442
ἀδύνατον λέγει, ἀλλ' ὅτι ἔσπευδε μὲν ὁ θάνατος καὶ ὁ Ἅιδης κατασχεῖν ψυχήν, ἀδύνατον δὲ ἦν τὴν ψυχὴν αὐτοῦ κατασχεθῆναι διὰ τὴν θεότητα; εἰ δὲ ἀδύνατον ἦν κατασχεθῆναι διὰ τὴν θεότητα, πῶς ἄρα ἐκ προσώπου τῆς αὐτοῦ θεότητος ἠδύνατο ῥηθῆναι τὸ «θεέ μου, θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» ἀλλ' οὗτος ἐκ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως ἀνθρωποπαθῶς ἐδείκνυτο ὁ λόγος, ἵνα μάθωμεν ἀληθινῶς εἶναι τὴν ἔνσαρκον παρουσίαν καὶ οὐ δοκήσει ἢ φαντασίᾳ παρ' αὐτοῦ οἰκονομηθεῖσαν. ἀνέστη δὲ ἀπὸ τῆς γῆς ποῖον ἀλλ' ἢ τὸ κοιμηθέν; «ἀνέστη», γάρ φησιν, «οὐκ ἔστιν ὧδε». τί δὲ τὸ ἀναστὰν ἀλλ' ἢ τὸ σῶμα; σῶμα δὲ ἄρα τὸ ἐν τῷ μνήματι, καὶ ἡ ψυχὴ δὲ συναπῆλθε τῷ θεῷ λόγῳ. καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἐπλήρου τὴν τελείαν ἀνάστασιν ἐν τῇ αὐτῇ θεότητι, ἐν τῇ αὐτῇ ψυχῇ, ἐν τῷ αὐτῷ ἁγίῳ σώματι, συνενώσας λοιπὸν τὴν πᾶσαν οἰκονομίαν εἰς μίαν ἕνωσιν πνευματικήν, εἰς μίαν ἕνωσιν θεότητος, εἰς μίαν οἰκονομίαν, εἰς μίαν τελειότητα, ὡς λέγει ἐν τῷ ˉˉβ ψαλμῷ «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο», ἵνα δείξῃ τὴν εἴσοδον τοῦ θεοῦ λόγου ἀπὸ τῶν ἐπουρανίων εἰς τὸν κόσμον, ἐνδυομένου εὐπρέπειαν, τουτέστι τὴν σάρκα, τὴν ἀπὸ παρθένου γεγεννημένην· ἐπειδὴ γὰρ ἐδόκει εὐτελής τις τοῖς ὁρῶσιν ἀπίστοις, 3.215 αὐτῷ δὲ ἦν εὐπρέπεια λογιζομένη, ἵνα δείξῃ τὸ αὐτοῦ ἰσχυρὸν διὰ τῆς δοκούσης ἀσθενείας τῆς σαρκὸς καταργοῦν τὸν τὸ κράτος ἔχοντα * τῆς ἁμαρτίας λύσας, τουτέστι τὸν θάνατον, τὴν πᾶσαν οἰκονομίαν τῆς σωτηρίας ἡμῶν εὐπρεπῶς ποιήσας καὶ τὴν φθορὰν ἀφανίσας καὶ τὴν κατάραν, ἐξαλείψας καὶ τὸ καθ' ἡμῶν χειρόγραφον καὶ τὴν πρὸς τὸν Ἅιδην διαθήκην λύσας καὶ πάντα οἰκονομήσας ἀνθρώποις εἰς σωτηρίαν. εὐθὺς γὰρ μετὰ τὸ εἰπεῖν «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο» προστίθησι πάλιν καὶ δευτεροῖ λέγων «ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο», ἵνα δείξῃ τὸ πρῶτον ἔνδυμα ἀπὸ Μαρίας, τὴν δὲ ἐπιδευτερουμένην πάλιν ἔνδυσιν ἀπὸ τῆς ἀναστάσεως τῶν νεκρῶν. καὶ γὰρ «πρωτότοκός ἐστιν ἐκ τῶν νεκρῶν», ὡς εἶπεν ἡ θεία γραφή. διὰ τοῦτο προστίθησι ταύτῃ τῇ δευτέρᾳ ἐνδύσει περισσοτέραν τινὰ ἀσφάλειαν, λέγων «ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο». 67. Ὥσπερ γὰρ ὁ ἐπὶ τῇ ὀσφύϊ διαζωννύμενος ἐπισφίγγει τὸ ἔνδυμα ἐπὶ τὴν ὀσφύν, περισσότερον στερεῶν τὸ εἶδος καὶ συνενῶν τῷ χρωτὶ τῷ ἰδίῳ, οὕτω τὸ πρῶτον εὐπρέπειαν διὰ τὴν ἔνσαρκον ἐνταῦθα ἐνδημίαν. τὸ δὲ δεύτερον, φησί, δύναμιν ἐνεδύσατο, ἀναστὰς ἐκ τῶν νεκρῶν· οὐκέτι εἰς πάθος ἡ ἐνανθρώπησις αὐτοῦ ἔρχεται, οὐκέτι εἰς μάστιγας, οὐκέτι σταυροῦται, ὡς εἶπε περὶ αὐτοῦ ὁ ἀπόστολος «ἀνέστη, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». διὰ τοῦτό φησι τὸ «διεζώσατο», συνενώσας τὴν αὐτοῦ σάρκα εἰς μίαν θεότητα, εἰς μίαν ἑνότητα, εἰς ἓν πνεῦμα, τὸ θεϊκὸν καὶ σωματικὸν εἰς ἓν πνευματικὸν τελούμενον, καὶ μὴ ἔχον διάλυσιν, ὡς εἰσῆλθε λοιπὸν θυρῶν κεκλεισμένων, τὸ παχυμερὲς λεπτομερές, τὸ παθητὸν ἀπαθὲς ἀποδείξας, ἐν σαρκὶ πεπονθώς, μένων δὲ ἐν ἀπαθείᾳ· καίπερ μετὰ τὸ εἰσελθεῖν δεικνύων ὀστέα καὶ σάρκα, τύπον λόγχης καὶ τύπον ἥλων, ψηλαφώμενος ὑπὸ τοῦ Θωμᾶ, ὁρώμενος ὑπὸ τῶν μαθητῶν, εἰσερχόμενος δὲ θυρῶν κεκλεισμένων, ἵνα δείξῃ ὅτι εἰς μίαν ἕνωσιν πνευματικὴν τὸ πᾶν ᾠκονόμησε τῆς αὐτοῦ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους σωτηρίας. καὶ τί μοι περὶ τὸν τοσοῦτον λόγον κατατρίβεσθαι; πολλάκις γὰρ «τὰ αὐτὰ» λέγειν «ἡμῖν μὲν οὐκ ὀκνηρόν», τοῖς δὲ ἐντυγχάνουσιν * ἀσφαλείας χάριν φροντίσαντες πολλάκις διηγησάμεθα, ἵν' οὕτως διαπεράσαντες τὴν τοῦ Ἀρείου θηριοβολίαν τῶν φρονημάτων τε καὶ λόγων καὶ διανοημάτων, 3.216 68. Ἱκανῶς τε περὶ ταύτης τῆς λέξεως ὡσαύτως διαλαβόντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἵνα πανταχόθεν τὰ πλεῖστα τὰ τῇ διανοίᾳ ἡμῶν ἀπὸ τῆς ἐκείνων ἐρεσχελίας ὑποπίπτοντα σαφηνίσαντες δείξωμεν ἀπὸ τῶν ὀλίγων ἢ καὶ πλειόνων ὅτι πάντα ἐν τῇ θείᾳ γραφῇ τῷ κεκτημένῳ