447
ἐπεὶ πῶς πληρωθήσεται τὸ ῥηθὲν ὑπὸ τοῦ ἀγγέλου τὸ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;» ἐπειδήπερ ἔλεγεν αὐτῇ «τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν», ἵνα δείξῃ ἄνωθεν τὸν θεὸν λόγον κατεληλυθότα καὶ ἐν μήτρᾳ τῆς αὐτῆς παρθένου σαρκωθέντα καὶ τελείως ἐνανθρωπήσαντα καὶ ἵνα μὴ διορίσῃ 3.223 τὴν ἔνσαρκον τελείωσιν ἀπὸ τῆς ἐνθέου τελειώσεως, μετὰ προσθήκης τοῦ «καὶ» ἔλεγεν αὐτῇ «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». εἶτα «δώσει αὐτῷ, φησίν, ὁ θεὸς τὸν θρόνον ∆αυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». ἀντιδιαστελλομένων τοίνυν τούτων θατέρου πρὸς θάτερον, ὅτι «δεῖ αὐτὸν βασιλεύειν ἄχρις οὗ» καὶ «βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας», καὶ οὐκ εἶπεν εἰς τὸν αἰῶνα μόνον, ἀλλ' εἰς τοὺς αἰῶνας, καὶ πάλιν τοῦ «ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί», ἀντιπαρατιθεμένου τῷ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος», ἀμφοτέρων δὲ τὰ τοιαῦτα περὶ κυρίου καὶ Χριστοῦ φησάντων ἀξιοπίστων τε ἁπάντων ὄντων, τοῦ μὲν ἀγγέλου Γαβριὴλ ἁγίου ὄντος, τοῦ δὲ ἁγίου ἀποστόλου πνευματοφόρου ὄντος, τί ἂν φαίησαν οἱ τῆς ζωτικῆς πραγματείας ἄγνωστοι; μὴ ἄρα ἀντίζετος εἴη ἡ γραφὴ πρὸς ἑαυτὴν τὰ πάντα ἀεὶ ἀληθεύουσα; μὴ γένοιτο. ἀλλ' ὡς ἀπ' ἀρχῆς εἴπομεν, διὰ τὸ προσληπτικὸν τῆς ἐνανθρωπήσεως τὰ πάντα ἔχει τῆς εὐλόγου ἀκολουθίας. εἰ γὰρ παραδίδωσι τὸ βασίλειον χρόνῳ, ἄρα νῦν οὐδὲ βασιλεύει· εἰ δὲ οὔπω βασιλεύει, πῶς εὑρίσκεται προσκυνούμενος ἀεὶ ὑπὸ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων πρὸ τῆς ἐνσάρκου παρουσίας καὶ ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, ὡς ἡ γραφὴ λέγει περὶ αὐτοῦ ὅτι «ὅταν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγουσα, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ», καὶ πάλιν «ἐκάθισεν ἐν δεξιᾷ τοῦ παρτός», καὶ πάλιν «αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων». ἄρα οὖν βασιλεύει ἀεὶ ὁ ὑπὸ πάντων προσκυνούμενος. τί οὖν εἴπωμεν, τοῦ υἱοῦ ἀεὶ βασιλεύοντος ἀπὸ τῶν ἀνέκαθεν καὶ νῦν καὶ εἰς τὸ ἑξῆς, ἐπεὶ μηδέπω παρέδωκε τὴν βασιλείαν τῷ πατρί; ἆρα ἐκτός ἐστι τοῦ βασιλεύειν ὁ πατήρ; μὴ γένοιτο. ἔστι γὰρ ἅμα πατρὶ βασιλεύων, καὶ πατὴρ ἅμα υἱῷ καὶ ἁγίῳ πνεύματι. ἀλλὰ τί λέγουσιν; «ὅταν παραδῷ τὸ βασίλειον τῷ θεῷ καὶ πατρὶ» παύεται αὐτὸς τοῦ βασιλεύειν; μὴ γένοιτο. ἐπεὶ πῶς πληροῦται τὸ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος;» ἀλλ' ἵνα δείξῃ ὅτι οὐδὲν ἐν τῷ υἱῷ πεπλήρωται οὔτε πληροῦται ἀφηνιάζον καὶ ἰδιάζον τῆς τοῦ πατρὸς ἑνώσεως, καὶ τοῦ ἑνὸς θελήματος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ὁρῶμεν γὰρ καὶ ἐνταῦθα ὡς περὶ αὐτοῦ 3.224 τοῦ υἱοῦ εἴρηται ὅτι «ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν», ὡς αὐτοῦ τοῦ υἱοῦ παραδιδόντος τὴν βασιλείαν καὶ καταργοῦντος πᾶσαν ἀρχὴν καὶ τὰ ἑξῆς, καὶ τὸ «δεῖ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ», ὡς τοῦ υἱοῦ τὰ πάντα ποιοῦντος καὶ αὐθεντοῦντος καὶ ἐξουσιάζοντος καὶ τῷ πατρὶ παραδιδόντος σὺν τῇ βασιλείᾳ τοὺς ὑποτασσομένους. 76. Εἶτα λοιπὸν μεταβαίνει εἰς πρόσωπον ἕτερον πάλιν τοῦ πατρός, ὑποτάσσοντος πάντα τῷ υἱῷ, καί φησι «πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». οὐκέτι δὲ ἀπὸ προσώπου πατρὸς μόνον, οὐδὲ ἀπὸ προσώπου υἱοῦ μόνον, ἀλλὰ μεσαίτατα τῶν προσώπων πατρὸς καὶ υἱοῦ φησιν «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ, ὅτι πάντα αὐτῷ ὑποτέτακται» καὶ τὰ ἑξῆς. ἤθελον οὖν ἐρωτῆσαι τοὺς αὐτούς, ἀπὸ προσώπου τίνος τὸ «εἴπῃ» λέγει. τὸ γὰρ βάθος τῶν μυστηρίων τοῦ θεοῦ πνευματικῶς τοὺς σαρκικοὺς κρίνει. «ὁ γὰρ σαρκικὸς οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν». ἐνταῦθα γὰρ τὸ «ὅταν εἴπῃ ὅτι πάντα αὐτῷ ὑποτέτακται», εἰ μὲν ὁ πατὴρ λέγει πρὸς τὸν υἱόν, ἐλλιπὴς ἡ πραγματεία· ὑπέταξε