455
δὲ καθὸ ἠδύναντο αὐτοὶ καὶ καθὸ ἐνεχώρει, καὶ ὤφθη αὐτοῖς ὁ θεὸς ὡς ἠθέλησεν· «πάντα γὰρ αὐτῷ δυνατά». καὶ ὅτι μὲν ἀόρατος ὁ θεὸς καὶ ἀκατάληπτος, τοῦτο δῆλόν ἐστι καὶ ὡμολόγηται. ἀλλὰ πάλιν δυνατός ἐστι ποιεῖν ὃ βούλεται. «οὐ γάρ τις ἀντιτίθησιν αὐτοῦ τῷ βουλήματι». ἀόρατος οὖν ἐστι τὴν φύσιν καὶ ἀκατάληπτος τὴν δόξαν. βουλομένου δὲ τῷ ὑπ' αὐτοῦ γεγονότι ἀνθρώπῳ ὀπτάνεσθαι οὐδὲν ἐναντιοῦται τῷ αὐτοῦ βουλήματι. οὐ γὰρ πάθει συνέχεται τὸ θεῖον, ἵνα ὃ βούλεται μὴ πράττῃ ἢ πράττῃ ὃ μὴ βούλεται· δυνατὸς γάρ ἐστι ποιεῖν ὃ βούλεται. ἀλλὰ πράττει ἅπερ αὐτοῦ πρέπει τῇ θεότητι, μηδενὸς ὅλως τῷ θελήματι αὐτοῦ ἀντιπίπτοντος, ὥστε μὴ δύνασθαι πράττειν ὃ βούλεται πρεπόντως τῇ αὐτοῦ θεότητι. καὶ ἀδύνατόν ἐστιν ἰδεῖν θεὸν μάλιστα ἀνθρωπίνην φύσιν, καὶ οὐκ ἐγχωρεῖ τὸ ὁρατὸν ὁρᾶν τὸ ἀόρατον, ἀλλ' ὁ ἀόρατος θεὸς ἐν φιλανθρωπίᾳ καὶ δυνάμει ἐνισχύσας τὸ ἀδύνατον κατηξίωσε τῇ ἑαυτοῦ δυνάμει, ὅπως ἴδῃ τὸ ἀόρατον· καὶ ὁ ἰδὼν εἶδε τὸ ἀόρατόν τε καὶ ἄπειρον, οὐ καθὼς ἔσχε τὸ ἄπειρον, ἀλλ' ὡς ἠδύνατο χωρεῖν ἡ φύσις ἐνδυναμωθεῖσα τοῦ ἀδυνάτως ἔχοντος πρὸς ἐπέκτασιν τοῦ δυνατοῦ. καὶ οὐδὲν διοίσει ἐν τῇ θείᾳ γραφῇ οὔτε ἀντίθετος λέξις πρὸς λέξιν εὑρεθήσεται. 3.240 8. Ἔστι δέ, ὡς πολλάκις τὸ ὑπόδειγμα διηγησάμην, τὸ πρᾶγμα οὕτως ὡς εἴ τις θεάσοιτο δι' ὀπῆς μικροτάτης τὸν οὐρανὸν καὶ εἴποι· ὁρῶ τὸν οὐρανόν, καὶ οὐκ ἂν ψεύσοιτο ὁ τοιοῦτος· ὁρᾷ γὰρ οὐρανὸν τῷ ὄντι· εἴποι δέ τις αὐτῷ συνετῶς ὅτι οὐχ ἑώρακας τὸν οὐρανόν, καὶ οὐκ ἂν ψεύσοιτο ὁ τοιοῦτος. ὁ μὲν γὰρ λέγων ἑωρακέναι οὐ ψεύδεται, καὶ ὁ φήσας πρὸς αὐτὸν μὴ ἑωρακέναι καὶ αὐτὸς ἀληθεύει. οὔτε γὰρ εἶδε τὴν ἐπέκτασιν οὔτε τὸ πλάτος. καὶ ὁ μὲν ἑωρακὼς ἠλήθευσεν, ὁ δὲ ἀντειπὼν μὴ ἑωρακέναι οὐκ ἐψεύσατο, ἀλλὰ καὶ αὐτὸς ἠλήθευσε. πολλάκις γὰρ καὶ ἐπὶ ἀκρωρείᾳ ὄρους ἑστῶτες θεώμεθα καὶ τὴν θάλασσαν, καὶ ἐὰν εἴπωμεν ἑωρακέναι θάλασσαν, οὐκ ἐψευσάμεθα· εἰ δέ τις ἀντείποι λέγων ὅτι οὐχ ἑώρακας, καὶ αὐτὸς οὐ ψεύδεται. ποῦ γὰρ διικνεῖται τὸ πλάτος, ποῦ τὸ μῆκος, ποῦ τὸ βάθος, ποῦ οἱ μυχοὶ τοῦ βυθοῦ καὶ τὰ ἀποτελέσματα, οὐ δύναταί τις εἰδέναι ἄνθρωπος ὤν. εἰ τοίνυν τὰ περὶ τῶν κτισμάτων οὕτως ἐν ἡμῖν πληροῦται, πόσῳ γε μᾶλλον ἐν τῇ χάριτι ᾗ ἐχαρίσατο ὁ θεὸς προφήταις καὶ ἀποστόλοις; ἐθεάσαντο οὖν τὸν θεὸν τῷ ὄντι, καὶ οὐκ ἐθεάσαντο, ἀλλ' ἐθεάσαντο ὡς ἠδύνατο ἡ φύσις φέρειν, καὶ αὐτὸ κατὰ χάριν δυνάμεως, ἧς ἐνεδυνάμωσεν ὁ δυνατὸς ἐν ἅπασι, διὰ φιλίαν τοῦ αὐτοῦ ἀνθρώπου, τοὺς δουλεύοντας αὐτῷ ἐν ἀληθείᾳ. ἐὰν οὖν οἱ τοιοῦτοι νομίσωσι χεῖρας οὕτω τὸν θεὸν ἔχειν ἢ ὀφθαλμοὺς ἢ τὰ ἄλλα διὰ τὸ οὕτως ὀφθῆναι τοῖς προφήταις καὶ ἀποστόλοις, φιλονείκως φέρονται, ἐλεγχόμενοι ἀπὸ τῆς ἀληθείας. ἀλλὰ ὅσα μὲν λέγει ἐν τῇ θείᾳ γραφῇ πιστεύειν χρὴ ὅτι ἔστι, πῶς δὲ ἔστιν αὐτῷ μόνῳ ἔγνωσται. καὶ ὅτι ὤφθη τῷ μὲν ὄντι, ναί, ὤφθη δὲ ὡς ἠθέλησε καὶ ἀληθῶς ὤφθη ὡς ὤφθη. πάντα γὰρ δύναται θεὸς καὶ οὐδὲν αὐτῷ ἀδύνατον. ἔστι δὲ ἀκατάληπτος, πνεῦμα ὢν ἀπερινόητον, πάντα περιέχων, αὐτὸς ὑπ' οὐδενὸς περιεχόμενος. καὶ ὁποῖος ὁ πατήρ, τοιοῦτος καὶ ὁ υἱός, οὕτω καὶ τὸ πνεῦμα ἐν τῇ θεότητι. μόνος δὲ ὁ μονογενὴς ἐνεδύσατο ἐλθὼν σάρκα, ἐν ᾗ καὶ ἀνέστη, ἣν καὶ συνήνωσε τῇ θεότητι, εἰς πνεῦμα συνενώσας ἐκάθισέν τε ἐν δόξῃ ἐν δεξιᾷ τοῦ πατρός, κατὰ τὸ γεγραμμένον. ὡς οὖν ἐστιν ἀκατάληπτος καὶ ἀπερινόητος, οὕτω πάντα τὰ περὶ αὐτοῦ λεγόμενα ἀληθινά ἐστιν ὄντως. ὡς δὲ θεός ἐστιν ἀκατάληπτος, οὕτως πᾶν τὸ περὶ αὐτοῦ λεγόμενον ἀληθινόν ἐστι μέν, ἀλλὰ ἀκατάληπτον 3.241 ὁποῖα θεοῦ καὶ ὡς ἔστιν ἐν δόξῃ ἀκαταλήπτῳ. καὶ ταῦτα μὲν καθὼς ἐχωροῦμεν εἰς δοξολογίαν θεοῦ στόματι ἀνθρωπίνῳ εἰρήκαμεν. οὐ γὰρ ἔχομεν ἑτέρας φθογγῆς χρῆσιν ὑπὲρ τὴν ἐκ θεοῦ ἡμῖν ἐν μέτρῳ δοθεῖσαν, εἰ καὶ τῷ νῷ περισσότερον περὶ θεοῦ ὑπολαμβάνομεν. ἀλλ' οὐχ ὁπόσα ὁ νοῦς ἔχει, τοσαῦτα δύναται τὸ στόμα λέγειν, μέτρῳ ἀποκεκλεισμένον καὶ