440
παρέχομεν τῷ θεῷ, ἐὰν εἴπωμεν· σή ἐστιν ἡ ἰσχύς, σή ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ εὐλογία, μὴ ἡμεῖς δύναμιν αὐτῷ δεδώκαμεν, μὴ ἡμεῖς τὸν θεὸν ηὐλογήσαμεν· ἀλλ' ἐνισχύσαντες καὶ ἐνδυναμώσαντες θεοῦ τὴν δύναμιν ὡμολογήσαμεν καὶ θεῷ τὴν ἰσχὺν ἀποδεδώκαμεν. οὕτω καὶ ὁ ἄγγελος κατ' ἐκείνην τὴν ὥραν θαυμάσας καὶ ἐκπληττόμενος τὴν ὑπερβολὴν τῆς τοῦ ἰδίου δεσπότου φιλανθρωπίας, ὅτι θεὸς ὢν καὶ σὺν πατρὶ προσκυνούμενος ἐν οὐρανῷ, καὶ θεραπευόμενος ὑπὸ ἰδίων ἀγγέλων αὐτοῦ, εἰς τοσοῦτον * ὑπέμεινεν ἰδίᾳ βουλήσει ἑκουσίως ἐλθεῖν καὶ ἐνδύσασθαι σάρκα· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἄχρι τοῦ παθεῖν ὑπὲρ τοῦ ἰδίου πλάσματος, τῆς ἀνθρωπείας φύσεως * ὑπομένει καὶ ἄχρι σταυροῦ παραδοθῆναι, γευσάμενός τε «θανάτου, θανάτου δὲ σταυροῦ», ὅπως δι' αὐτοῦ τρόπαιον μὲν κατὰ τοῦ θανάτου ἡ ἀνθρωπότης λάβοι, «καταργήσῃ δὲ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τουτέστι τὸν διάβολον» καὶ «θριαμβεύσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν». διὸ καὶ θαυμάζων καὶ ἐκπληττόμενος ὁ ἄγγελος ἔλεγεν αὐτῷ, δοξολογῶν καὶ εὐφημῶν τὸν ἴδιον δεσπότην ἐπὶ τῷ τοιούτῳ σκάμματι καὶ παραδοξοποιίᾳ ἑστῶτα· ὅτι σή ἐστιν ἡ προσκύνησις, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ ἰσχύς, ἵνα πληρώσῃ τὸ παρὰ Μωυσῇ γεγραμμένον ὅτι «ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ». καὶ ὁρᾶτε, Χριστοῦ θεράποντες καὶ υἱοὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ὀρθοδόξου πίστεως, ὅτι οὐδὲν ἐν τῇ θείᾳ γραφῇ σκολιὸν οὐδὲ στραγγαλιῶδες, ἀλλὰ τὰ πάντα θαυμασίως εἰς τὴν ἡμετέραν σωτηρίαν γέγραπται καὶ τετελείωται. οἱ δὲ προειρημένοι, ἐν ἔχθρᾳ ὄντες πρὸς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ πρὸς τὸ ἅγιον πνεῦμα, πάντα ὡς ἐχθροὶ διανοοῦνταί τε καὶ σοφίζονται. ἡμῖν δὲ μὴ γένοιτο ἀνθρωπίνοις σοφίσμασι προσανέχειν, ἀλλ' ἔχειν τὸν ἑαυτῶν νοῦν ἐρρωμένον, ὅπως τὸν μὲν ἡμῶν δεσπότην δοξάσωμεν, μηδὲν δέ τι ἠλαττωμένον ἐν αὐτῷ διανοηθῶμεν. εἰ γὰρ ὁ τὰ πάντα ἐλθὼν σῶσαι ἔχει ἐλαττώματός τι ἐν ἑαυτῷ, πῶς σωθήσεται ἡ κτίσις ἀπὸ τῶν ἰδίων ἐλαττωμάτων; 63. Πάλιν δὲ ἐπιλαμβάνονται ὥσπερ ἀντίδικοι καὶ γάρ εἰσιν Ἰουδαϊκῷ φρονήματι ἐγκείμενοι καὶ μηδὲν ἐκείνων διαλλάττοντες, πλὴν 3.212 τοῦ ὀνόματος μόνον οἱ πάλιν ἡμῖν ἐπιφύοντες νέοι Ἰουδαῖοι, ζητοῦντες κατὰ τοῦ σωτῆρος λέξεις τινάς, «ὅπως παγιδεύσωσιν αὐτὸν ἐν λόγῳ», καθὼς ἔφη τὸ ἅγιον εὐαγγέλιον, καί φασιν· ἔλεγεν ἐν τῷ σταυρῷ «ἠλί, ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ ὁρᾷς, φασίν, οἰκτρῶς αὐτὸν παρακαλοῦντα καὶ ἀποδυρόμενον καὶ λέγοντα· «ἵνα τί με ἐγκατέλιπες;» καὶ οὐκ ἴσασιν οἱ ἀπὸ τοῦ δηλητηρίου τούτου τῆς τοῦ Ἀρείου μανίας καρηβαροῦντες τῇ διανοίᾳ καὶ τῆς τοῦ θεοῦ γνώσεως λειπόμενοι, ὅτι δεῖ τὰ ἀνθρωποπαθῆ πάντα ἐν τῷ κυρίῳ ὁμολογεῖσθαι ἐν τῇ ἐνσάρκῳ αὐτοῦ ἀληθινῇ παρουσίᾳ. καὶ πρῶτον μὲν τὰ περὶ αὐτοῦ ὡς φρονοῦσιν ἀπὸ ἑτέρων εἰς ἕτερα μεταπηδῶντες ἐπιλανθάνονται, μίαν μὴ ἔχοντες κατάστασιν. πῶς γὰρ δύνανται οἱ τῇ διανοίᾳ μὴ σωφρονοῦντες; ποτὲ μὲν γὰρ λέγειν σωτῆρα βούλονται αὐτὸν καὶ κύριον καὶ Χριστὸν καὶ πρὸ πάντων αἰώνων ὄντα καὶ δεσπότην ἀγγέλων καὶ ἀρχαγγέλων, δι' οὗ τὰ ὅλα γεγένηται, ἀρχαί τε καὶ ἐξουσίαι, ἄγγελοί τε καὶ ἀρχάγγελοι, οὐρανοὶ καὶ τὰ πάντα, γῆ τε καὶ πάντες ἄνθρωποι καὶ πάντα τὰ ἐπὶ γῆς, θάλασσά τε καὶ τὰ ἐν αὐτῇ. καὶ ὦ πολλῆς ἠλιθιότητος τῶν τὰ τοιαῦτα περὶ αὐτοῦ δοξαζόντων καὶ ἐνταῦθα μὴ νοούντων ὅτι οὐ δύναται ὁ πρὸ τῶν αἰώνων ὢν κατὰ τὴν αὐτοῦ θεότητα, δι' οὗ ὁ οὐρανὸς καὶ γῆ γεγένηται, ἄγγελοί τε καὶ ἀρχάγγελοι καὶ ἁπαξαπλῶς τὰ σύμπαντα, ὁρατά τε καὶ ἀόρατα, ταύτην τὴν φωνὴν ἐκ προσώπου τῆς αὐτοῦ θεότητος λέγειν «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» πότε γὰρ ἐγκατελείφθη υἱὸς ἀπὸ πατρός, πότε δὲ οὐχ ὁ υἱὸς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ; ἐπὶ γῆς μὲν γὰρ ὁ υἱὸς καὶ ὁ θεὸς λόγος βεβήκει, οὐρανοῦ δὲ ἥπτετο καὶ πάντες ἐχθροὶ