445
ὑμῶν φύσιν, πρῶτα μὲν οὐ δύναται ἡ ὑμῶν φύσις περὶ θεοῦ καταλαμβάνειν τὰ ἀκατάληπτα· δεύτερον δὲ ὅτι ἀσεβές ἐστι θεὸν ἀφ' ὑμῶν ἀπεικάζεσθαι κατὰ τὴν ὑμῶν οὐσίαν. ἐν ἡμῖν γὰρ τὸ μὴ ὂν γεννᾶται, ἐπειδὴ αὐτοὶ οὐκ ἦμέν ποτε, γεγεννήμεθα δὲ ἀπὸ τῶν ἡμῶν πατέρων, τῶν καὶ αὐτῶν ποτε μὴ ὑπαρχόντων, καὶ ἐξ ὑπαρχῆς ἄχρι τοῦ Ἀδὰμ διαληπτέον. Ἀδὰμ δὲ ἀπὸ τῆς γῆς ἐγένετο, οὐκ ὢν ποτέ, ἡ δὲ γῆ ἐγένετο ἐξ οὐκ ὄντων, ὅτι οὐκ ἦν ἀεί· θεὸς δὲ πατὴρ ἦν ἀεί. καὶ ὁποῖος ἦν τῇ φύσει, τοιοῦτον ἐγέννησε τὸν υἱόν. ἐγέννησε δὲ αὐτὸν ἀεὶ ὄντα, οὐ συνάδελφον, ἀλλ' ἐξ αὐτοῦ γεγεννημένον, ὅμοιον αὐτῷ κατὰ φύσιν, κύριον ἐκ κυρίου, θεὸν ἐκ θεοῦ, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ. καὶ ὁποῖα λογίζεταί τις περὶ πατρός, οὕτω καὶ περὶ υἱοῦ λογιστέον· ὁποῖα πιστεύει περὶ τοῦ υἱοῦ, οὕτω καὶ εἰς τὸν πατέρα ἡγητέον. οὕτω γάρ φησιν «ὁ μὴ πιστεύων εἰς τὸν υἱὸν ὡς πιστεύει εἰς τὸν πατέρα, καὶ τιμᾷ τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μενεῖ ἐπ' αὐτόν», ὡς ἔχει τὸ θεῖον εὐαγγέλιον. καὶ διέπεσε πάλιν ἡ αὐτῶν συλλογιστικὴ διάνοια. θεὸς γὰρ ἀκατάληπτος ὢν θεὸν ἀκατάληπτον ἐγέννησε πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ χρόνων, καὶ οὐκ ἔστι διάστημα ἀνὰ μέσον υἱοῦ καὶ πατρός, ἀλλ' ἅμα νοεῖς πατέρα, ἅμα νοεῖς υἱόν, ἅμα ὀνομάζεις υἱόν, ἅμα δεικνύεις πατέρα. ἀπὸ γὰρ τοῦ πατρὸς υἱὸς νοεῖται καὶ ἀπὸ υἱοῦ πατὴρ γινώσκεται. πόθεν γὰρ υἱός, εἰ μὴ πατέρα ἔχει; καὶ πόθεν πατήρ, 3.220 εἰ μὴ ἐγέννησε τὸν μονογενῆ; πότε γὰρ δύναται μὴ καλεῖσθαι πατὴρ πατὴρ ἢ υἱὸς υἱός, ἵνα τινὲς νοήσωσι πατέρα ἄνευ υἱοῦ καὶ ὕστερον ὡς εἰς προκοπὴν ἐληλυθότα καὶ γεγεννηκότα τὸν υἱόν, ἵνα μετὰ τὸ γέννημα κληθῇ πατὴρ υἱοῦ ὁ πατήρ, προκόπτων ἐν τῇ θεότητι ὁ τέλειος καὶ μηδέποτε ἐπιδεόμενος τελειώσεως; 72. Πάλιν δὲ προφασίζονται τὸ ἰατικὸν τοῦτο φάρμακον καὶ σωτηριῶδες ἀντίδοτον ἀφ' ἑαυτῶν ἀποβάλλεσθαι βουλόμενοι, τὸ στερέμνιον τῆς πίστεως τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, λέγοντες· πόθεν τὸ τῆς οὐσίας ὄνομα ἡμῖν φέρεται; διὰ τί ὁμοούσιος ὁ υἱὸς τῷ πατρὶ λέγεται; ποία γραφὴ εἶπε περὶ ὁμοουσιότητος; ποῖος τῶν ἀποστόλων οὐσίαν εἶπε θεοῦ; οὐκ ἴσασι δὲ ὅτι καὶ ὑπόστασις καὶ οὐσία ταὐτόν ἐστι τῷ λόγῳ. * ἔστι γὰρ κύριος ἐν τῇ ὑποστάσει αὐτοῦ, καὶ τὸ «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». οὐσία οὖν ἐστιν· οὐχὶ περιουσία, ἀλλὰ αὐτὸ τοῦτο ὄν, ὥς φησι Μωυσῆς «ὁ ὢν ἀπέσταλκέ με» εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ. ὁ ὢν οὖν ἐστι τὸ ὄν, τὸ δὲ ὂν ἡ οὖσα οὐσία τυγχάνει. τὸ δὲ ὁμοούσιον οὐχ ἕνα πάλιν σημαίνει, ἀλλ' ἀπὸ τοῦ ὁμο δύο σημαίνει τέλεια· ἀλλ' οὐκ ἀλλοῖα ἀλλήλων ἐστὶν οὐδὲ ἀλλότρια τῆς αὐτῶν ἑνότητος. εἰ δὲ ἐχρησάμεθα εὐσεβείας χάριν τινὶ λέξει μὴ γεγραμμένῃ διὰ τὸν σύνδεσμον τῆς ἀληθείας ἄνευ γὰρ τοῦ ὁμολογεῖν ὁμοούσιον πάντως αἱρέσεων οὐ δύναται εἶναι ἔλεγχος. ὥσπερ γὰρ μισεῖ ὁ ὄφις τὴν ὀσμὴν τῆς ἀσφάλτου καὶ τὴν πνοὴν τῆς ἐλάφου καὶ τὸ θυμίαμα τοῦ γαγάτου λίθου καὶ τὸ κάπνισμα τοῦ στύρακος, οὕτω καὶ Ἄρειος καὶ Σαβέλλιος μισεῖ τὸν λόγον τῆς ἐν ἀληθείᾳ ὁμολογίας τοῦ ὁμοουσίου, ἀλλὰ καὶ αὐτοῖς ἐροῦμεν· εἰ καὶ μὴ ἦν ἡ λέξις ἐν ταῖς θείαις γραφαῖς, ἔστι δὲ καὶ σαφῶς ἔγκειται ἐν νόμῳ καὶ παρὰ ἀποστόλοις καὶ τοῖς προφήταις· «ἐκ γὰρ δύο μαρτύρων ἢ τριῶν σταθήσεται πᾶν ῥῆμα», ὅμως ἐξὸν ἦν ἡμῖν δι' εὐσέβειαν χρήσασθαι λέξει χρησίμῃ, ἐπασφαλιζομένοις τὴν ἁγίαν πίστιν. ὑμεῖς δὲ τί φατε; λέγετε γὰρ ἡμῖν, ὦ οὗτοι· τί λέγετε περὶ τοῦ πατρός; ἄκτιστος ὁ πατήρ; πάντως ὅτι ναί. τίς γὰρ οὕτως ἠλίθιος ἵνα ἀμφιβάλλοι περὶ τούτου; ποῖος δὲ ἐμβρόντητος λογίσασθαι μὴ εἶναι ἄκτιστον τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; πάντως γὰρ καὶ αὐτοὶ ὁμολογεῖτε 3.221 ὅτι ἀγέννητος καὶ ἄκτιστος καὶ ἀγένητος. οὐ γὰρ ἔχει πρὸ αὐτοῦ πατέρα, οὐδὲ ὁρισμὸν ἐτῶν οὐδὲ «ἀρχὴν ἡμερῶν» κατὰ τὸ γεγραμμένον. εἰ τοίνυν οὔτε ἀρχὴ χρόνου αὐτῷ οὔτε τέλος, ὡμολόγηται ὅτι ἄκτιστος καὶ ἀναμφίβολόν ἐστιν· οὐδαμοῦ δὲ περὶ αὐτοῦ τοῦτο γέγραπται. εὐσεβείας δὲ χάριν