453
ἀπόστολός φησιν «ἀνὴρ οὐκ ὀφείλει κομᾶν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων», ἀλλὰ καὶ μετὰ τοῦτον Ἰάκωβος φάσκει λέγων περὶ τῆς γλώσσης ὅτι «ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου· ἐν αὐτῇ εὐλογοῦμεν τὸν θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς κατ' εἰκόνα θεοῦ γεγονότας· οὐ χρὴ ταῦτα οὕτως γίνεσθαι, ἀδελφοί μου». καὶ ὅρα ὅτι ἐξέπεσεν ὁ λόγος τῶν λεγόντων τὸν Ἀδὰμ τὸ κατ' εἰκόνα ἀπολωλεκέναι. 4. Τῶν δὲ πάλιν λεγόντων τὴν ψυχὴν εἶναι τὸ κατ' εἰκόνα ὁ λόγος ἐστὶ τοιόσδε καὶ ἡ ἀπολογία· ὅτι, φησίν, ἔστιν ἀόρατος ὡς ὁ θεός ἐστιν ἀόρατος, ἐνεργητική ἐστι, κινητική ἐστι, διανοητική ἐστι, λογιστική ἐστι, καὶ τούτου ἕνεκα αὐτή ἐστι τὸ κατ' εἰκόνα, ἐπειδὴ θεὸν ἐπὶ γῆς μιμεῖται, κινοῦσά τε καὶ πράττουσα καὶ τἄλλα ποιοῦσα ὅσαπερ κατὰ τὸ λογιστικὸν πράττει ὁ ἄνθρωπος. εὑρίσκονται δὲ καὶ οὗτοι συλλογιζόμενοι. καὶ γὰρ εἰ διὰ ταῦτα καλεῖται κατ' εἰκόνα ψυχή, οὐκέτι δύναται εἶναι κατ' εἰκόνα. ὁ γὰρ θεὸς ἐπέκεινα μυριονταπλάσιον παρὰ τὴν ψυχὴν καὶ ἔτι περιττότερόν ἐστιν ἀκατάληπτος καὶ ἀπερινόητος, πάντα εἰδώς, τὰ προόντα καὶ τὰ παρόντα, καὶ τὰ ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα, πέρατα γῆς καὶ πυθμένας ἀβύσσου, ἄκρα οὐρανῶν καὶ πάντα τὰ ὄντα, αὐτὸς περιέχων τὰ πάντα, ὑπ' οὐδενὸς δὲ περιεχόμενος. ἡ δὲ ψυχὴ περιέχεται μὲν ἐν σώματι, ἀγνοεῖ δὲ ἀβύσσου τοὺς πυθμένας, οὐκ ἐπίσταται τὸ εὖρος τῆς γῆς τέρματα τῆς οἰκουμένης ἀγνοεῖ, ἄκρα οὐρανῶν οὐ κατείληφε, * πόσα μέλλει ἔσεσθαι ἢ πότε γίνεται πόσα τε πρὸ αὐτῆς γεγένηται. καὶ πολλά ἐστι περὶ αὐτῆς καὶ τῶν τοιούτων λέγειν. ἅμα δὲ καὶ μερισμοὺς ἔχει, θεὸς δὲ ἀμέριστός ἐστι. φησὶ γὰρ ὁ ἀπόστολος «ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν. καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνάπιον αὐτοῦ» καὶ τὰ ἑξῆς. καὶ ὁρᾷς ὅτι διέπεσε καὶ τούτων ὁ λόγος. 5. Καὶ πάλιν τῶν λεγόντων τὸ σῶμα εἶναι κατ' εἰκόνα διαπίπτει πάλιν ὁ λόγος. πῶς γὰρ δυνατὸν εἶναι τὸ ὁρατὸν τῷ ἀοράτῳ παραπλήσιον; πῶς τὸ σωματικὸν τῷ ἀσωμάτῳ; πῶς τὸ ἁφὴν ἔχον τῷ ἀκαταλήπτῳ; ὁρῶμεν γὰρ ἡμεῖς ἀπὸ τῶν ἔμπροσθεν οἷς ἔχομεν ὀφθαλμοῖς, τὰ κατόπιν 3.237 δὲ ἀγνοοῦμεν, ἐν θεῷ δὲ οὐ πάθος, οὐκ ἐλάττωμα, μὴ γένοιτο, ἀλλὰ πανταχόθεν ἐστὶ φῶς, πανταχόθεν ὀφθαλμός, πανταχόθεν δόξα, πνεῦμα ὢν ὁ θεὸς καὶ πνεῦμα ὑπὲρ πνεῦμα καὶ φῶς ὑπὲρ πᾶν φῶς. πάντα γὰρ τὰ ὑπ' αὐτοῦ γενόμενα ὑποβέβηκε τὴν αὐτοῦ δόξαν· μόνη δὲ ἡ τριὰς ἐν ἀκαταληψίᾳ καὶ ἐν δόξῃ ἀνεικάστῳ καὶ ἀκαταλήπτῳ. τῶν δὲ πάλιν λεγόντων τὴν ἀρετὴν εἶναι τὸ κατ' εἰκόνα, ἀρετὴ δὲ ἄνευ φυλακῆς ἐνταλμάτων οὐ δύναται εἶναι, πολλοὶ δὲ ἐν ἀρετῇ διαφερέστεροι ἀλλήλων. ἀρετῆς γάρ ἐστιν εἴδη πολλά. οἴδαμεν γὰρ αὐτοὶ καί τινας ἀπὸ ὁμολογητῶν ὑπάρχοντας, οἵτινες ἑαυτῶν τὸ σῶμα δεδώκασι καὶ τὴν ψυχὴν ὑπὲρ τοῦ ἑαυτῶν δεσπότου ἐν ὁμολογίᾳ, ἐν ἁγνείᾳ διατελέσαντες πίστιν τε ἀληθεστάτην ἐκτήσαντο, εὐσεβείᾳ διενηνόχασι, φιλανθρωπίᾳ καὶ εὐλαβείᾳ, ἐν νηστείαις τε διῆξαν καὶ ἐν πάσῃ ἀγαθότητι καὶ ἐν ἀρετῆς τεκμηρίοις. συμβέβηκε δὲ αὐτοὺς ἔχειν ἐλάττωμα, ἤτοι λοιδόρους εἶναι ἤτοι ὀμνύντας ἐν ὀνόματι θεοῦ ἢ εἶναι μυθώδεις ἢ ἀγανακτικοὺς ἢ βίον κεκτῆσθαι * χρυσοῦ καὶ ἀργύρου καὶ ἄλλων, ἅτινα ἐλλιπῆ ποιεῖται τῆς ἀρετῆς τὰ μέτρα. τί οὖν εἴπωμεν; τὸ μὲν κατ' εἰκόνα διὰ τὴν ἀρετὴν ἐκτήσαντο, διὰ δὲ τὰ ὀλίγα ἀνθρώπινα τῶν ἐλαττωμάτων παραχρῆμα * εἶναι τὴν εἰκόνα καὶ οὐκέτι τελείαν τὴν ἐν αὐτοῖς εἰκόνα; καὶ πάλιν διέπεσεν ὁ τούτων λόγος. τῶν δὲ πάλιν λεγόντων τὸ βάπτισμα εἶναι τὸ κατ' εἰκόνα πολύ τι διαπίπτει ὁ λόγος. οὔτε γὰρ Ἀβραὰμ ἔσχε τὸ βάπτισμα οὔτε Ἰσαὰκ οὔτε Ἰακὼβ οὔτε Ἠλίας οὔτ Μωυσῆς οὔτε οἱ πρότερον οἱ περὶ Νῶε καὶ Ἐνὼχ οὔτε οἱ περὶ τοὺς προφήτας, Ἠσαΐαν καὶ τοὺς καθεξῆς. τί οὖν; ἆρα ἐκεῖνοι οὐκ ἔχουσι τὸ κατ' εἰκόνα; καὶ πολλή τίς ἐστι πρὸς