451
τῶν ἐντολῶν αὐτοῦ πράξωμεν, καὶ κατεπατήσαμεν τὸν ὄφιν καὶ συνετρίψαμεν τὴν κεφαλὴν τοῦ δράκοντος ἐν τῇ τοῦ θεοῦ δυνάμει· ᾧ ἡ δόξα, τιμή, κράτος πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρί, σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Καταλείψαντες δὲ τὴν νενεκρωμένην ταύτην ὕδραν, τὴν ἑπτακέφαλον καὶ πολύσχιδον, ἐπὶ τὰς ἑξῆς συνήθως προέλθωμεν, ἀγαπητοί, θεὸν τὸν ἀεὶ βοηθὸν ἐπικαλούμενοι τὴν αὐτὴν ἡμῶν ποιήσασθαι ἐπιμέλειαν καὶ τῶν βουλομένων τούτῳ τῷ πονήματι ἐντυγχάνειν, εἰς ἴασιν τῶν δεδηγμένων καὶ εἰς διόρθωσιν τῶν μὴ ἐν κακοῖς ἤδη ἐξετασθέντων. 3.232 Περὶ τοῦ σχίσματος τῶν Αὐδιανῶν ˉν, τῆς δὲ ἀκολουθίας ˉο. 1. Αὐδιανοὶ εἴτ' οὖν Ὠδιανοὶ τάγμα εἰσίν *. οὗτοι δὲ ἐν μοναστηρίοις τὴν κατοίκησιν κέκτηνται ἀναχωροῦντες, τάγμα ὄντες ἐν ἐρημίαις τε καὶ πλησιαίτερον πόλεων ἐν προαστείοις τε καὶ ὅπου τὰς ἑαυτῶν μονὰς 3.233 ἤτοι μάνδρας ἔχουσιν. οὗτος ὁ Αὔδιος τούτων ἀρχηγὸς γεγένηται ἐν χρόνοις Ἀρείου, ὁπηνίκα συνεκροτήθη κατὰ Ἀρείου ἡ σύνοδος τῶν αὐτὸν καθελόντων. ἦν δὲ ὁ ἀνὴρ ἀπὸ τῆς Μέσης τῶν ποταμῶν ὁρμώμενος, διαφανής τις κατὰ τὴν ἑαυτοῦ πατρίδα διὰ τὸ ἀκραιφνὲς τοῦ βίου καὶ κατὰ θεὸν ζήλου καὶ πίστεως· ὃς πολλάκις θεώμενος τὰ ἐν ταῖς ἐκκλησίαις γενόμενα εἰς πρόσωπον ἐπισκόπων τε καὶ πρεσβυτέρων ἐλεγκτικῶς ἀντετίθει τοῖς τοιούτοις λέγων· οὐ χρὴ ταῦτα οὕτως γενέσθαι, οὐκ ὀφείλει ταῦτα οὕτως πράττεσθαι, ὡς ἀνὴρ ἀληθεύων καὶ ὁποῖα φιλεῖ ὑπὸ τῶν φιλαλήθως ἐλευθεροστομούντων ἀνδρῶν γενέσθαι, μάλιστα τῶν τὸν βίον ἀκρότατα βιούντων. διὸ τοιαῦτα ὁρῶν ὡς προεῖπον ἐν ταῖς ἐκκλησίαις λαλεῖν ἠναγκάζετο πρὸς ἔλεγχον, καὶ οὐκ ἐσιώπα. εἴ τινα γὰρ εἶδε τῶν φιλοχρηματούντων τοῦ κλήρου, ἢ ἐπίσκοπον ἢ πρεσβύτερον ἢ ἕτερόν τινα τοῦ κανόνος, πάντως ἐφθέγγετο. καὶ εἰ ἑώρα τινὰ ἐν τρυφῇ καὶ σπατάλῃ βιοῦντα ἤ τινα παραχαράττοντα τὰ ἐν τῷ ἐκκλησιαστικῷ κηρύγματι καὶ θεσμῷ τῆς ἐκκλησίας, μὴ φέρων ὁ ἀνὴρ προεβάλλετο ὡς ἔφην τὸν λόγον. καὶ ἦν τοῦτο τοῖς μὴ τὸν βίον δεδοκιμασμένον ἔχουσιν ἐπαχθές. ὑβρίζετο δὲ ἕνεκεν τούτου καὶ ἀντελέγετο, ἐμισεῖτο, ἔφερε κλυδωνιζόμενός τε καὶ ὠθούμενος καὶ ἀτιμαζόμενος, ἕως χρόνου ἱκανοῦ ἐν ταῖς ἐκκλησίαις συναγόμενος, ἕως ὅτε δεινῶς ἐνέγκαντές τινες ἐξεοῦσι τὸν ἄνδρα διὰ τὴν τοιαύτην αἰτίαν. ὁ δὲ οὐκ ἠνείχετο, ἀλλ' ἐβιάζετο μᾶλλον ἀλήθειαν μὲν λέγειν, μὴ ἀναχωρεῖν δὲ τοῦ συνδέσμου τῆς μιᾶς ἑνώσεως τῆς ἁγίας καθολικῆς ἐκκλησίας. ὡς δὲ ἐτύπτετο αὐτός τε καὶ οἱ ἅμα αὐτῷ πολλάκις τὰ δεινά τε ἔπασχε, βαρυστονήσας σύμβουλον λαμβάνει ἑαυτοῦ τὴν ἀνάγκην τῶν ὕβρεων. ἑαυτὸν γὰρ ἀφορίζει τῆς ἐκκλησίας, πολλοί τε ἅμα αὐτῷ ἀφηνιάζουσι, καὶ οὕτως τὴν διαίρεσιν εἰργάσατο, οὔ τι ἔχων παρηλλαγμένον τῆς πίστεως, ἀλλ' ὀρθότατα μὲν πιστεύων αὐτός τε καὶ οἱ ἅμα αὐτῷ· εἰ καὶ χρὴ τὰ μάλιστα λέγειν ἐν μικρῷ τινι αὐτὸν φιλονείκως φέρεσθαί τε καὶ τοὺς ἅμα αὐτῷ. 2. Μετὰ γὰρ τοῦ ὁμολογεῖν περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος θαυμαστῶς ὡς ἔχει ἡ καθολικὴ ἐκκλησία ὀρθοδοξότατά τε φυλάττειν τά τε ἄλλα πάντα τοῦ βίου εἶχε θαυμαστά· ταῖς γὰρ ἰδίαις χερσὶν 3.234 ἐργαζόμενος αὐτός τε καὶ οἱ ὑπ' αὐτὸν ἐπίσκοποί τε καὶ οἱ πρεσβύτεροι καὶ οἱ λοιποὶ πάντες διατρέφονται· ὕστερον δὲ μετὰ τὸ ἐξεωθῆναι τῆς ἐκκλησίας, ἀπὸ ἄλλου ἐπισκόπου τὰ αὐτὰ συζητοῦντος καὶ ἀναχωρήσαντος τῆς ἐκκλησίας χειροτονεῖται οὗτος ἐπίσκοπος. περὶ δὲ οὗ ἐπελαβόμην λέγειν ἐπειδήπερ ἐν παρεκβάσει γεγένημαι, αὖθις ἐπαναλαβὼν διέξειμι τὴν ὑφήγησιν, φημὶ δὲ περὶ τῆς ὡς ἐπὶ τὸ σκληρότατον καὶ ἰδιωτικὸν καὶ φιλόνεικον τῆς παρ' αὐτῷ ᾀδομένης λέξεως ἀπὸ τῆς θείας γραφῆς. τὸ γὰρ κατ' εἰκόνα οὗτος καὶ οἱ μετ' αὐτοῦ, ὅπερ ὁ θεὸς δεδώρηται τῷ Ἀδάμ, ἀποκρότως βούλεται ὁρίζειν, εἶναι τοῦτο πληρούμενον κατὰ τὸ σῶμα, ἀπὸ τοῦ δῆθεν λεγομένου ῥητοῦ τοῦ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν». καὶ εἶτα ἐπιφέρει