443
πνεῦμα ἅγιον καὶ νοῦν ἐγρήγορον παρὰ κυρίου εἰληφότι οὐδέν ἐστι σκολιὸν ὑπονοῆσαι ἢ πάθους εἶδος εἰς τὸν πατέρα ἢ εἰς τὸν υἱὸν οὐδὲ εἰς τὸ ἅγιον πνεῦμα, ἀλλὰ πάντα τελειότατα, οἰκονομικῶς δὲ εἰς ἑκάστην χρείαν καὶ ἐν ἑκάστῳ τόπῳ πρὸς τὸ ὑποκείμενον ἐν ἀληθείᾳ ἐν ταῖς θείαις γραφαῖς εἴρηται ὑπ' αὐτοῦ τοῦ κυρίου καὶ τῶν αὐτοῦ ἀποστόλων καὶ τῶν ἁγίων προφητῶν τῶν ὑπ' αὐτοῦ ἀπεσταλμένων. καὶ γὰρ περὶ τούτου προεφήτευσε φήσας κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον «ἠλί, ἠλί, λημᾶ † σαβαχθανί»· ὃ κατὰ ἀκολουθίαν ἐπλήρου ὁ κύριος ἐπὶ τοῦ σταυροῦ, τὰ εἰς αὐτὸν πεπροφητευμένα λέγων «ἠλί, ἠλί» Ἑβραϊκῇ τῇ λέξει, ὡς ἦν προγεγραμμένον, καὶ οὐκέτι Ἑβραϊκῇ, ἀλλὰ Συριακῇ διαλέκτῳ τὸ συζυγοῦν ῥῆμα ἀποτελῶν ἔλεγε «λημᾶ σαβαχθανί», ἵνα τῇ ἀρχῇ μὲν χρήσηται, ὡς ἦν περὶ αὐτοῦ γεγραμμένον, εἰς ἑτέραν δὲ γλῶσσαν τὸ λεῖπον τῷ ῥητῷ κατὰ τὴν διήγησιν μεταβάλλοι· καὶ αὐτὸ ποιῶν δι' ἀγαθὴν οἰκονομίαν, εἰς τὸ ὁμολογεῖν τὸ ῥητὸν περὶ αὐτοῦ εἰρῆσθαι ὑπὸ τοῦ προφήτου διὰ τοῦ «ἠλί, ἠλί» λέγειν, τὸ δὲ ὑπόλοιπον οὐκέτι Ἑβραϊκῇ λέξει, ἀλλὰ Συριακῇ, ὅπως καθέλοι τὸν τῦφον τῶν αὐχούντων τὴν Ἑβραΐδα καὶ καταξιώσῃ καὶ ἑτέρας γλώσσας εἰς πλήρωσιν τῶν περὶ αὐτοῦ ῥητῶν· ἔμελλε γὰρ ἤδη ἁπλοῦν τὴν αὐτοῦ γνῶσιν ἐπὶ πάντα τὰ ἔθνη καὶ οὐκ ἐπὶ τοὺς Ἑβραίους μόνον, ὡς ἔχει ἡ πᾶσα αὕτη ἀκολουθία ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ, ἀπὸ προσώπου τῆς ἐνσάρκου αὐτοῦ παρουσίας τὰ ἀνθρωποπαθῆ πάντα αὐτοῦ δηλοῦσα. αὐτὸς δὲ ἐλθὼν ἐπλήρου, ὡς καὶ πάντα ἔστιν ἀκόλουθα ἐν ὅλῳ τῷ ψαλμῷ εἰς τὴν τῆς ὑφηγήσεως ταύτης ἔνσαρκον παρουσίαν Χριστοῦ, τελειότατα τὸ διήγημα, ὥς φησι «καὶ ἐμερίσαντο τὰ ἱμάτιά μου», καὶ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με». καὶ ὅσα ἐστὶ τοιαῦτα λεγόμενα, ἃ οὐκ ἐνδέχεται πληροῦσθαι εἰς τὴν θεότητα, ἀλλ' ἐν σαρκί, τῆς θεότητος οἰκονομούσης τὰ πάντα ἐν ἀπαθείᾳ καὶ ἐν ἀληθείᾳ. 69. Ἀναπηδῶσι δὲ πάλιν, ὡς οἱ ἐμμανεῖς κύνες λύσσῃ τινὶ κατεχόμενοι, τὸν αὐτῶν δεσπότην διὰ τὴν λύσσαν ἀγνοοῦντες καὶ αὐτῷ πρῶτον 3.217 ἐπερχόμενοι, καὶ λέγουσι πάλιν, ὅταν ἀκούσωσι παρ' ἡμῶν, ὡς ἔστιν ἀληθές, ὡς τοῦ κυρίου λέγοντος ἐν τῷ εὐαγγελίῳ περὶ τῶν αὐτοῦ μαθητῶν «οὓς δέδωκάς μοι, πάτερ, ἐφύλαξα αὐτοὺς ἐν τῷ κόσμῳ», καὶ πάλιν «ποίησον αὐτοὺς ἵνα ὦσιν ἐν ἐμοί, ὡς κἀγὼ καὶ σὺ ἕν ἐσμεν», καὶ λέγουσιν «ὁρᾷς τὸ ὑπ' αὐτοῦ λεγόμενον, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ καὶ οἱ δύο ἕν ἐσμεν», ὅτι οὐ περὶ ἰσότητος λέγει, ἀλλὰ περὶ ὁμονοίας; πῶς γὰρ ἠδύναντο οἱ μαθηταὶ ἐν αὐτῷ εἶναι κατὰ ἰσότητα, ἀλλὰ κατὰ τὴν ὁμόνοιαν, καὶ εὐθὺς πάντη ἐλέγχει αὐτοὺς ἡ τοῦ θεοῦ ἀλήθεια, ὡς οὔτε οἱ μαθηταὶ ἠδύναντο τοῦτο πληροῦν οὔτε περὶ αὐτῶν τοῦτο ῥηθῆναι, εἰ μὴ ἐκοινώνησε τῆς αὐτῶν σαρκὸς ἐλθὼν ὁ λόγος καὶ συνάψας αὐτοὺς ἐν αὐτῷ εἰς υἱοθεσίαν. διὰ τοῦτο γὰρ καὶ πάντη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν «πλησίον» καλεῖ, προσφωνῶν αὐτῇ διὰ τῆς ἁγίας αὐτοῦ φωνῆς τῆς ἀνεγερτικῆς καὶ προτρεπτικῆς λέγων ὅτι «ἀνάστα, ἐλθέ, πλησίον μου, καλή μου, περιστερά μου». καὶ ὁρᾷς ὡς «πλησίον» αὐτὴν καλεῖ; οὐκ ἠδύνατο δὲ ἡ ἐκκλησία «πλησίον Χριστοῦ» καλεῖσθαι, εἰ μὴ ἄνωθεν ἦλθε καὶ ἐπλησίασεν αὐτῇ, δι' ἧς ἔλαβε σαρκὸς ὁμοιοπαθοῦς, ἵνα τὴν πλησιάσασαν αὐτῷ ἀνθρωπότητα, συναγαγὼν τοὺς ἐν ὑπακοῇ γενομένους πλησίον ἑαυτῷ, καλέσῃ τὴν ἁγίαν καὶ ἄσπιλον νύμφην. καὶ διὰ τοῦτο ἐνταῦθα τὸν πατέρα αἰτεῖ ὁ λόγος, ὁ κύριος ἡμῶν ὁ μονογενής, περὶ τῶν μαθητῶν, ἵνα ὦσιν ἐν ἑαυτῷ, ἵνα τὴν συγγένειαν τὴν εἰς αὐτὸν διὰ τῆς σαρκὸς γενομένην εὐδοκίᾳ πατρὸς ἁγιασθέντων τῶν μαθητῶν εἰς ἑνότητα εὐδοκίας καὶ υἱοθεσίας συνάψῃ, ἵνα ἔχωσιν ἐν τῷ πρωτοτόκῳ τοῦ πατρὸς «τὴν ἀπογραφὴν τῶν πρωτοτόκων ἐν οὐρανῷ». καὶ ἵνα μή τινες νομίσωσι τὸν υἱὸν ἀπαλλοτριοῦσθαι τῆς τοῦ πατρὸς δόξης διὰ τὸ πεφορηκέναι σάρκα, ἐπασφαλιζόμενος