441
ἐπληροῦντο τῆς αὐτοῦ δόξης. καὶ ἐν Μαρίᾳ ἐτύγχανε καὶ ἄνθρωπος ἐγένετο, ἀλλὰ τῇ δυνάμει αὐτοῦ ἐπλήρου τὰ σύμπαντα. πῶς οὖν ὁ τοιοῦτος καὶ τηλικοῦτος κατὰ τὴν αὐτοῦ θεότητα οἰκτρῶς ἔλεγεν «ἠλί, ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου, θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» καίτοι αὐτοῦ λέγοντος «πάλιν ἀπέρχομαι, καὶ οὐκ ἀφίω ὑμᾶς ὀρφανούς, ἀλλ' ἔρχομαι πρὸς ὑμᾶς», καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει «ἀμὴν λέγω ὑμῖν, πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ ἐν ἐμοὶ καὶ καταλείψετέ με πάντες μόνον, ἀλλ' οὐκ εἰμὶ μόνος, ἀλλ' ἔστι μετ' ἐμοῦ ὁ γεννήσας με πατήρ» καὶ πάλιν «ἀπέρχομαι, καὶ ἀποστελῶ ὑμῖν τὸ πνεῦμα τὸ ἅγιον, τὸ παρά3.213 κλητον, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον», καὶ πάλιν ἐν ἄλλῳ τόπῳ «ἐγὼ κρούω, καὶ ἐάν τίς μοι ἀνοίξῃ, εἰσελευσόμεθα πρὸς αὐτόν, ἐγὼ καὶ ὁ πατήρ μου, καὶ μονὴν ποιήσομεν παρ' αὐτῷ», ὡς αὐτοῦ ἐκ τοῦ πατρὸς μὴ ἐγκαταλιμπανομένου, ἀλλ' ὄντος καὶ τοῦ πατρὸς ἀεὶ σὺν τῷ υἱῷ, ὡς τοῦ ἁγίου πνεύματος σὺν πατρὶ καὶ υἱῷ. 64. Τί οὖν, φασίν, ἔστιν ὁ λόγος οὗτος ὃν εἶπεν, ὅτι «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» τίνι δὲ οὐ σαφὲς εἴη ὅτι ἀπὸ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως ἀνθρωποπαθῶς προβάλλεται τὸ ῥῆμα; ἡ γὰρ αὐτοῦ ἐνανθρώπησις, οὐ κατ' ἰδίαν τις οὖσα οὐ γὰρ ἀπὸ κεχωρισμένης τῆς θεότητος καὶ χωρὶς οὔσης τῆς ἐνανθρωπήσεως ἔλεγεν ὡς ἄλλου καὶ ἄλλου ὄντος, ἀλλὰ συνηνωμένης τῆς ἐνανθρωπήσεως τῇ θεότητι, μιᾶς οὔσης ἁγιαστείας καὶ ἤδη ἐν αὐτῇ τὰ τελειότατα ἐπισταμένης, οἷα δὴ ἐν θεῷ συνηνωμένη καὶ εἰς μίαν θεότητα συνημμένη, ὁρῶσα ἤδη τὴν θεότητα σὺν τῇ ψυχῇ κινουμένην ἐπὶ τὸ καταλεῖψαι τὸ ἅγιον σῶμα ἀπὸ προσώπου αὐτοῦ τοῦ κυριακοῦ ἀνθρώπου, τουτέστι τῆς αὐτοῦ ἐνανθρωπήσεως προεβάλετο. ἤμελλε γὰρ ἡ θεότης τελειοῦν τὰ πάντα τὰ κατὰ τὸ μυστήριον τοῦ πάθους καὶ σὺν τῇ ψυχῇ κατελθεῖν ἐπὶ τὰ καταχθόνια ἐπὶ τὸ ἐργάσασθαι τὴν ἐκεῖ τῶν προκεκοιμημένων σωτηρίαν, φημὶ δὲ ἁγίων πατριαρχῶν. ὡς οὖν ἡ κίνησις οὕτως ἐγένετο, ἀπὸ προσώπου τῆς ἐνανθρωπήσεως ἡ φωνὴ ἔλεγεν αὐτῇ τῇ ἰδίᾳ θεότητι «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» ἀλλ' ἔδει τοῦτο γενέσθαι, ἵνα πληρωθῶσι δι' αὐτοῦ αἱ θεῖαι γραφαὶ διὰ τῶν ἰδίων αὐτοῦ προφητῶν περὶ αὐτοῦ προκεκηρυγμέναι· ἵνα πληρώσῃ καὶ τὰ κατὰ τοῦ Ἅιδου ἐν τῇ ἰδέᾳ τοῦ ἀνθρώπου πρὸς τὸν Ἅιδην, ἵνα ὁ ἄρχων, ὁ Ἅιδης καὶ ὁ θάνατος, χειρώσασθαι ἄνθρωπον θελήσας, κατὰ ἄγνοιαν ἀγνοῶν τὴν ἐν τῇ ψυχῇ κεκρυμμένην καταλάβῃ ἁγίαν θεότητα καὶ μᾶλλον γένηται αὐτὸν τὸν Ἅιδην χειρωθῆναι καὶ τὸν θάνατον καταλυθῆναι καὶ πληρωθῆναι τὸ εἰρημένον «οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». οὔτε γὰρ κατέλιπεν ὁ ἅγιος θεὸς λόγος τὴν ψυχὴν οὔτε ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ ἐν Ἅιδῃ. πάντα γὰρ οἰκονομεῖ τὰ τῆς τοιαύτης μεγάλης μυσταγωγίας ἡ τριὰς ἀπαραλείπτως, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τοῦ μὲν υἱοῦ ἐνσάρκου γενομένου, 3.214 τοῦ γὲ πατρὸς ἀσωμάτου ὑπάρχοντος, εὐδοκίᾳ δὲ ἰδίᾳ καὶ βουλήσει πνεύματος ἁγίου τοῦ ἀσωμάτου τοῦ υἱοῦ δὲ ἐνσωμάτου γενομένου, ἀλλὰ ἀτρέπτου. τὰ δὲ ὅλα ἀπὸ τῆς τριάδος ᾠκονομεῖτο σωτήρια τοῖς ἀνθρώποις. 66. ∆ιὰ τοῦτο πάλιν ἐν ἑτέρῳ φησίν, ἐπειδὴ εἶπεν «ἵνα τί ἐγκατέλιπές με;» ὧδε λέγων «οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω». ἔδει γὰρ γενέσθαι τὸ τριήμερον τὸ σῶμα ἐν τῷ μνήματι, ἵνα πληρωθῇ τὸ εἰρημένον «καὶ ἐγενόμην ἐν νεκροῖς ἐλεύθερος» καὶ τὸ «ἀπέρριψάν με τὸν ἀγαπητόν, ὡσεὶ νεκρὸν ἐβδελυγμένον», καὶ ἵνα πληρωθῇ τὸ «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν», ἵνα δείξῃ τὸ ὅσιον διὰ τοῦ σώματος καὶ τὸ «οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην», ἵνα δείξῃ μήτε ψυχὴν ἐγκαταλειφθεῖσαν ἐν Ἅιδῃ· ἐν αὐτῇ γὰρ διὰ τῆς κατακωχῆς ἐν τῷ Ἅιδῃ ἦν ὁ θεὸς λόγος, ἵνα πληρώσῃ τὸ εἰρημένον παρὰ τῶν ἀποστόλων «ἀδύνατον γὰρ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ Ἅιδου». καὶ τίνος ἕνεκα τὸ