454
τούτους ἡ ἀντιλογία, ὥσπερ πρὸς τοὺς περὶ Αὔδιον, φιλονείκως ὁρίζοντας εἶναι ἐν τῷ σώματι τὸ κατ' εἰκόνα. 6. Φέρουσι δὲ καὶ ἄλλας τινὰς μαρτυρίας οἱ αὐτοὶ Αὐδιανοὶ ἀπὸ τῆς θείας γραφῆς, λέγοντες ὅτι «ὀφθαλμοὶ κυρίου ἐπὶ τὸν πένητα ἀποβλέπουσι καὶ τὰ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν», καὶ «χεὶρ κυρίου ἐποίησε ταῦτα πάντα», καὶ «οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα, σκληροτράχηλοι»; καὶ «ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου», καὶ ὅσα τοιαῦτα περὶ θεοῦ γέγραπται· καὶ ὅτι «εἶδον τὸν κύριον Σαβαὼθ καθή3.238 μενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου», καὶ «ἦν ἡ κεφαλὴ αὐτοῦ ὡσεὶ ἔριον λευκὸν καὶ τὸ περιβόλαιον αὐτοῦ ὡσεὶ χιών». καὶ ὁρᾷς, φησί, πῶς ἐστι τὸ σῶμα κατ' εἰκόνα θεοῦ; καί εἰσι κἀν τούτῳ ἀντιπίπτοντες καὶ βιαζόμενοι ὑπὲρ δύναμιν ἀνθρωπείαν καὶ τὸ «ὤφθη κύριος τοῖς προφήταις». καὶ ὤφθη μέντοι ὡς ἠθέλησε, δυνατὸς ὢν ἐν ἅπασι, καὶ οὐκ ἀρνούμεθα ὅτι εἶδον οἱ προφῆται θεόν, οὐ μόνον δὲ οἱ προφῆται, ἀλλὰ καὶ οἱ ἀπόστολοι. φησὶ γὰρ ὁ ἅγιος Στέφανος ὁ πρωτομάρτυς «ἰδού, ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ καὶ πατρός». ἀλλὰ τῇ ἰδίᾳ δυνάμει θεὸς ὁ πανάγαθος, φιλανθρωπευόμενος τὸ ἴδιον πλάσμα, ἵνα μή τινες τῶν ἀπίστων νομίσωσι τὰ περὶ θεοῦ λεχθέντα εἶναι ἁπλῶς λόγῳ καὶ οὐκ ἀληθείᾳ, καὶ ἕως λόγου ἵστασθαι τὰ κατὰ τὸν θεὸν καὶ μὴ πληροῦσθαι τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον, ὅτι «δεῖ τὸν προσερχόμενον θεῷ πιστεύειν ὅτι ἔστι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν μισθαποδότης γίνεται»-ἵνα οὖν παραθαρσύνῃ τὸν ὑπ' αὐτοῦ πεπλασμένον ἄνθρωπον, τοῖς ἁγίοις αὐτοῦ καὶ ἀξίοις ἑαυτὸν ἀποκαλύπτει θεός, ἵνα ἴδωσι φύσει θεὸν καὶ θεμελιωθῶσι τὴν διάνοιαν καὶ ἐλπίσωσιν ἐν ἀληθείᾳ καὶ κηρύξωσιν αὐτὸν ἀληθῶς καὶ πιστοποιήσωσι τὸν πιστὸν ἄνθρωπον, ὡς ἀμέλει καὶ οἱ Ἑλλήνων παῖδες ἔχουσι περὶ θεοῦ ἕως λόγου τε καὶ φαντασίας, ἡμεῖς δὲ ἀληθῶς θεὸν ἐπιστάμεθα, ἀληθῆ καὶ ὄντα ἀληθῶς ἐνυπόστατον βασιλέα, ἀκατάληπτον, ποιητὴν τῶν ὅλων, ἕνα θεόν, καὶ ἐξ αὐτοῦ τὸν μονογενῆ θεόν, ἐν οὐδενὶ διαλλάττοντα τοῦ πατρός, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μηδὲν ἀπὸ πατρὸς καὶ υἱοῦ διαλλάττον, ὡς καὶ ἐν πάσῃ αἱρέσει περὶ τῆς κατὰ θεὸν πίστεως διὰ πολλοῦ ἐποιησάμεθα τὸν λόγον. 7. Καὶ ὅτι μὲν ὤφθη θεὸς ἀνθρώποις πολλάκις εἴπομεν, καὶ οὐκ ἀρνούμεθα. ἐὰν γὰρ ἀρνησώμεθα τὰς θείας γραφάς, ἀληθεῖς οὐκ ἐσμὲν καὶ εὑρισκόμεθα ἐκπίπτοντες τῆς ἀληθείας· ἢ τὴν παλαιὰν διαθήκην ἐκβάλλοντες οὐκέτι ἐσμὲν τῆς καθολικῆς ἐκκλησίας. τὸ δὲ εὐαγγέλιον ἔφη «θεὸν οὐδεὶς πώποτε ἑώρακεν, ὁ μονογενὴς θεὸς αὐτὸς ἐξηγήσατο», καὶ πάλιν ἡ αὐτὴ θεία γραφή φησιν ὅτι «ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ», καὶ αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «οἱ ἄγγελοι τούτων ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανῷ». ἀλλὰ πάντως ἐρεῖ τις εἰρηκέναι τὴν θείαν γραφήν, τοὺς προφήτας ἑωρακέναι 3.239 τὸν θεὸν ἐν τῷ νῷ, ἀπὸ τοῦ ῥητοῦ τοῦ «καὶ οἱ ἄγγελοι τούτων ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανῷ», καὶ πάλιν ἀπὸ τοῦ «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». νοήσας δὲ τοῦτο καὶ παραζεύξας κατὰ τὴν αὐτοῦ ἔννοιαν τὰς λέξεις εἴποι τις ἂν ὅτι ἐν τῷ νῷ ἕκαστος ὁρᾷ τὸν θεόν, οὐ γὰρ ὀφθαλμοῖς. ἀντιπίπτει δὲ τούτῳ ὁ θεῖος λόγος φάσκων διὰ Ἠσαΐου τοῦ προφήτου «τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ κατοικῶ, καὶ τὸν κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου»· καὶ οὐκ εἶπε τῷ νῷ, οὐδὲ ἐν τῇ ἐννοίᾳ, ἀλλὰ τοῖς ὀφθαλμοῖς, τὰ ἀληθῆ καὶ στερεὰ τῆς πίστεως βεβαιούμενος. τί οὖν εἴπωμεν, τοῦ εὐαγγελίου λέγοντος θεὸν μὴ ἑωρακέναι τινὰ πώποτε, τῶν δὲ προφητῶν καὶ ἀποστόλων φασκόντων καὶ αὐτοῦ τοῦ κυρίου; ἆρα ἀντίθετον ἐν τῇ θείᾳ γραφῇ πρὸς ἑαυτήν τι; μὴ γένοιτο. ἀλλὰ εἶδον προφῆται καὶ ἀπόστολοι, καὶ ἀληθὲς ὑπάρχει. εἶδον