγχει μὲν τὸ σκότος, φωτίζει δὲ τοὺς υἱοὺς τῆς ἀληθείας. ὅρα γὰρ πόσα χρήσιμα ἐν τῷ λόγῳ τούτῳ. ἀπὸ ἀσωμάτων οὐ προέρχεται ἱδρώς. ἐν δὲ τῷ τοῦτο γενέσθαι ἔδειξεν ἀληθινὴν σάρκα καὶ οὐ δόκησιν. ἀπὸ σαρκὸς δὲ ἐν θεότητι συνηνωμένης χωρὶς ψυχῆς καὶ νοὸς οὐ γίνεται ἀγωνία. ἀγωνιάσαντος δὲ αὐτοῦ ἔδειξε ψυχὴν καὶ σῶμα καὶ νοῦν ἐπὶ τὸ αὐτὸ πεφορηκέναι, ὅθεν ἡ ἀγωνία φαίνεται. καὶ πάλιν ἐν τῷ εἰπεῖν «μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν» ἔδειξεν ἀληθῶς νοῦν ἀνθρώπινον, ἀλλ' ἀναμάρτητον. ἡ γὰρ θεότης αὐτοῦ πάντοτε ἐν πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ καὶ ὁ υἱὸς ἐν ἁγίῳ πνεύματι, τὰ πάντα τετελειωμένως ἔχων, καὶ οὐδὲν διαλλάττει φρόνημα υἱοῦ πρὸς πατέρα οὐδὲ πατρὸς πρὸς υἱὸν οὐδὲ τοῦ ἁγίου πνεύματος πρὸς πατέρα καὶ υἱόν. εἰ γὰρ ἃ μὴ θέλει πατὴρ βούλεται υἱός, ἄρα καὶ αὐτὸς ἔσται καθ' ἡμᾶς ψιλὸς ἄνθρωπος θελήματι πατρὸς κατὰ ἐλάττωσιν ὑποτασσόμενος. ἀλλ' οὐχ οὕτως ἐστί, μὴ γένοιτο. τῷ δὲ ἀνθρωποπαθῆ διηγεῖσθαι τὸ ἀληθινὸν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας καὶ τὸ τέλειον τῆς αὐτοῦ ἐνανθρωπήσεως δείκνυσιν, ἵνα εἰς πάντα ἡμῶν σωτηρία γένηται, εἰς τὸ μὴ ἕτερα ἀνθ' ἑτέρων νοεῖν καὶ ἐκπίπτειν τῆς ἀληθείας. 62. Περὶ δὲ τοῦ ὑπὸ ἀγγέλων αὐτὸν θεωρηθῆναι ἐνισχυόμενον, καὶ τί τούτου κυριώτερον; τί δὲ τούτου ἀναγκαιότερον; ἰδοὺ γὰρ εὑρήκαμεν πληρούμενον τὸ ῥητὸν τῆς μεγάλης ᾠδῆς τῆς παρὰ Μωυσῇ γεγραμμένης, ὅπου λέγει «προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου»· καὶ μετ' οὐ πολλὰ εἰπὼν πάλιν φησί· «προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ»· οὐχ ἵνα δῶσιν αὐτῷ ἰσχὺν οἱ ἄγγελοι· οὐ γὰρ ἐπεδέετο τῆς τῶν ἀγγέλων ἐνισχύσεως· ἀλλ' ἐνισχύσωσιν αὐτῷ, τουτέστιν ἀποδόντες αὐτῷ τὸ ἴδιον τῆς ἰσχύος αὐτοῦ ὁμολογήσωσιν. καὶ γὰρ καὶ ἡμεῖς ἀσθενεῖς ὄντες πολλάκις θεὸν ηὐλογήσαμεν, πολλάκις θεὸν ἐνισχύσαμεν, οὐχ ὅτι θεὸς ἐπιδέεται τῆς 3.211 ἡμῶν εὐλογίας, ἀλλ' ὁμολογοῦντες αὐτοῦ τὸ τῆς εὐλογίας κράτος· καὶ διὰ λεπτολογίας ἐροῦμεν «σή ἐστιν ἡ δύναμις, σὸν τὸ κράτος, σή ἐστιν ἡ τιμή, σή ἐστιν ἡ δόξα, σή ἐστιν ἡ εὐλογία, σή ἐστιν ἡ ἰσχύς, σή ἐστιν ἡ δύναμις». μὴ ἡμεῖς ἰσχὺν