444
τὴν πίστιν καὶ τὴν τῆς ἀληθείας αὐτοῦ γνῶσιν, ὅπως μὴ ἐν ὑπονοίᾳ τινὶ γένηταί τις τῶν αὐτοῦ δούλων καὶ τῆς ἐλπίδος ἐκπέσοι ὁ τοιοῦτος, φησίν, «ἵνα ὦσιν ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἓν ὦσιν. ἐγὼ μὲν γὰρ καὶ σὺ ἕν ἐσμεν», διὰ τὸ θεὸν ἐκ θεοῦ καὶ ὁμοούσιον ἐν θεότητι αὐτὸν εἶναι. καὶ τὸ «ἕν ἐσμεν» οὐχ ἑνικὸν σημαίνει. οὐκ εἶπε γὰρ ὅτι ἐγὼ εἷς εἰμι, ἀλλ' ἐγὼ καὶ σύ· καὶ τὸ «ἕν ἐσμεν», ἵνα ἐλέγξῃ Σαβέλλιον καὶ τὴν αὐτοῦ σχολήν, τὸν νομίζοντα τὸν υἱὸν καὶ τὸν πατέρα συναλοιφὴν εἶναι καὶ τὸν πατέρα 3.218 πρὸς τὸ ἅγιον πνεῦμα ὡσαύτως. διὰ τοῦτο γὰρ λέγει, ἕν ἐσμεν, καὶ οὐκ εἶπεν, εἷς εἰμι. δύο μὲν γὰρ τέλεια, πατὴρ καὶ υἱός, ἓν δὲ διὰ τὴν ἰσότητα, διὰ τὴν μίαν θεότητα καὶ μίαν δύναμιν καὶ μίαν ὁμοιότητα. ἐν τῇ οὖν θεότητι πατὴρ καὶ υἱὸς ἕν, ἐν τῇ ἀνθρωπήσει υἱὸς καὶ οἱ μαθηταὶ ἕν, προσαγομένων τῶν διὰ τὴν καταξίωσιν τῆς κλήσεως τῶν μαθητῶν ἐπὶ τὸ ἀνεκδιήγητον τῆς αὐτοῦ φιλανθρωπίας, εἰς μίαν ἑνότητα υἱοθεσίας, διὰ τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εὐδοκίαν. καὶ πάλιν ἐλήλεγκται ἡ πλάνη τῶν ματαίως περὶ τοῦ ἰδίου αὐτῶν δεσπότου κακῶς φρονούντων. 70. Παρελθὼν δὲ καὶ ταύτην τὴν λέξιν τὰς ἑξῆς διασκοπήσω. προπηδῶσι δέ τινας λέξεις ἑαυτοῖς ἐφευρίσκοντες οἱ σοφισταί, περὶ συλλογισμοὺς ἐσχολακότες καὶ λογισμοὺς ματαιοφροσύνης, ἄνθρωποι ὄντες τὸν θεὸν συλλογίσασθαι πειρώμενοι, ὡς καὶ ὁ προφήτης αὐτοὺς ἐλέγχει φάσκων «εἰ πτερνιεῖ τις θεόν, ὅτι ὑμεῖς πτερνίζετέ με;» τί γὰρ πάλιν φασὶν οἱ γεννάδαι; ὡς καὶ τὴν ἄλλην λέξιν ἄνω ἑρμηνευθεῖσαν ἐτάξαμεν, ὑπ' αὐτῶν δὲ ἡμῖν πρὸς πεῦσιν ἐκτεινομένην, τὸ «θέλων ἐγέννησε τὸν υἱὸν ἢ μὴ θέλων», ὡς ἐν θεῷ ἐδείξαμεν ὅτι οὐδέν τι μελλητικὸν τυγχάνει αὐτῷ, ἀλλ' ἅμα πάντα ἐν αὐτῷ ἐστι τέλεια καὶ οὐ πρῶτον βούλεται πρὶν ἢ ποιῆσαι οὐδὲ ποιεῖ ἄνευ βουλεύματος καὶ οὐ βουλεύεται, ἵνα τι ἑτοιμάσῃ, οὐδὲ ἡ ἑτοιμασία αὐτοῦ βουλῆς ἐπιδέεται· ὥστε παρ' αὐτῷ τὸ γέννημα ἀεὶ γεγέννηται καὶ μὴ ἐν χρόνῳ ἀρξάμενον, ἀλλ' ἀεὶ σὺν πατρὶ γεγεννημένον ὑπάρχει καὶ οὐδέποτε διαλείπει, ὡς καὶ ἐνταῦθα πάλιν δευτερώσας τὴν λέξιν πάλιν τίθημι, ὅτι οὔτε θέλων ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλὰ ἐν τῇ ὑπὲρ βουλὴν φύσει· φύσεως γάρ ἐστιν γέννημα ὁ υἱὸς ὑπὲρ βουλὴν καὶ πᾶσαν ἔννοιαν καὶ ὑπόνοιαν. 71. Ὁμοίαν δὲ ταύτῃ λέξει, ὡς ἔφην, ἄλλην ἡμῖν ἐφευρίσκουσιν οἱ νέοι Ἀριστοτελικοί. ἐκείνου γὰρ ἀπεμάξαντο τὴν ἰοβολίαν καὶ κατέλιπον τοῦ ἁγίου πνεύματος τὸ ἄκακον καὶ τὸ πρᾶον, ὡς λέγει ὁ κύριος «μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ταῖς ψυχαῖς ὑμῶν ἀνάπαυσιν». οὗτοι δὲ τὴν πραότητα καταλελοιπότες δεινότητι μᾶλλον ἑαυτοὺς ἐκδεδώκασιν, ἐνδυσάμενοι Ἀριστοτέλην τε καὶ τοὺς ἄλλους τοῦ κόσμου διαλεκτικούς, ὧν καὶ τοὺς καρποὺς μετίασι, μηδένα καρπὸν δικαιοσύνης εἰδότες μηδὲ πνεύματος καταξιωθέντες 3.219 δωρεὰν ἔχειν ἐν ἑαυτοῖς, οἱ φιλόνεικοι. λέγουσι γοῦν πρὸς ἡμᾶς, ὅταν εἴπωμεν αὐτοῖς ὅτι ὁ ὢν υἱὸς πρὸς τὸν ὄντα πατέρα ἦν ἐπειδὴ γὰρ τῷ Μωυσῇ εἶπεν ὁ πατὴρ ὅτι «ἐρεῖς πρὸς αὐτούς· ὁ ὢν ἀπέσταλκέ με», καὶ πάλιν τὸ εὐαγγέλιον περὶ τοῦ υἱοῦ φάσκει ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἐὰν εἴπωμεν ὅτι ὁ ὢν ἦν πρὸς τὸν ὄντα, λέγουσι πρὸς ἡμᾶς· τὸ ὂν τοίνυν ἐγεννήθη ἢ τὸ μὴ ὂν ἐγεννήθη; εἰ γὰρ ἦν, πῶς ἐγεννήθη; εἰ δὲ ἐγεννήθη, πῶς ἦν; καὶ ἔστι τοῦτο τῆς αὐτῆς ματαιοφροσύνης τῆς περὶ ζητήσεις ἀσχολουμένης καὶ τὰ μετέωρα ἐμβατευούσης καὶ τὰ ἄνω «περιεργαζομένης καὶ μηδὲν ἀγαθὸν ἐργαζομένης». ἐροῦμεν γὰρ πρὸς αὐτούς· πόθεν ὑμῖν ἡ ὑπόνοια αὕτη τοῦ ταῦτα διανοηθῆναι; ἐὰν δὲ εἴπωσιν ὅτι οὕτως ἀπαιτεῖ τὸ φρόνημα ἐξετάζειν, λέγομεν καὶ αὐτοί· οὐκοῦν λέγετε ἡμῖν, ὦ οὗτοι, τὰ ἑαυτῶν λογίζεσθε ἢ τὰ τοῦ θεοῦ; εἶτά φασιν· ἀφ' ἑαυτῶν, ὡς λογικοί, τὰ τοῦ θεοῦ λογιζόμεθα. οὐδὲν οὖν διαλλάττει θεὸς τῆς ὑμῶν ἕξεως, φύσεώς τε καὶ οὐσίας; ναί, φασίν. εἰ τοίνυν διαλλάττει φύσις θεοῦ παρὰ τὴν