450
«ἔγκειται ἡ ἔννοια τοῦ ἀνθρώπου ἐπὶ τὰ 3.228 πονηρὰ ἐκ νεότητος ἐπιμελῶς». διὰ τοῦτο εἷς εὐαγγελιστὴς τῇ ὀγδόῃ ἡμέρᾳ εἶπεν. ἦν γὰρ μέρος τι τῆς ἡμέρας ὑπολειπόμενον, ὅτε τὸν λόγον ἔφη, καὶ συνηρίθμησεν ἀπ' ἐκείνης τῆς ἡμέρας καὶ τῆς ὥρας, εἰ ἦν ἡ ἡμέρα κεκλικυῖα περὶ ἐνάτην ὥραν ἢ δεκάτην· καὶ πάλιν ἐν τῇ ὀγδόῃ ἡμέρᾳ περὶ τὴν τρίτην ἢ τετάρτην ὥραν τοῦ πράγματος γεγονότος, ὀγδόη αὕτη ἐκαλεῖτο. ὁ δὲ ἄλλος εὐαγγελιστὴς ἀσφαλίζεται καὶ λέγει μετὰ ἓξ ἡμέρας. οὐκ ἠρίθμησε γὰρ ἐν ᾗ τὸν λόγον ἔφη τοῖς μαθηταῖς οὐδὲ ἐν ᾗ τὸ ἔργον ἐπετέλεσεν, ἀλλὰ τὰς μέσον ἓξ πληρεστάτας ἡμέρας. 80. Ὧδε δὲ περὶ τὸν λόγον γενόμενος τὴν φράσιν ὑποδείξω, ὅπως «παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνήνεγκεν αὐτοὺς εἰς τὸ ὄρος καὶ μετεμορφώθη καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος», τὸ ἐν σαρκὶ πρόσωπον συνὸν ἐν τῇ θεότητι, «καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς χιών», δηλονότι ἡ σὰρξ ἡ ἀπὸ Μαρίας οὖσα καὶ ἐκ τοῦ ἡμετέρου γένους τυγχάνουσα· καὶ μετεμορφοῦτο εἰς δόξαν, δόξαν ἐπικτωμένη τῆς θεότητος, τὴν τιμήν τε καὶ τελειότητα καὶ δόξαν τὴν ἐπουράνιον, ἣν μὴ εἶχεν ἡ σὰρξ ἀπ' ἀρχῆς, ἐνταῦθα δὲ ἦν λαβοῦσα ἐν τῇ συνενώσει τοῦ θεοῦ λόγου. οὕτω καὶ τὰ προειρημένα νόει, ὅτι «τὴν πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ» ὅτι ἔδωκεν αὐτῷ ἐξουσίαν, «ἵνα ὃν θέλει ζωογονήσῃ», ἵνα τὴν μὲν πρώτην ἀρχὴν δείξῃ τὴν ἕνωσιν τῆς μιᾶς θεότητος καὶ τὸ ἓν θέλημα, ἐπὶ τὸν πατέρα φέρων τὰ ὅλα τῆς ἀγαθωσύνης καὶ ἐπὶ τὴν μίαν ἀρχὴν καὶ θεότητα, τῶν τριῶν οὐσῶν τελείων ὑποστάσεων, μιᾶς δὲ θεότητος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ τῆς ἐνσάρκου πάλιν παρουσίας προσλαμβανούσης μετὰ τῆς θεότητος τὴν ἀπὸ πατρὸς καὶ υἱοῦ κεχαρισμένην αὐτῇ τοῦ ἀξιώματος δωρεάν τε καὶ ἐξουσίαν καὶ τελειότητα, καὶ εἰς μίαν θεότητος πνευματικὴν συνένωσιν συνηνωμένης. 81. Καὶ μάλα μόλις διεδράσαμεν τὸ δυσθαλάττιον τοῦτο χωρίον καὶ τὴν πᾶσαν ταύτην θηριοβολίαν, ἄγριά τε κυμάτων κυρτώματα, ἀφρισμοὺς δὲ καὶ σάλους δεινούς, βέλη τε ἐναντίων καὶ θυρεοὺς κατακαύσαντες κατὰ τὸν ὀρθὸν λογισμὸν ἐν διανοίᾳ, τόξα τε τῶν δι' ἐναντίας κατακλάσαντες, * ἐπὶ τὸ ἑρπετὸν τοῦτο τὸ πολυκέφαλον ὕδρας ἄμορφον κατάστημα, λαβόντες ἐκ θεοῦ τὴν δύναμιν καὶ τὴν χάριν οἱ ἀνίκανοι, ὥστε ἐν θεῷ ἰσχύσαντας τὴν ἐπινίκιον ᾄδειν φωνὴν 3.229 τὴν λέγουσαν· «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν», καὶ συντρίψαντες τὴν κεφαλὴν τοῦ δράκοντος ἐπάνω τοῦ ὕδατος τοῦ «ἡσύχως πορευομένου», οὗ οὐκ ἠθέλησαν τὴν μετοχὴν ἔχειν οἱ νέοι μετὰ Ἰουδαίων κληρονομίαν κεκτημένοι, πρὸς οὓς ἀποτεινόμενος ὁ προφήτης ἔλεγε «διὰ τὸ μὴ θέλειν ὑμᾶς ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν ὑμᾶς τὸν Ῥαασσὼν τὸν βασιλέα καὶ τὸν Ταβεὴλ υἱὸν Ῥομελίου, ἰδοὺ ἐπάγει κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρόν, τὸν βασιλέα τῶν Ἀσσυρίων» καὶ τὰ ἑξῆς. ἡμεῖς δὲ λαβόντες ἐν κυρίῳ τὴν βοήθειαν καὶ τὸ ἀπὸ ἀληθινῆς σαρκὸς «πτύσμα ἐπὶ τῆς γῆς βεβλημένον» καὶ τὸ μετὰ τοῦ πτύσματος «φύραμα τοῦ πηλοῦ ἐν τοῖς ὀφθαλμοῖς» ἡμῶν κεχαραγμένον, ἵνα οἵ ποτε ἐν ἀγνοίᾳ νῦν τὴν ἀλήθειαν γνῶμεν, ἀπελθόντες καὶ νιψάμενοι ἐν τῷ Σιλωάμ, τῷ ἀπεσταλμένῳ ἑρμηνευομένῳ, τουτέστιν ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ καὶ ἐν θεότητι τελειότητος, καὶ λοιπὸν ἑωρακότες οὐκέτι ἀρνούμεθα τὸν κύριον, εἰ καὶ ἀποσυναγώγους ἡμᾶς ποιήσωσιν οἱ τῆς Ἀρείου φατρίας καὶ Ἰουδαίων διάδοχοι· ἔθεντο γὰρ καὶ οὗτοι, καθάπερ κἀκεῖνοι, πάντα τὸν ὁμολογοῦντα τὸν κύριον «ἀποσυνάγωγον αὐτῶν γενέσθαι», ἵνα δείξωσι τὸν ἀναβλέψαντα ἔλεγχον γεγονότα τῶν ἀβλεπτούντων. εἰ μὴ γὰρ ἦν ἡ συναγωγὴ αὐτῶν τυφλὴ ὅλη, οὐκ ἂν οὗ ἠνοίχθησαν οἱ ὀφθαλμοὶ ἀποσύνακτον ἐποίουν. εὐχαριστήσωμεν τοίνυν τῷ κυρίῳ, ὅτι καὶ ἀνεβλέψαμεν καὶ ὁμολογοῦμεν τὸν κύριον καὶ ἐθεραπεύσαμεν τὰ σίνη, ἐὰν καὶ τὸ ἔργον