452
λέγων ὁ θεῖος λόγος ὅτι «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς». ἐπειδή, φησίν, εἶπεν ὅτι ἐποίησεν ἄνθρωπον ἀπὸ τῆς γῆς, ὅρα ὅτι ἀληθέστατα ὅλον τὸ χοϊκὸν εἶπεν ἄνθρωπον· ἄρα γε αὐτὸ τὸ χοϊκὸν προέλεγεν ἔσεσθαι κατ' εἰκόνα θεοῦ. καὶ ἔστι τοῦτο ἀπόκροτον, ὡς ἔφην, καὶ ἰδιωτικόν, τὸ ὁρίζεσθαι κατ' ἄνθρωπον ἐν ποίῳ μέρει τέτακται τοῦ ἀνθρώπου τὸ κατ' εἰκόνα εἰ χρὴ ὅλως μέρος λέγειν, διὰ τὰ πολλὰ τὰ ἀντιπίπτοντα τῇ τῶν ἀνθρώπων ἐννοίᾳ κατὰ τὸ ῥῆμα τοῦτο καὶ ἔχοντα ζητημάτων πληθύν. ἢ γὰρ ποιήσομεν τὸν θεὸν ὁρατόν τε καὶ σωματικόν, εἴπερ ἐν τῷ σώματι τὸ κατ' εἰκόνα πληροῦται σωματικῶς καὶ οὐκ ἐσχηματισμένως, ἢ ἄνθρωπον τῷ θεῷ ἐξισοῦμεν τοῦτο φάσκοντες. διὸ οὐ χρὴ πάντως ὁρίζειν ἢ διισχυρίζεσθαι ἐν ποίῳ μέρει τὸ κατ' εἰκόνα πληροῦται, ἀλλ' ὁμολογεῖν μὲν τὸ κατ' εἰκόνα εἶναι ἐν τῷ ἀνθρώπῳ, ἵνα μὴ τὴν χάριν τοῦ θεοῦ ἀθετήσωμεν καὶ ἀπιστήσωμεν θεῷ. ὅσα μὲν γὰρ λέγει ὁ θεός, ταῦτα ἀληθῆ τυγχάνει, εἰ καὶ ἐξέφυγε τὴν ἡμῶν ἔννοιαν ἐν ὀλίγοις λόγοις. ἀρνήσασθαι οὖν τοῦτο τὸ κατ' εἰκόνα οὐ πιστὸν οὔτε τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας. ἔστι γὰρ πᾶς ἄνθρωπος σαφῶς κατ' εἰκόνα, καὶ οὐδεὶς τῶν ἐχόντων εἰς θεὸν τὴν ἐλπίδα ἀρνήσεται, εἰ μὴ ἄν τινες ἑαυτοῖς μύθους πλάσσουσιν ἐκβαλλόμενοι τῆς ἐκκλησίας καὶ τῆς τῶν πατέρων ἐκ προφητῶν τε καὶ νόμου καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν παραδόσεως. 3.235 3. Ὥστε οὖν ἐκεῖνοι φιλονεικότερον ἐν τούτῳ διακείμενοι ἐκτὸς καὶ αὐτοὶ βαίνουσι τῆς κατὰ τὴν ἐκκλησιαστικὴν ὑπόθεσιν παραδόσεως, τῆς πιστευούσης κατ' εἰκόνα μὲν εἶναι πάντα ἄνθρωπον, μὴ ὁρίζειν δὲ ἐπιχειρούσης ἐν ποίῳ τέτακται τὸ κατ' εἰκόνα, μήτε ἐχόντων τῶν μυθωδῶς περὶ τούτων διαλαμβανόντων εἴτ' οὖν ἀρνουμένων δεῖξαι. οἱ μὲν γὰρ λέγουσιν ἐν τῇ ψυχῇ πληροῦσθαι τὸ κατ' εἰκόνα, νομίζοντες τὸ κατὰ τὴν σάρκα μόνον συλλογίσασθαι δύνασθαι, καὶ οὐκ ἴσασιν οἱ τοιοῦτοι ὅτι τὸ κατὰ ψυχὴν συλλογίζεται, εἰ χρὴ συλλογισμοῖς προσέχειν καὶ μὴ ἁπλῶς ἁπλῇ τῇ διανοίᾳ θεῷ προσιέναι καὶ πιστεύειν, ὅτι τὰ ὑπὸ θεοῦ εἰρημένα ἐστὶν ἀλήθεια, αὐτῷ δὲ μόνῳ ἐγνωσμένα τῷ τὴν πᾶσαν ἀλήθειαν εἰδότι. ἄλλοι δὲ λέγουσιν οὔτε ἐν ψυχῇ οὔτε ἐν σώματι, ἀλλὰ ἀρετὴν εἶναι τὸ κατ' εἰκόνα. ἕτεροι δὲ φάσκουσι μὴ εἶναι τὴν ἀρετήν, ἀλλὰ τὸ βάπτισμα καὶ τὸ χάρισμα τὸ ἐν τῷ βαπτίσματι, δῆθεν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου». ἄλλοι δὲ πάλιν τοῦτο οὐ βούλονται, ἀλλὰ θέλουσι λέγειν τότε μὲν εἶναι τὸ κατ' εἰκόνα ἐν τῷ Ἀδάμ, ἕως ὅτε ἐν παρακοῇ γέγονε καὶ βέβρωκεν ἀπὸ τοῦ ξύλου καὶ ἐξεώθη. ἀφ' οὗ δὲ ἐξεώθη, ἀπώλεσε τὸ κατ' εἰκόνα. καὶ πολλή τίς ἐστι τῶν ἀνθρώπων μυθοποιία, οἷς οὐ χρὴ «οὐδὲ πρὸς ὥραν εἶξαι», οὔτε τούτοις οὔτε ἐκείνοις, τοῖς οὕτω ἢ οὕτω λέγουσιν, ἀλλ' εἶναι μὲν πιστεύειν ἐν τῷ ἀνθρώπῳ τὸ κατ' εἰκόνα, ἐν παντὶ δὲ μάλιστα καὶ οὐχ ἁπλῶς ἔν τινι μέρει. ποῦ δέ ἐστιν ἢ ποῦ πεπλήρωται τὸ κατ' εἰκόνα, αὐτῷ μόνῳ ἔγνωσται τῷ θεῷ, τῷ κατὰ χάριν τῷ ἀνθρώπῳ δωρησαμένῳ τὸ κατ' εἰκόνα. οὔτε γὰρ ἀπώλεσεν ὁ ἄνθρωπος τὸ κατ' εἰκόνα, ἀλλ' εἰ ἄρα ἐχυδαίωσε τὸ κατ' εἰκόνα, μολύνας ἑαυτὸν ἐν ἀδιαφόροις πράγμασι καὶ ἀνηκέστοις ἁμαρτίαις. ἰδοὺ γὰρ μετὰ τὸν Ἀδὰμ τῷ Νῶε λέγει «ἰδοὺ δέδωκά σοι πάντα ὡς λάχανα ἀγροῦ, θῦσον καὶ φάγε, μὴ φάγε σάρκα ἐν αἵματι ψυχῆς, ὅτι ἐγὼ ἐκζητήσω τὰς ψυχὰς ὑμῶν. πᾶς ὁ ἐκχέων αἷμα ἀνθρώπου ἐπὶ τῆς γῆς, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται τὸ αἷμα αὐτοῦ, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον, καὶ ἐγὼ ἐκζητήσω τὸ αἷμα ὑμῶν ἐκ παντὸς τοῦ ἐκχέοντος αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς». καὶ ὁρᾷς ὅτι ἐν τῷ ἀνθρώπῳ λέγεται τὸ κατ' εἰκόνα μετὰ δεκάτην γενεὰν τοῦ τὸν Ἀδὰμ πλασθῆναι; ἅμα δὲ καὶ ∆αυὶδ μετὰ πολὺν χρόνον λέγει 3.236 ἐν πνεύματι ἁγίῳ· «τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος», ἀλλὰ καὶ καθεξῆς μετὰ τοῦτον ὁ